- 底本
- Harpocration, Valerius. Harpocrationis Lexicon in decem oratores Atticos. Dindorf, Wilhelm, editor. Oxford: E Typographeo Academico, 1853.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1389.tlg001.humanitext-grc2:a.aguias-a.aei
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者结合阿提卡演说家与诗人的引文,依次训释了“阿居亚斯”(街前神柱/街道)、阿居里奥斯、阿戈尼亚恩、“贪食之船”、侵害诉讼、阿德剌斯忒亚以及伤残受恤者等词目与制度。
ἈΓΥΙΑΣ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου χοροὺς ἱστάναι κατὰ τὰ πάτρια καὶ κνισᾶν ἀγυιᾶς. ἔνιοι μὲν ὀξύνουσι θηλυκῶς χρώμενοι, οἷον τὰς ὁδούς· βέλτιον δὲ περισπᾶν ὡς ἀπὸ τοῦ ἀγυιεύς.1 ἀγυιεὺς δέ ἐστι κίων εἰς ὀξὺ λήγων, ὃν ἱστᾶσι πρὸ τῶν θυρῶν, ὡς σαφὲς ποιοῦσιν Ἀριστοφάνης τε ἐν Σφηξὶ καὶ Εὔπολις. ἰδίους δὲ εἶναι φασιν αὐτοὺς Ἀπόλλωνος, οἱ δὲ Διονύσου, οἱ δὲ ἀμφοῖν. ἔστιν οὖν τὸ ὁλόκληρον ἀγυιέας, καὶ κατὰ τὴν Ἀττικῶν διάλεκτον ἀγυιᾶς, καθὰ καὶ Στειριᾶς καὶ Μηλιᾶς καὶ τὰ παραπλήσια λέγουσιν ἐν συναλοιφῇ. Ἀριστοφάνης ἐν Ὄρνισι μηλοσφαγεῖν τε βουθύτοις ἐπ’ ἐσχάραις κνισᾶν τ’ ἀγυιᾶς. φασὶ δ’ αὐτὸ ἴδιον εἶναι Δωριέων, ὡς δῆλον ποιεῖ Διευχίδας ἐν τῇ γ τῶν Μεγαρικῶν. εἶεν δ’ ἂν οἱ παρὰ τοῖς Ἀττικοῖς λεγόμενοι ἀγυιεῖς οἱ πρὸ τῶν οἰκιῶν βωμοὶ,2 ὥς φασι Κρατῖνος καὶ Μένανδρος. καὶ Σοφοκλῆς ἐν τῷ Λαοκόωντι, μετάγων τὰ Ἀθηναίων ἔθη εἰς Τροίαν, φησὶ λάμπει δ’ ἀγυιεὺς βωμὸς ἀτμίζων πυρὶ σμύρνης σταλαγμοὺς, βαρβάρων εὐοσμίας.
阿居亚斯 德摩斯梯尼在《反梅狄亚斯》中说:“依祖制组建歌队,并以祭肉的香烟熏燎街巷[或阿居欧斯神坛]。”有些人将其作为阴性词按末音节重音读作“街巷”;但更妥当的是将其作为源自“阿居欧斯”的词作扬抑读音。阿居欧斯是一种尖顶立柱,人们立于门前,正如阿里斯托芬在《黄蜂》中以及欧波利斯所阐明的那样。有人说它们专属于阿波罗,有人说是狄奥尼索斯,也有人说是兼属二者。因此完整形式是“阿居埃亚斯(ἀγυιέας)”,而在阿提卡方言中,依缩合规则便如同人们说“斯泰里亚斯”和“梅利亚斯”等词一样,读作“阿居亚斯(ἀγυιᾶς)”。阿里斯托芬在《鸟》中说:“在献牛祭坛上宰杀羊羔,并以香烟熏燎阿居欧斯神柱。”据说这是多利斯人特有的风俗,正如狄欧基达斯在《墨加拉志》第三卷中所指出的。阿提卡人所称的阿居欧斯柱,应当就是房屋前的祭坛,正如克拉提诺斯和米南德所说。索福克勒斯在《拉奥孔》中把雅典人的风俗移用于特洛伊,说道:“街前神坛闪烁,在烈火中熏蒸着没药的凝滴,异邦的芬芳。”
ἈΓΥΡΡΙΟΣ δημαγωγὸς οὗτος οὐκ ἀφανής· Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους.
阿居里奥斯 此人是一位不可小觑的平民煽动家;见德摩斯梯尼《反提摩克拉特斯》。
ἈΓΩΝΙΑΝ τὸ ἀγωνίζεσθαι Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως.
阿戈尼亚恩(苦斗/竞赛)在伊索克拉底《论财产交换》中意为“竞争、角逐”。
ἈΓΩΝΙΩΝΤΕΣ ἀντὶ τοῦ ἀγωνιζόμενοι παρὰ τῷ αὐτῷ ἐν τῷ Πανηγυρικῷ.
阿戈尼昂特斯(苦斗者)同一作者在《泛雅典集会演说》中用以替代“竞争者”。
ἈΔΕΗΤΟΣ ἀντὶ τοῦ ἀνενδεής παρ’ Ἀντιφῶντι Ἀληθείας α.
阿德埃托斯(无所匮乏的)在安提丰《论真实》第一卷中用以替代“无所缺少的”。
ἈΔΕΛΦΙΖΕΙΝ ἀντὶ τοῦ ἀδελφὸν καλεῖν παρ’ Ἰσοκράτει ἐν Αἰγινητικῷ καὶ Ἑκαταίῳ τῷ Μιλησίῳ ἐν β Γενεαλογιῶν καὶ Στράττιδι καὶ Ἀπολλοφάνει ἐν Ἰφιγέροντι.
阿德尔菲泽因(称呼为兄弟)在伊索克拉底《埃吉那演说》、米利都人赫卡泰欧斯《谱系志》第二卷、斯特拉提斯以及阿波罗法奈斯《假老翁》中用以替代“称作兄弟”。
ἈΔΗΜΟΝΟΥΣΗΣ ἀπορούσης.
阿德摩努塞斯(困惑的)意为“不知所措的”。
ἈΔΗΦΑΓΟΥΣ ΤΡΙΗΡΕΙΣ Λυσίας λέγει ἐν τῇ ὑπὲρ Εὐκρίτου διαμαρτυρίᾳ, εἰ γνήσιος ὁ λόγος, καὶ ἈΔΗΦΑΓΟΝ ΠΕΝΤΗΚΟΝΤΟΡΟΝ Φίλιστος· λέγοιεν δ’ ἂν τὰς ἐντελομίσθους καὶ πολλὰ ἀναλισκούσας. ἔοικε δὲ ἐκ μεταφορᾶς τῶν ἵππων τῶν τελείων καὶ ἀγωνιστῶν λέγεσθαι, οἵτινες εἰώθασιν ἔδμεναι ἄδδην κατὰ τὸν ποιητήν. Ἀλκαῖος δὲ ἐν τῇ κωμῳδοτραγῳδίᾳ τοὺς πότας λύχνους ἀδηφάγους εἶπεν.
贪食的三段櫂船吕西亚斯若此篇为真作,则在《为欧克里托斯作证》中提及,菲利斯托斯亦称“贪食的五十櫂船”;当指那些足额支薪且耗费甚巨的船只。此说似乎取喻于成熟健壮的赛马,正如诗人所言,它们习惯于“饱食无度”。而阿尔凯奥斯在悲喜剧中将吸油甚多的灯火称为“贪食的”。
ἈΔΙΑΣΤΑΤΟΝ τὸ μήπω διεστηκὸς μηδὲ διακεκριμένον Ἀντιφῶν εἶπεν.
阿迪亚斯塔顿(未分开的)安提丰用以指尚未分开亦未区别开来的事物。
ἈΔΙΚΙΟΥ οἷον ἀδικήματος. ἔστι δὲ ὄνομα δίκης. ἀποτίνυται δὲ τοῦτο ἁπλοῦν, ἐὰν πρὸ τῆς θ πρυτανείας ἀποδοθῇ· εἰ δὲ μὴ, διπλοῦν καταβάλλεται.3
侵害诉讼 相当于“不法行为”。也是一种诉讼的名称。此罚金若在第九个议事主席任期前缴纳,则按单倍偿付;若未按期缴纳,则须缴付双倍。
ἈΔΟΚΙΜΑΣΤΟΣ δοκιμασθῆναι τὸ εἰς ἄνδρας ἐγγραφῆναι, καὶ ἀδοκίμαστος ὁ μήπω ἐγγεγραμμένος παρὰ Λυσίᾳ ἐν τῷ κατὰ Δημοσθένους ἐπιτροπῆς, εἰ γνήσιος.
阿多基马斯托斯(未经审查的)所谓接受审查是指被登记入成年男子籍,而“未经审查的”在吕西亚斯《反德摩斯梯尼监护权案》(若为真作)中指尚未登记入册的人。
ἈΔΡΑΣΤΕΙΑΝ οἱ μὲν τὴν αὐτὴν λέγουσι τῇ Νεμέσει, λαβεῖν τε τοὔνομα ἀπὸ Ἀδράστου τοῦ Ταλαοῦ νεμεσηθέντος ἐφ’ οἷς τῶν Θηβαίων κατηλαζονεύσατο,4 εἶτα ἔκ τινων μαντειῶν ἱδρυσαμένου ἱερὸν Νεμέσεως, ὃ προσαγορευθῆναι μετὰ ταῦτα Ἀδραστείας, ὡς Ἀντίμαχος ἐν τούτοις δηλοῖ· ἔστι δέ τις Νέμεσις μεγάλη θεὸς, ἣ τάδε πάντα πρὸς μακάρων ἔλαχεν. βωμὸν δέ οἱ εἵσατο πρῶτος Ἄδρηστος ποταμοῖο παρὰ ῥόον Αἰσήποιο, ἔνθα τετίμηταί τε καὶ Ἀδρήστεια καλεῖται. ἔνιοι μέντοι ὡς διαφέρουσαν συγκαταλέγουσιν αὐτὴν τῇ Νεμέσει, ὡς Μένανδρος καὶ Νικόστρατος. Δημήτριος δὲ ὁ Σκήψιος Ἄρτεμίν φησιν εἶναι τὴν Ἀδράστειαν, ὑπὸ Ἀδράστου τινὸς ἱδρυμένην.
阿德剌斯忒亚 有人说她即是涅墨西斯,得名于塔拉奥斯之子阿德剌斯托斯,因其对底比斯人夸大妄言而遭受神谴,随后根据某些神谕建立了涅墨西斯神庙,该神庙此后被称为阿德剌斯忒亚神庙,正如安提马科斯在这些诗句中所明示:“有一位伟大的女神涅墨西斯,她从福乐诸神处获得了这一切掌管权。阿德剌斯托斯首先在埃塞波斯河水流之旁为她建立了祭坛,在此处她受到尊奉并被称为阿德剌斯忒亚。”然而有些人将她与涅墨西斯并列而视为不同神祇,如米南德与尼科斯特拉托斯。斯刻普西斯的德米特里奥斯则说阿德剌斯忒亚是由某位阿德剌斯托斯所立的阿耳忒弥斯。
ἈΔΥΝΑΤΟΙ Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου. οἱ ἐντὸς τριῶν μνῶν κεκτημένοι, τὸ δὲ σῶμα πεπηρωμένοι. ἐλάμβανον δὲ οὗτοι δοκιμασθέντες ὑπὸ τῆς βουλῆς β ὀβολοὺς τῆς ἡμέρας ἑκάστης, ἢ ὀβολὸν, ὥς φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ, ὡς δὲ Φιλόχορός φησιν, θ δραχμὰς κατὰ μῆνα. ἔστι δὲ καὶ λόγος τις, ὡς λέγεται, Λυσίου περὶ τοῦ ἀδυνάτου, ἐν ᾧ ὡς ὀβολὸν λαμβάνοντος μέμνηται.
阿杜纳托伊(残障受恤者)埃斯基涅斯在《反提马科斯》中提及。指财产不足三米纳且肢体残疾者。这些人经议事会审查后,每日领取两个奥波尔,或者如亚里士多德在《雅典政制》中所说为一个奥波尔,而据菲洛科罗斯所说则为每月九德拉克马。此外据传还有一篇吕西亚斯所作《论残疾人》的演说,其中提到当事人领取一个奥波尔。
ἈΕΙ ἀντὶ τοῦ ἕως παρ’ Ἀντιφῶντι Σαμοθρᾳκικῷ. πολλὴ δὲ χρῆσις αὐτοῦ. καὶ Θουκυδίδης ἐν τῷ προοιμίῳ %2 %2 %2 οὕτως ἤρξατο οὕτω μὲν οὖν μοι δεῦρ’ ἀεὶ τείνει λόγους.
阿埃(始终/直至)在安提丰《萨摩色雷斯演说》中用以替代“直至”。此词用法甚广。修昔底德在序言中……如此开头:“因此他始终朝此处对我发表言论。”
- a.aguiasἔνιοι μὲν ὀξύνουσι θηλυκῶς χρώμενοι, οἷον τὰς ὁδούς· βέλτιον δὲ περισπᾶν ὡς ἀπὸ τοῦ ἀγυιεύς
词尾抑扬读音与形态分析的歧义。前者将其视作阴性名词 ἀγυιά(街道)的宾格复数 ἀγυιάς(末音节锐音);作者主张的更优解法则将其视作阳性名词 ἀγυιεύς(街神阿波罗柱)的宾格复数 ἀγυιέας 经阿提卡方言缩合而成的 ἀγυιᾶς(扬抑音)。
- a.aguiasεἶεν δ’ ἂν οἱ παρὰ τοῖς Ἀττικοῖς λεγόμενοι ἀγυιεῖς οἱ πρὸ τῶν οἰκιῶν βωμοὶ
带有 ἄν 的希求法(εἶεν δ’ ἄν)表示推论或谨慎断定(“阿提卡人所称的阿居欧斯当是……祭坛”)。句子的主语为带有分词短语的 οἱ ... λεγόμενοι ἀγυιεῖς,而 οἱ πρὸ τῶν οἰκιῶν βωμοί 充当表语名词短语。
- a.adikiouἀποτίνυται δὲ τοῦτο ἁπλοῦν, ἐὰν πρὸ τῆς θ πρυτανείας ἀποδοθῇ· εἰ δὲ μὴ, διπλοῦν καταβάλλεται
中性单数形容词 ἁπλοῦν 与 διπλοῦν 在被动语态动词 ἀποτίνυται 与 καταβάλλεται 后作表语修饰主语,或充当表示数额倍数的副词性宾格(“按单倍偿还……按双倍缴付”)。
- a.adrasteianνεμεσηθέντος ἐφ’ οἷς τῶν Θηβαίων κατηλαζονεύσατο,
与介词 ἀπό 的宾语一致的分词结构 Ἀδράστου ... νεμεσηθέντος 的一部分。动词 νεμεσάω 的被动分词 νεμεσηθέντος 在此意为“招致天谴/神怒”,介词短语 ἐφ’ οἷς 则是 ἐπὶ τούτοις ἅ 的关系词缩略,整句意为“因对底比斯人夸耀不逊而遭受天谴”。
