← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§99.23-101.8

引导至虚妄与悖论的诡辩提问技巧

对亚里士多德《诡辩篇》第12章开端(172b9–172b22)的注释。阐释了在诡辩家的五大目标中,用来诱发“虚妄”和“悖论”的提问技巧(包括隐瞒、不明确论题、多问、假装求教以及故意偏离论题)及其特征。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.71

" Καὶ περὶ μὲν τῶν ἐλέγχων εἴρηται τῶν φαινομένων." Πέντε τινῶν στοχάζεσθαι κατ’ ἀρχὰς τῆς παρούσης πραγματείας ἔφη τοὺς σοφιστάς, τοῦ πειρᾶσθαι ἐλέγχοντας φαίνεσθαι καὶ τοῦ εἰς ψεῦδος ἄγειν τὸν προσδιαλεγόμενον, τοῦ παράδοξον αὐτὸν ἐλέγχειν λέγοντα, τέταρτον σολοικίζειν ποιεῖν καὶ πέμπτον ἀδολεσχοῦντα ἀποδεικνύειν τὸν ἀποκρινόμενον. καὶ περὶ μὲν τοῦ πῶς σπουδάζουσιν ἔλεγχον φαινόμενον ποιεῖν εἴρηκε, καὶ τὸν λόγον συγκεφαλαιούμενος καὶ αὐτὸς τοῦτο δηλοῖ· λέγει γὰρ περὶ μὲν οὖν τῶν φαινομένων ἐλέγχων εἴρηται. νῦν δέ, ὃ δεύτερον αὐτοῖς σπουδάζεται (ἔστι δὲ τοῦτο τὸ ἀποδεικνύναι ψευδόμενον τὸν προσδιαλεγόμενον), διέξεισι, καὶ φησὶ πρῶτον μὲν γίνεσθαι τοῦτο ἐκ τοῦ πυνθάνεσθαί πως, τουτέστι κρυπτικῶς. οὐ γὰρ ἁπλῶς τις προάγων τὴν ἐρώτησιν ἐλέγξει ψευδόμενον τὸν ἀποκρινόμενον· ἐκ δὲ τοῦ πῶς ἐρωτᾶν, τουτέστι μετ’ ἐπικρύψεως, καὶ διὰ τῆς τοιᾶσδε ἐρωτήσεως συμβαίνει τοῦτο μάλιστα· τὸ γὰρ μὴ ὑποθέμενον πρόβλημα ὡρισμένον ποιεῖσθαι τὴν ἐρώτησιν1 θηρευτικόν ἐστι τοῦ σπουδαζομένου. οἷον εἴ τις θέλων κατασκευάσαι καλὸν τὸ ἐν ἀγορᾷ συνουσιάζειν μὴ ἁπλῶς ὁρίσαιτο τὸ λεγόμενον, ἀλλ’ οὕτω πως εἴπῃ κρυπτικῶς ‘ἆρά γε ὃ ἁπλῶς καλόν, καὶ πῇ οὐκ ἔσται καλόν;’· εἶτα τοῦτο δόντος τοῦ ἀποκρινομένου κατασκευάζεται ὃ βούλεται ὁ ἐρωτῶν. ὅταν γὰρ μὴ ὡρισμένον ᾖ τὸ περὶ οὗ ὁ ἐρωτῶν βούλεται συλλογίσασθαι, ἁμαρτάνουσιν οἱ ἀποκρινόμενοι εἰκῆ λέγοντες. οὐ μὴν ἀλλὰ κἂν ὡρισμένον εἴη τὸ πρόβλημα, ἔσται πάλιν τὸ εἰς ἄδοξον ἀγαγεῖν τὸν ἀποκρινόμενον, εἴ τις πολλὰ ἐρωτᾷ. καὶ ἔοικεν ἐλλειπτικὴ εἶναι ἡ λέξις· εἴη δ’ ἂν ὁλόκληρος, εἰ οὕτως ληφθείη· τό τε ἐρωτᾶν πολλά, κἂν ὡρισμένον ᾖ πρὸς ὃ διαλέγεται, εἰς ἄδοξον δύναται ἀγαγεῖν. ἐπὶ τούτῳ καὶ τοῦτο κατορθοῖ τὸ σπουδαζόμενον, τὸ ἀξιοῦν τὸν ἀποκρινόμενον λέγειν τὰ δοκοῦντα τοῖς πολλοῖς. πλὴν ὅταν ᾖ, φησίν, ὡρισμένον τὸ πρόβλημα, ἧττον κακουργεῖν οἱ σοφιστεύοντες δύνανται, κἂν πολλά τινα ἐρωτῶσιν· ἧττον γὰρ ἀπατηθήσεταί τις παρὸ πρότερον, ὅταν ἀόριστον καὶ ἄγνωστον εἴη τῷ ἀποκρινομένῳ τὸ πρὸς ὃ διαλέγεται.2 πῶς δέ, φησίν, ἧττονα τότε δύνανται κακουργεῖν, διότι, εἰ οἶδεν ὁ ἀποκρινόμενος τὸ πρόβλημα, εἰ ἐναχθείη εἰς ἄτοπόν τι παρὰ τοῦ ἐρωτῶντος, εὐθὺς ἀπαιτεῖ καὶ φησὶ τί τοῦτο πρὸς τὸ προκείμενον;’.

“关于表面上的论驳,已经谈过了。” 在本著作的开端,他说诡辩家们瞄准五种目标:试图显得在进行论驳,将对话者引向虚妄,论驳他说出了悖论,第四是使他犯文法错误,第五是证明回答者在胡话连篇。关于他们如何竭力制造表面上的论驳,他已经谈过了,并且在总结论述时他自己也表明了这一点;因为他说:“那么,关于表面上的论驳,已经谈过了。”而现在,他详述他们所追求的第二件事(这就是证明对话者说假话),并说首先这是通过以某种方式提问,即隐蔽地提问而产生的。因为一个人绝非单纯直率地提出问题就能论驳回答者说假话;而是通过以某种方式提问,即带着隐瞒,并通过这样的提问,这种情况最容易发生。因为不设定明确的论题而提出问题,最利于捕捉所追求的目标。例如,如果有人想要确立在广场上交合是善美的,他并不简单地界定所说的事情,而是隐蔽地这样说:“凡是单纯善美的事物,在某方面岂不也会是善美的吗?”;随后,当回答者承认了这一点时,提问者所希望的就得到了确立。因为凡是提问者想要推论的对象尚未被限定时,回答者们就会因信口开河而犯错。不仅如此,即使论题是明确的,如果一个人提出许多问题,把回答者引向悖论的情况仍会再次发生。这句话似乎是有所省略的;但如果这样理解,它就会是完整的:“提出许多问题,即使他与之辩论的论题是明确的,也能够引向悖论。”除此之外,要求回答者说出大众所认为的意见,也能达成所追求的目标。然而他说,当论题是明确的时候,行诡辩者们即使提出许多问题,也不太能够施展诡计;因为比起此前当他与之辩论的论题对回答者而言是不定且未知的时候,一个人被欺骗的程度要小。他说,为什么他们那时不太能够施展诡计呢?这是因为如果回答者知道论题,即便被提问者引向了某种荒谬,他也会立刻提出要求并说:“这与当前提出的论题有什么关系?”

§1.72

"Στοιχεῖον δὲ τοῦ τυχεῖν ἢ ψεύδους τινός." Ὅπερ ἄνωθεν ἔλεγε, καὶ ἔτι τὸ αὐτό φησι. σαφέστερον δὲ νῦν τὸν λόγον μεταχειρίζεται λέγων ἀρχὴν εἶναι καὶ οἱονεὶ στοιχεῖον τοῦ ἐλέγξαι τινὰ ψεῦδος ἢ ἄδοξον λέγοντα τὸ μὴ δῆλον ποιεῖν τὸ βούλημα μηδὲ τὸ πρόβλημα τιθέναι καὶ ἐρωτᾶν, ἀλλὰ λέγειν μὴ πειραστικῶς διαλέγεσθαι, ἐρωτᾶν δὲ χάριν μαθήσεως· τὸ γὰρ λέγειν σε μαθητείας χάριν προσδιαλέγεσθαι πολλὴν παρέξει ἀφθονίαν εἰς τὸ ἀπατῆσαι αὐτὸν μὴ προορῶντα τὸ συμβησόμενον. ἔτι πρὸς τὸ ψευδῶς τινα ἀπελέγχειν μέθοδος ἥδε, ἥτις καὶ σοφιστική ἐστι· τὸ γὰρ τιθέναι τι πρόβλημα, εἶτα τούτου μὲν ἀναχωρεῖν ἐπ’ ἄλλα δέ τινα κατατρίβειν μὴ ἀναγκαῖα τῷ προβλήματι λόγων δ’ εὐπορίαν τῷ ἐρωτῶντι διδόντα3 σοφιστικὸν ἔργον ἐστίν. ἔστι δὲ τοῦτο ποιεῖν καὶ καλῶς καὶ τοὐναντίον· εἰ μὲν γὰρ πρὸς ἀναγκαῖα τῷ προβλήματι τὸν λόγον μετέφερον, καλῶς ἂν ἐποίουν· νῦν δὲ μὴ ποιοῦντες οὕτως οὐ δοκοῦσι καλῶς ποιεῖν τὴν μεταφοράν. ὡς γὰρ ἐν τοῖς Τοπικοῖς ἐδίδαξε, χάριν τεσσάρων ἀναχωρεῖ τις τοῦ προβλήματος, ἢ χάριν κρύψεως ἢ χάριν ὄγκου ἢ “ἐπαγωγῆς χάριν τοῦ δοθῆναι τὸ καθόλου” ἢ “πρὸς τὸ σαφέστερον γενέσθαι τὸν λόγον”. εἰ δὲ μηδὲν τούτων γένηται, οὐ καλῶς τέ εἰσι τὰ τοιαῦτα εἰλημμένα καὶ σοφιστική ἐστιν ἡ διάλεξις.

“达成某种虚妄或[悖论]的要素。” 他在上面所说的话,如今依然指同样的道理。但他现在更清楚地处理这个论述,说论驳某人说出虚妄或悖论的开端和犹如要素的东西,就是不表明自己的意图,也不确立论题进行提问,而是声称自己并非为了检验而交谈,而是为了求学而提问;因为声称你是为了求学而进行对话,将为欺骗那未能预见后果的人提供充足的便利。此外,为了虚假地论驳某人,还有这样一种也是诡辩式的方法:确立某个论题,随后却从中退出,把时间耗费在对论题而言并非必要、但给提问者带来言辞充裕的其他事物上,这是诡辩式的工作。做这件事既可以做得好,也可以做得相反;因为如果他们把论述转移到对论题而言必要的事物上,他们本会做得很好;但如今他们不这样做,似乎并没有把转移处理好。因为正如他在《论题篇》中所教导的那样,一个人退出论题是出于四种原因:或是为了隐蔽,或是为了铺陈,或是“为了归纳以便给出普遍者”,或是“为了使论述变得更清晰”。但如果这些都没有发生,那么此类做法就未被妥善采纳,而该辩论就是诡辩式的。

语法注3 条
  1. 1.71τὸ γὰρ μὴ ὑποθέμενον πρόβλημα ὡρισμένον ποιεῖσθαι τὴν ἐρώτησιν

    名词化的不定词短语 τὸ ... ποιεῖσθαι 作为全句的主语,谓语为 θηρευτικόν ἐστι。分词 ὑποθέμενον 为阳性单数宾格,与不定词未明言的泛指逻辑主语相一致,表示伴随状况或方式:“在不预设明确论题的情况下提出问题”。

  2. 1.71παρὸ πρότερον, ὅταν ἀόριστον καὶ ἄγνωστον εἴη τῷ ἀποκρινομένῳ τὸ πρὸς ὃ διαλέγεται

    比较结构 ἧττον ... παρό(παρὰ ὅ 的缩约形式),意为“比……更少”。它与紧随其后的 πρότερον(“此前”)以及 ὅταν 引导的从句(“当他与之辩论的事项对回答者而言是不定且未知时”)相结合,构成了已知/确定论题的情况与此前未知/不确定情况之间的对比。

  3. 1.72μὴ ἀναγκαῖα τῷ προβλήματι λόγων δ’ εὐπορίαν τῷ ἐρωτῶντι διδόντα

    分词 διδόντα 为中性复数宾格,与前项 ἄλλα τινά(“其他某些事物”)保持一致,并与 μὴ ἀναγκαῖα 构成并列。它修饰 κατατρίβειν(“消磨时间”)的宾语短语:“耗费在对论题而言并非必要、但给提问者带来言辞充裕的其他事物上”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:99.23-101.8