- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:98.17-99.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐释了亚里士多德在172a36–172b5中关于共有之物的多样性与不定性的论述,指出争辩家正因如此才不局限于特定学科而能在一切事物上进行欺骗并与作伪图者相对立,随后说明172b5以下考察与论驳诡辩的工作完全属于辩证法。
" Ἐπεὶ δέ ἐστι πολλὰ μὲν ταῦτα." Ἐπειδή, φησί, τὰ κοινὰ ταῦτα πολλά εἰσι καὶ ἐν πάσαις ταῖς τέχναις καὶ ταῖς ἐπιστήμαις ταῦτα εὑρίσκονται, οὐ τοιαῦτα δέ εἰσιν ὥστε μιᾶς τινος εἶναι φύσεως καὶ ὑφ’ ἓν ἀνάγεσθαι γένος (πῶς γὰρ ἂν καὶ ἀναχθείησαν;) καὶ διὰ τοῦτο οὐδ’ ὡρισμένα εἰσὶν ἀλλ’ οἷον αἱ ἀποφάσεις, τουτέστιν ἀόριστα (καὶ γὰρ αἱ ἀποφάσεις ἀόριστοί εἰσιν· ἡ γὰρ λέγουσα ἀπόφασις ‘τόδε οὐ λευκόν ἐστιν’ ἀόριστος), ἐπεὶ γοῦν τὰ μέν εἰσι κοινὰ καὶ ἀόριστα, εἰσὶ δέ τινα καὶ μὴ κοινὰ ἀλλ’ ἴδιά τινος ἐπιστήμης, δυνατόν ἐστιν1 ἐκ τούτων τῶν κοινῶν περὶ πάντων πεῖραν λαμβάνειν, καὶ ἔστι τις τέχνη ἡ ἀπὸ τῶν κοινῶν ἐπιχειροῦσα, καθὸ ὁμιλεῖ τε καὶ ἐρωτᾷ, οὐχὶ τοιαύτη δὲ οἷαί εἰσιν αἱ ἐπιστημονικαί. τὸ δὲ διόπερ ὁ ἐριστικὸς οὐκ ἔστιν οὕτως ἔχων καὶ τὰ ἑξῆς ἀποδοθήσεται μὲν καὶ πρὸς τὰ ἄνωθεν εἰρημένα· ἔλεγε γὰρ ἐν τοῖς προλαβοῦσιν, ὅτι ὁ ἐριστικὸς περὶ πολλὰ καταγίνεται ὡς ὁ διαλεκτικός, καὶ ὅτι οὐκ ἔχει ὁμοιότητα πρὸς τὸν διαλεκτικὸν τὴν αὐτὴν ἣν ὁ ψευδογραφῶν πρὸς τὸν γεωμέτρην, καὶ διὰ τοῦτο εὑρίσκεται καὶ ἐν τοῖς μαθήμασι. ῥηθήσεται δὲ καὶ πρὸς τὰ προσεχῶς εἰρημένα συναπτόμενον.2 καὶ ἔστι τὸ λεγόμενον τοιοῦτον, ὅτι οὐκ ἔστιν ὁ ἐριστικὸς οὕτως ἔχων πρὸς τὸν διαλεκτικὸν ὡς ὁ ψευδογραφῶν πρὸς τὸν γεωμέτρην· εἰ γὰρ ἦν τοῦτο καὶ ἦσαν ὡρισμένα αὐτοῦ τὰ ὑποκείμενα ὥσπερ δὴ καὶ τὰ τοῦ ψευδογραφοῦντος, οὐκ ἂν ἠδύνατο περὶ παντὸς τοῦ προτιθεμένου παραλογίζεσθαι· νῦν δὲ διὰ τοῦτο συμβαίνει ἀπατητικὸν εἶναι αὐτόν, διὰ τὸ περὶ πάντων ἐπιχειρεῖν.
“但是既然这些是多数。” 他说,既然这些共有之物是多数,并且在一切技艺与科学中都被发现,但它们并不具有属于单一性质并被归入同一属之下的特征(因为它们究竟怎能被归入呢?),并且因此也不是被限定的,而是犹如否定一般,即是不定的(因为否定确实是不定的;因为说“这个不是白色的”这一否定就是不定的)——至少既然一方面有些事物是共有且不定的,另一方面有些事物不是共有而是某一门科学固有的,那么凭借这些共有之物对一切事物进行检验便是可能的,并且存在着某种从共有之物出发进行论辩的技艺,就其进行交谈与提问而言确实如此,但并不像那些科学的技艺一样。“因此争辩家并不处于这种状态”以及接下来的话,既可以对照前文所说的内容来解释;因为他在前面的部分曾说过,争辩家如同辩证家一样从事于许多事物,并且他对辩证家并不具有作伪图者对几何学家所具有的那种相同相似性,因此他也在数学学科中被发现。但这也可以与紧接在前面的论述联系起来说明。所说的意思乃是这样:争辩家相对于辩证家的关系,并不像作伪图者相对于几何学家的关系;因为如果真是这样,并且他的底层主体像作伪图者的底层主体那样被限定了,他就不能够就提出的任何事物进行误推了;但如今他之所以成了欺骗者,正是由于他对一切事物都发起论辩。
"Τρόποι μὲν οὖν εἰσιν οὗτοι τῶν σοφιστικῶν ἐλέγχων." Εἰπὼν πόσοι εἰσὶν οἱ σοφιστικοὶ ἔλεγχοι, καὶ ἀναγαγὼν αὐτοὺς εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν καὶ πρὸς τοὺς διαιροῦντας αὐτοὺς εἰς τοὺς πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν ἀπομαχεσάμενος, ἔτι γε μὴν καὶ διαφορὰν πειραστικοῦ καὶ ἐριστικοῦ παραδούς, καὶ αὐτὸν δὲ αὖθις τὸν ἐριστικὸν εἰς τὸν σοφιστικὸν καὶ ἐριστικὸν διελὼν καὶ διαφορὰν ἑκατέρου ἀποδούς, νῦν μέλλων εἰπεῖν, πῶς οἱ σοφισταὶ ἐλέγχουσί τινα ψευδόμενον ἢ παράδοξα λέγοντα ἢ ἀδολεσχοῦντα ἢ σολοικίζοντα, πρῶτον τοῦτο λέγει, ὅτι3 ὁ διαλεκτικὸς δύναται θεωρῆσαι περὶ τῶν σοφισμάτων καὶ διακρῖναι ταῦτα καὶ ἐλέγξαι σοφίσματα ὄντα. τὸ γὰρ τάττειν τὰς προτάσεις καὶ συντιθέναι τῆς διαλεκτικῆς ἐστιν· εἰ γοῦν τοῦτο τῆς διαλεκτικῆς, λοιπὸν αὐτῆς καὶ τὸ κρίνειν τὰ σοφίσματα. ἅπασαν τοίνυν τὴν περὶ τῶν σοφιστικῶν ἐλέγχων θεωρίαν ἡ διαλεκτικὴ μέθοδος κέκτηται.
“那么,这些就是诡辩论驳的方式。” 在说明了诡辩论驳有多少种,并将它们归入对论驳的无知,以及反驳了那些把它们划分为针对语词的论驳和违背思想的论驳的人们之后,不仅如此,还阐明了检验者与争辩家的区别,并将争辩家本身再次划分为诡辩家与争辩家并说明了各自的区别,现在,由于他将要说明诡辩家如何将某人论驳到说假话、讲出悖论、胡话连篇或犯文法错误的地步,他首先说道:辩证家能够考察诸诡辩,辨别它们,并论驳它们乃是诡辩。因为安排前提并加以组合乃属于辩证法;既然这属于辩证法,那么判定诸诡辩随之也属于辩证法。因此,辩证的方法拥有关于诡辩论驳的全部考察。
- 1.69ἐπεὶ γοῦν τὰ μέν εἰσι κοινὰ καὶ ἀόριστα, εἰσὶ δέ τινα καὶ μὴ κοινὰ ἀλλ’ ἴδιά τινος ἐπιστήμης, δυνατόν ἐστιν
在以 Ἐπειδή 开头并在其中插入多重括号说明((πῶς γὰρ...) 和 (καὶ γὰρ...))的长句之后,句意通过 ἐπεὶ γοῦν 进行复述与承接,从而顺利引出主句 δυνατόν ἐστιν。
- 1.69τὸ δὲ διόπερ ὁ ἐριστικὸς οὐκ ἔστιν οὕτως ἔχων καὶ τὰ ἑξῆς ἀποδοθήσεται μὲν καὶ πρὸς τὰ ἄνωθεν εἰρημένα... ῥηθήσεται δὲ καὶ πρὸς τὰ προσεχῶς εἰρημένα συναπτόμενον
带定冠词的引文 τὸ δὲ διόπερ... 充当被动动词 ἀποδοθήσεται 与 ῥηθήσεται 的主语。这一句式说明了该引句在结构上具有双重解释脉络:既可关涉更早的前提论述(ἄνωθεν),亦可紧承紧邻的前句(προσεχῶς)。
- 1.70Εἰπὼν πόσοι εἰσὶν οἱ σοφιστικοὶ ἔλεγχοι... νῦν μέλλων εἰπεῖν... πρῶτον τοῦτο λέγει, ὅτι
整段长句的骨干由主句动词 λέγει 的未明示主语(亚里士多德)统领。一系列总结前文论述的不定过去时分词(Εἰπών, ἀναγαγών, ἀπομαχεσάμενος, παραδούς, διελών, ἀποδούς)与引入后续论题的现在分词 μέλλων 依次递进,最终落在主句 πρῶτον τοῦτο λέγει, ὅτι... 上。
