← 哈尔伯克拉提昂

十演说家词汇集

§a.aidris-a.akroasthai

从无知至听从的词条考释

本节收录从“无知的”至“听从”的词条,考释了阿提卡演说家著作中涉及的诉讼法律术语、德谟地名、历史名胜及罕用词义,并引述了古典文献原句作为例证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§a.aidris

ἌΙΔΡΙΣ ἀνεπιστήμων.

无知的 缺乏知识的、未受教育的。

§a.aeilogia

ἈΕΙΛΟΓΙΑ τὸ ἀεὶ λόγον καὶ εὐθύνας ὑπέχειν. οὕτω Δημοσθένης καὶ Ἰσαῖος.

持续报账 始终承担说明与审查程序。德摩斯梯尼与伊索斯如此使用。

§a.aeiesuo

ἈΕΙΕΣΤΩ Ἀντιφῶν τὴν ἀϊδιότητα καὶ τὸ ἐπὶ τῶν αὐτῶν ἀεὶ ἑστάναι, ὥσπερ καὶ εὐεστὼ ἡ εὐδαιμονία καλεῖται.

永恒持久 安提丰用以指永恒以及始终处于相同状态,正如福祉被称为“繁盛”一样。

§a.aerkton

ἌΕΡΚΤΟΝ ἀντὶ τοῦ ἄφρακτον καὶ πανταχόθεν καθορώμενον Λυσίας.

未设防的 吕西亚斯用以替代“无遮蔽且四面皆可看见的”。

§a.aetos

ἈΕΤΟΣ τῶν οἰκοδομημάτων τὸ κατὰ τὸν ὄροφον, ὅ τινες ἀέτωμα καλοῦσιν. Ἀριστοφάνης Ὄρνισι τὰς γὰρ ὑμῶν οἰκίας ἐρέψομεν πρὸς ἀετόν.

山墙破风 建筑物屋顶部分的构造,有些人称之为山墙。阿里斯托芬在《鸟》中说:“因为我们将用破风为你们的房屋封顶。”

§a.azenieus

ἈΖΗΝΙΕΥΣ Ἀζηνία δῆμός ἐστι φυλῆς τῆς Ἱπποθωντίδος, καὶ ὁ δημότης Ἀζηνιεύς· Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος.

阿泽尼亚人 阿泽尼亚是希波托翁提斯部落的德谟,其德谟成员称为阿泽尼亚人;见埃斯基涅斯《反克特西丰》。

§a.azeteton

ἈΖΗΤΗΤΟΝ τὸ ζήτησιν καὶ κατηγορίαν ἔχειν κεκωλυμένον1 παρ’ Αἰσχίνῃ ἐν τῷ κατὰ Κτησιφῶντος.

免受究问的 在埃斯基涅斯《反克特西丰》中指被禁止受到调查和指控的状况。

§a.atheoretos

ἈΘΕΩΡΗΤΟΣ ἀντὶ τοῦ ἀθέατος παρ’ Ἀντιφῶντι ἐν τῷ περὶ ὁμονοίας.

未被目击的 在安提丰《论同心》中用以替代“看不见的”。

§a.athenodoros

ἈΘΗΝΟΔΩΡΟΣ Ἀθηναῖος τῷ γένει, στρατιώτης· Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους.

阿忒诺多洛斯 出身雅典的雇佣军人;见德摩斯梯尼《反阿里斯托克拉特斯》。

§a.athmoneus

ἈΘΜΟΝΕΥΣ Ἀθμονία δῆμός ἐστι φυλῆς τῆς Κεκροπίδος, ἀφ’ οὗ ὁ δημότης Ἀθμονεύς.

阿特莫农人 阿特莫尼亚是刻克罗庇斯部落的德谟,其德谟成员由此称为阿特莫农人。

§a.aigeion

ΑΙΓΕΙΟΝ Αἰγέως ἡρῷον ἐν Ἀθήναις· Δείναρχος ἐν τῷ κατὰ Πολυεύκτου.

埃盖翁 雅典的埃勾斯英雄祠;见代纳尔科斯《反波吕欧克托斯》。

§a.aigeidai

ΑΙΓΕΙΔΑΙ Δημοσθένης ἐν τῷ ἐπιταφίῳ, εἰ γνήσιος. Αἰγηῒς φυλὴ ὠνομάσθη ἀπὸ Αἰγέως τοῦ Πανδίονος, ἔνθεν οἱ φυλέται Αἰγεῖδαι.

埃盖伊斯部落民见德摩斯梯尼《国葬演说》(若为真作)。埃盖伊斯部落得名于潘狄翁之子埃勾斯,故其部落民称为埃盖代。

§a.aigidas_ekaloun

ΑΙΓΙΔΑΣ ἐκάλουν ΑΙΓΙΔΑΣ ἐκάλουν τὰ ἐκ τῶν στεμμάτων δίκτυα· Λυκοῦργος ἐν τῷ περὶ τῆς διοικήσεως καὶ Νυμφόδωρος. Ἡρόδοτος δ’ ἐν δ ταύτας φησὶν ὑπὸ Λιβύων αἰγέας καλεῖσθαι.

称作埃吉斯 人们将用羊毛带编成的网状物称为“埃吉斯”;见吕库尔戈斯《论财政管理》与宁波多洛斯。希罗多德在第四卷中说这些被利比亚人称为“埃盖阿”。

§a.aigilieus

ΑΙΓΙΛΙΕΥΣ Ὑπερείδης. Αἰγιλία δῆμός ἐστι φυλῆς Ἀντιοχίδος, ἔνθεν ὁ δημότης Αἰγιλιεύς.

艾吉利亚人 见许佩里德斯。艾吉利亚是安提奥基斯部落的德谟,故其德谟成员称为艾吉利亚人。

§a.aidesasthai

ΑΙΔΕΣΑΣΘΑΙ ἀντὶ τοῦ μεταπεισθῆναι Λυσίας ἐν τῷ κατὰ Δημοσθένους ἐπιτροπῆς, εἰ γνήσιος, καὶ Δημοσθένης ἐν τῇ πρὸς Ναυσίμαχον καὶ Ξενοπείθην. ἐν δὲ τῷ κατ’ Ἀριστοκράτους οὗτος ἀντὶ τοῦ ἐξιλάσασθαι καὶ πεῖσαι.

悔悟求和 在吕西亚斯《反德摩斯梯尼监护权案》(若为真作)中用以替代“被说服而改变心意”,德摩斯梯尼在《反瑙西马科斯与克塞诺佩忒斯》中亦同。但在《反阿里斯托克拉特斯》中,此作者用以替代“安抚并说服”。

§a.aithalides

ΑΙΘΑΛΙΔΗΣ δῆμός ἐστιν Αἰθαλίδαι τῆς Λεοντίδος φυλῆς, ἧς ὁ δημότης Αἰθαλίδης.

艾塔利代人 艾塔利代是莱昂提斯部落的德谟,其德谟成员称为艾塔利代人。

§a.aithiopion

ΑΙΘΙΟΠΙΟΝ ὄνομα χωρίου ἐν Εὐβοίᾳ.

埃塞俄比亚地 优卑亚岛的一处地名。

§a.aikias

ΑΙΚΙΑΣ εἶδος δίκης ἐστὶν ἰδιωτικῆς ἐπὶ πληγαῖς λαγχανομένης, ἧς τὸ τίμημα ἐν τοῖς νόμοις οὐκ ἔστιν ὡρισμένον, ἀλλ’ ὁ μὲν κατήγορος τίμημα ἐπιγράφεται ὁπόσου δοκεῖ ἄξιον εἶναι τὸ ἀδίκημα,2 οἱ δὲ δικασταὶ ἐπικρίνουσιν.

人身伤害诉讼 因殴打而提起的一种私诉,其赔偿金额法律中并未明确规定,而是由原告注明其认为该不法行为相当的数额,再由陪审法官进行裁定。

§a.ainious

ΑΙΝΙΟΥΣ Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. Αἶνος πόλις τῆς Θρᾴκης. Ὅμηρος ὃς ἂρ Αἰνόθεν εἰληλούθει. Ἔφορος δ᾽ἐν τῇ δ περὶ Θρᾳκίων πολισμάτων λέγων φησὶν ἐχομένη δὲ τούτων Αἶνος πόλις,3 ἣν Ἕλληνες τὰ πρῶτα Ἀλωπεκοννήσιοι κατῴκισαν, ὕστερον δ’ ἐκ Μυτιλήνης ἐπηγάγοντο καὶ Κύμης ἐποίκους.

埃诺斯人 见德摩斯梯尼《反阿里斯托克拉特斯》。埃诺斯是色雷斯的一座城邦。荷马说:“他乃来自埃诺斯。”厄福罗斯在第四卷中谈及色雷斯城邦时说:“紧接这些的是埃诺斯城,希腊人中最初由阿洛佩孔涅索斯人殖民,后来又引进了来自米蒂利尼和库墨的移民。”

§a.aixonesin

ΑΙΞΩΝΗΣΙΝ Ἰσαῖος ἐν τῷ πρὸς Μέδοντα περὶ χωρίου. Αἰξωνῆς δῆμος φυλῆς τῆς Κεκροπίδος. ἐκωμῳδοῦντο δὲ ὡς βλάσφημοι, ἀφ’ οὗ καὶ τὸ κακῶς λέγειν αἰξωνεύεσθαι ἔλεγον· Μένανδρος ἐν Κανηφόρῳ. Πλάτων δ’ ἐν τῷ περὶ ἀνδρείας φησὶν οὐδὲν ἐρῶ πρὸς ταῦτά γ’ ἔχων εἰπεῖν, μή με εἴπῃς Αἰξωνέα εἶναι.4

在埃克索内 见伊索斯《反梅东争地案》。埃克索内是刻克罗庇斯部落的德谟。他们因口出恶言而在喜剧中常遭嘲弄,由此人们把出言不逊也称为“行如埃克索内人”;见米南德《捧篮女》。柏拉图在《论勇敢》中亦说:“对此我纵有话可说也一概不言,免得你说我是埃克索内人。”

§a.akademeia

ἈΚΑΔΗΜΕΙΑ τρία ὑπῆρχον γυμνάσια, Λύκειον, Κυνόσαργες, Ἀκαδήμεια. ἐκλήθη δὲ ἀπὸ τοῦ καθιερώσαντος αὐτὸ Ἀκαδήμου.

阿卡德米亚 曾有三所竞技场:吕克昂、库诺萨耳戈斯和阿卡德米亚。它得名于将其献为圣所的阿卡德摩斯。

§a.akamantis

ἈΚΑΜΑΝΤΙΣ Δημοσθένης ἐν τῷ πρὸς Βοιωτὸν περὶ τοῦ ὀνόματος ἐν Ἀκαμαντίδι φυλῇ γεγονώς. μία αὕτη τῶν ι φυλῶν, ἀπὸ Ἀκάμαντος τοῦ Θησέως.

阿卡曼提斯部落德摩斯梯尼在《反波奥托斯论姓名》中说:“生于阿卡曼提斯部落中。”这是十个部落之一,得名于忒修斯之子阿卡玛斯。

§a.akare

ἈΚΑΡΗ ἀντὶ τοῦ μικρὸν ἢ οὐδὲν παρ’ Ἀντιφῶντι.

些微的 在安提丰著作中用以替代“极少或等于无”。

§a.akinakes

ἈΚΙΝΑΚΗΣ Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. Περσικὸν ξίφος ἐστί. καὶ Ἀναξιμένης ἐν α τῶν περὶ Ἀλέξανδρον.

波斯短剑 见德摩斯梯尼《反提摩克拉特斯》。是一种波斯短剑。阿那克西墨涅斯在《亚历山大志》第一卷中亦曾提及。

§a.ake

ἌΚΗ πόλις αὕτη ἐν Φοινίκῃ· Δημοσθένης ἐν τῷ πρὸς Κάλλιππον. ἣν Νικάνωρ ὁ περὶ μετονομασιῶν γεγραφὼς καὶ Καλλίμαχος ἐν τοῖς ὑπομνήμασι τὴν νῦν Πτολεμαΐδα καλουμένην φασὶν εἶναι· Δημήτριος δὲ ἰδίως τὴν ἀκρόπολιν τῆς Πτολεμαΐδος πρότερον Ἄκην ὠνομάσθαι φησίν.

阿刻 这是腓尼基的一座城市;见德摩斯梯尼《反卡利普斯》。撰写更名论著的尼卡诺尔以及卡利马科斯在注疏中称其即是如今被称为托勒迈斯的城市;但德米特里奥斯提出了特异之见,称托勒迈斯卫城原名为阿刻。

§a.akmazeis

ἈΚΜΑΖΕΙΣ ἀντὶ τοῦ τὰ τῶν νέων πράττεις Ὑπερείδης ἐν τῷ κατὰ Μαντιθέου, Λυσίας ἐν τῷ πρὸς Νίκαρχον τὸν αὐλητὴν, εἰ γνήσιος.

正值盛年 在许佩里德斯《反曼提提奥斯》以及吕西亚斯《反笛手尼卡科斯》(若为真作)中用以替代“行青年人之事”。

§a.akritos

ἌΚΡΙΤΟΣ ἀντὶ τοῦ ἀδιάκριτος Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος.

未决的 德摩斯梯尼在《论冠冕》中用以替代“不加区别的”。

§a.akroasthai

ἈΚΡΟΑΣΘΑΙ ἀντὶ τοῦ ὑπακούειν Ἀντιφῶν ἐν τῷ κατὰ Φιλίνου.

听从 在安提丰《反菲利诺斯》中用以替代“遵从、服从”。

语法注4 条
  1. a.azetetonτὸ ζήτησιν καὶ κατηγορίαν ἔχειν κεκωλυμένον

    带冠词不定式结构“τὸ ζήτησιν καὶ κατηγορίαν ἔχειν”(受到调查与指控)作为核心概念,与中性完成时被动分词“κεκωλυμένον”(被禁止的)构成表语/谓词性结合,用以定义“免除受到究问与控告的状态”。

  2. a.aikiasὁπόσου δοκεῖ ἄξιον εἶναι τὸ ἀδίκημα

    关系代词属格“ὁπόσου”作形容词“ἄξιον”所要求的价值/价格属格,包含该短语的整个关系从句限定了动词“ἐπιγράφεται”(填写)的宾语同位语“τίμημα”(赔偿估额)。

  3. a.ainiousἐχομένη δὲ τούτων Αἶνος πόλις

    中间/被动态分词“ἐχομένη”接属格“τούτων”,是表示空间相邻或接续(“紧挨着这些”、“与这些相邻”)的固定句式。

  4. a.aixonesinοὐδὲν ἐρῶ πρὸς ταῦτά γ’ ἔχων εἰπεῖν, μή με εἴπῃς Αἰξωνέα εἶναι

    分词“ἔχων”在此作让步状语(“尽管我满有话可说”)。随后的“μή”引导从句修饰主节“οὐδὲν ἐρῶ”(我一概不言),构成表示消极目的的从句(“以免你说我是……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:a.aidris-a.akroasthai