← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§101.9-102.17

利用流派悖论与言行相违将对手引向悖谬

注解者阐释了亚里士多德将对手引向悖论的技巧:其一是将对手所属哲学流派特有的悖谬论点隐秘置于前提之中(并给出了抵御该手法的方法),其二是利用人们公然表达的道德意见与内在隐秘愿望之间的对立。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.73

" Πάλιν πρὸς τὸ παράδοξα λέγειν σκοπεῖν." Πῶς ἄν τις εἰς τὸ φαινόμενον ψεῦδος τὸν ἀποκρινόμενον ἀπενέγκοι, εἰπὼν νῦν καὶ περὶ τῆς εἰς παράδοξον ἀπαγωγῆς φησιν. εἰ βούλει γάρ, φησί, ποιεῖν τὸν ἀποκρινόμενον παράδοξα λέγειν, σκόπει καὶ ἐξέταζε ὁποῖός τίς ἐστιν οὗτος καὶ ποίας αἱρέσεως καὶ ποίου δόγματος ἀντέχεται τῆς φιλοσοφίας, εἰ Περιπατητικός ἐστιν ἢ Στωικός· καὶ εἰ Περιπατητικὸς ἐστιν, ἐρεύνα ὅπερ εἶπον οὗτοι παράδοξον καὶ ἐναντίον τοῖς λοιποῖς, οἷον ὅτι πέμπτου σώματός ἐστιν ὁ οὐρανός, καὶ ἐρώτα τοῦτο, εἶτα παράγαγε τοὺς πολλούς· τούτοις γὰρ ἀνόητον πάντῃ καὶ παράδοξον τὸ τοιοῦτον φανεῖται. ὅτι δὲ ἑκάστη αἵρεσις ἔχει τι παράδοξον, ἐδήλωσεν εἰπὼν ἔστι γὰρ ἐν ἑκάστοις τι τοιοῦτον. ἀρχὴ δὲ καὶ τοῦ εἰς παράδοξον ἄγειν τὸν ἀποκρινόμενον τὸ μὴ ἁπλῶς καὶ ἀνακεκαλυμμένως καὶ φανερῶς καὶ χωρὶς ἐπικρύψεως τιθέναι τὰ τῶν αἱρέσεων παράδοξα ἀλλὰ μέσον τῶν προτάσεων·1 ἐπεὶ γάρ, εἰ ἐρωτηθείησαν ἀνέδην, ἴσως οὐκ ἂν αὐτὰς ὁμολογήσειαν διὰ τοὺς πολλούς, δεῖ τὰς παραδόξους τῶν οἷς προσδιαλεγόμεθα ὑπολήψεις, ἃς καὶ παρὰ τοὺς πολλοὺς δογματίζουσι, παραλαμβάνειν ἐν ταῖς προτάσεσιν. οὐκ ἦν δὲ ἄρα ὁ Σταγειρίτης εἰς τὸ παραδιδόναι μέθοδον τῇ ἀπάτῃ μόνον δεινός, ἀλλὰ καὶ λύσιν τούτου παρασχεῖν πολὺ δυνατώτερος.2 εἰ γοῦν τις, ὦ Περιπατητικέ, φησίν, εἰς παράδοξόν σε ἄγει πέμπτου σώματος τὸν οὐρανὸν λέγοντα, φάθι τούτῳ μὴ διὰ τὸν σὸν λόγον μηδὲ διὰ τὰς σὰς ἀποδείξεις τοῦτο συμβῆναι ἀλλὰ διὰ τοὺς πολλοὺς προκατειλημμένους ἑτέρῳ δόγματι· καὶ γὰρ καὶ πᾶς ὁ ἀγωνιζόμενος τοῦτο καὶ βούλεται, τὸ λέγειν μὴ δι’ ἑαυτὸν καὶ τὴν τούτου ἀπόκρισιν νομισθῆναι παράδοξον λέγειν ἀλλὰ διὰ τοὺς πολλούς.

“再次,着眼于让他们说出悖论来进行考察。” 在谈及一个人如何能够将回答者引向表面上的虚妄之后,他现在也论述了关于引向悖论的问题。因为他说,如果你希望使回答者说出悖论,就要考察并审视他是怎样的人,执着于哲学的哪一流派和哪种学说,是漫步学派还是斯多亚学派;如果他是漫步学派,就要探查他们说过的何种观点是悖谬且与其他人相反的,例如天是由第五元素构成的,并就此提问,随后引入大众;因为在大众看来,这样的事完全是愚蠢且悖谬的。至于每一个流派都有某种悖论,他通过说“因为在各学派中都有这类东西”表明了这一点。将回答者引向悖论的一个开端,还在于不要单纯、公开、明了且毫无隐瞒地提出各流派的悖论,而是要置于诸前提之中;因为,如果公开放肆地提问,他们由于顾忌大众或许不会同意这些观点,所以有必要在诸前提中纳入与我们对话之人的悖谬见解,即他们违背大众而主张的学说。由此看来,这位斯塔吉拉人不仅精于传授欺骗的方法,而且在为此提供解答方面要强大得多。他说,漫步学派啊,无论如何,如果有人在你主张天是由第五元素构成时将你引向悖论,你就对他说,这种情况的发生并非由于你的论证,也不是由于你的证明,而是由于大众预先被另一种学说所占据;因为事实上,每一个参与辩论的人也正希望如此,即表明自己被认为说出悖论并非由于他自己和他的回答,而是由于大众。

§1.74

"Ἔτι δ’ ἐκ τῶν βουλήσεων καὶ τῶν φανερῶν δοξῶν." Ἔτι περὶ τοῦ πῶς ἄν τις παράδοξα ποιήσῃ λέγειν τὸν ἀποκρινόμενον διδάσκει. φησὶν οὖν ὅτι, ἐπειδὴ ἄλλα μὲν πολλάκις βουλόμεθα, ἄλλα δὲ δοξάζομεν, οἷον βουλόμεθα μὲν πάντες πλουτεῖν, εὐεκτεῖν, δοξάζεσθαι, δοξάζομεν δὲ καλὸν εἶναι πένεσθαι καὶ νοσεῖν, ὁπόταν οὖν διαλέγῃ μετά τινος, σκόπει εἰ ἀπὸ τῶν βουλήσεων τῶν πολλῶν διαλέγεται· οἷον εἰ λέγει κατὰ τὴν τῶν πολλῶν βούλησιν καλὸν τὸ ζῆν ἡδέως, καλὸν τὸ πλουτεῖν αἰσχρῶς, ἐπιχείρει σὺ ἀπὸ τῶν φανερῶν δοξῶν φάσκων καλὸν εἶναι τὸ σωφρονεῖν, τὸ τεθνάναι καλῶς, τὸ πένεσθαι δικαίως· φαίνεται γὰρ ἅπασι τοῦτο. καὶ οὕτως εἰς παράδοξον ἄξεις τὸν προσδιαλεγόμενον, εἰ μὲν κατὰ τὰς βουλήσεις ἀπόκρισιν διδῷ, τὰς φανερὰς δόξας σοῦ ἀντιτιθέντος αὐτῷ, εἰ δὲ κατὰ τὰς φανερὰς δόξας ἀποκρίναιτο, ἀντιπαριστῶντος σοῦ τὰς ἀποκεκρυμμένας,3 τουτέστι τὰς βουλήσεις· ταύτας γὰρ κρυπτὰς καὶ ἀφανεῖς δόξας ἔχομεν.

“此外,依据意愿与公然的意见。” 他进一步传授关于一个人如何能够使回答者说出悖论。因此他说,既然我们常常意愿某些事,却主张另一些事——例如我们大家都意愿富有、身体健康、受人尊敬,却主张贫穷和患病是善美的——所以,每当你与某人交谈时,要考察他是否依据大众的意愿进行交谈;例如,如果他按照大众的意愿说快乐地生活是善美的、以可耻的方式富有是善美的,你就依据公然的意见发起攻击,声称节制、善终、合乎正义地受穷是善美的;因为在所有人看来这都是显然的。这样一来,你就会将对话者引向悖论:如果他按照意愿做出回答,你就将公然的意见置于其对立面;而如果他按照公然的意见回答,你就将隐藏的意见,即意愿置于其对立面;因为我们是将这些意愿作为隐秘而不显现的意见持有的。

语法注3 条
  1. 1.73ἀρχὴ δὲ καὶ τοῦ εἰς παράδοξον ἄγειν τὸν ἀποκρινόμενον τὸ μὴ ἁπλῶς καὶ ἀνακεκαλυμμένως καὶ φανερῶς καὶ χωρὶς ἐπικρύψεως τιθέναι τὰ τῶν αἱρέσεων παράδοξα ἀλλὰ μέσον τῶν προτάσεων

    句首的 ἀρχή 作表语名词,而带冠词的不定式短语 τὸ μὴ... τιθέναι 充当语法主语(系动词 ἐστί 被省略)。μέσον 作副词性或准介词用法,支配属格 τῶν προτάσεων,意为“在前提之中/之间”。

  2. 1.73οὐκ ἦν δὲ ἄρα ὁ Σταγειρίτης εἰς τὸ παραδιδόναι μέθοδον τῇ ἀπάτῃ μόνον δεινός, ἀλλὰ καὶ λύσιν τούτου παρασχεῖν πολὺ δυνατώτερος

    未完成过去时 ἦν 与小词 ἄρα 连用,表示事后意识到的事实或新认识到的真理(即所谓的哲学未完成时)。形容词 δεινός 由介词短语 εἰς τὸ παραδιδόναι 补充说明,而比较级 δυνατώτερος 则支配说明性/限定性不定式 παρασχεῖν。

  3. 1.74εἰ μὲν κατὰ τὰς βουλήσεις ἀπόκρισιν διδῷ, τὰς φανερὰς δόξας σοῦ ἀντιτιθέντος αὐτῷ, εἰ δὲ κατὰ τὰς φανερὰς δόξας ἀποκρίναιτο, ἀντιπαριστῶντος σοῦ τὰς ἀποκεκρυμμένας

    相对于主句动词 ἄξεις(将来时直陈语气),两个对比性条件分句的动词在连接语气(διδῷ)与祈愿语气(ἀποκρίναιτο)之间交替。每个分句中的属格绝对结构(σοῦ ἀντιτιθέντος / ἀντιπαριστῶντος σοῦ)表示达成该结果的手段或方式(“通过你将……置于其对立面”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:101.9-102.17