- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:97.1-98.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德172a23–172a27,借助诉讼与合伙结账的日常事例,论证了即便缺乏专门知识的外行彼此之间也能基于普遍共通的后果进行推论和检验,并由此得出检验术并不属于任何确定的专门科学,而是涉及一切事物。
" Ἔξεστι γὰρ πεῖραν λαβεῖν καὶ τὸν μὴ εἰδότα τὸ πρᾶγμα τοῦ μὴ εἰδότος, εἴπερ καὶ δίδωσιν οὐκ ἐξ ὧν οἶδεν οὐδὲ ἐκ τῶν ἰδίων ἀλλ’ ἐκ τῶν ἑπομένων, ὅσα τοιαῦτά ἐστι." Τὸ προειρημένον κατασκευάζει τὸ ὅτι “καὶ μὴ εἰδώς” τίς ἐστι πειραστικός. ὥσπερ γὰρ δικάζονταί τινες ἀτέχνως καὶ δίχα τῆς τῶν νόμων γνώσεως καὶ πεῖραν λαμβάνουσιν ἀλλήλων περὶ οὗ δικάζονται, πῶς ἔχουσι πιθανότητα πρὸς τὸ πρᾶγμα, καὶ λόγους ἐκφέρουσι μηδὲ ὄναρ γευσάμενοι ῥητορικῆς, οὕτω καὶ συλλογίζονται· καὶ γὰρ καὶ ὁ μὴ εἰδὼς παρὰ τοῦ μὴ εἰδότος ἐρωτῶν καὶ λαμβάνων συλλογίζεται καίπερ ἀγνοῶν τί ἐστι συλλογισμός. συλλογίζεται οὖν καὶ πεῖραν λαμβάνει ὁ μὴ εἰδὼς [παρὰ] τοῦ ὁμοίως αὐτῷ μὴ εἰδότος· ἐκείνου γὰρ διδόντος συνάγει τι οὗτος ἐκ τῶν δοθέντων· τοῦτο δὲ τρόπον τινὰ συλλογίζεσθαί ἐστιν. εἰσὶ γάρ τινα λίαν ἐναργῶς ἑπόμενά τισιν, ὧν διδομένων μὲν παρὰ τοῦ ἀποκρινομένου λαμβανομένων δὲ παρὰ τοῦ ἐρωτῶντος ἐπάγεταί τι ὕστερον ὡς συμπέρασμα. καὶ ἔξεστι τούτου πίστιν λαβεῖν τῷ προσέχοντι τοῖς πολλοῖς, καὶ μάλιστα τοῖς κοινωνοῦσί τινων καὶ λόγους διδόντων καὶ λαμβανόντων1 τῆς κοινωνίας. ἔστιν οὖν ὁ πᾶς τοῦ λεγομένου σκοπὸς τοιοῦτος, ὅτι ἔξεστι καὶ τῷ μὴ εἰδότι τὴν ἀντίφασιν (ταύτην γὰρ πρᾶγμα λέγει) ἀπόπειραν λαβεῖν τοῦ μὴ εἰδότος αὐτήν, ἐπεὶ καὶ δίδωσιν οὐκ ἐξ ὧν οἶδεν ὡς ἐπιστήμην ἔχων καὶ τῶν οἰκείων τῇ ἐπιστήμῃ, ἀλλ’ ἐκ τῶν κοινῶν καὶ συνήθων τοῖς πᾶσιν, ἃ εἰδώς τις οὐκ οἶδε τὴν τέχνην. ἔστι δὲ καὶ τὸ διὰ τούτου λεγόμενον τοιοῦτον· οὐδὲν κωλύει τὸν εἰδότα τὰ ἑπόμενα τῷ πράγματι, περὶ οὗ τὴν πεῖραν λαμβάνει, τὴν τέχνην ἀγνοεῖν,2 ὥσπερ καὶ οἱ ἐμπειρικοὶ τῶν ἰατρῶν. οὐδὲν οὖν κωλύει τὴν τέχνην ἀγνοεῖν, ἀλλ’ ἐνδέχεται καὶ γινώσκειν καὶ ἀγνοεῖν· ὁ δὲ μὴ εἰδὼς τὰ ἑπόμενα ἐξ ἀνάγκης ἀγνοεῖ καὶ τὴν τέχνην. ἔστι δὲ ὁ μὲν τὰ ἑπόμενα θεωρῶν καὶ τὴν τέχνην εἰδὼς ὁ διαλεκτικός· ὁ γὰρ μετὰ τέχνης πειράζων ὁ διαλεκτικός· ὁ δὲ τὴν τέχνην μὲν ἀγνοῶν τὰ δὲ ἑπόμενα εἰδὼς ὁ ἐριστικός.
“因为甚至一个不通晓该事物的人,也可能对不通晓的人进行检验,只要他所作的让步并非来自他所知之物,亦非来自固有的前提,而是来自必然伴随的后果,即凡属此类的一切事物。” 他正在确立前文所说的论点,即有人“即使不知晓”也是检验者。因为正如某些人在没有技艺、不通晓法律的情况下进行诉讼,就他们所争议的事情互相试探,考察他们在该事物上具有怎样的说服力,并且在连做梦都未曾涉猎修辞术的情况下发表言论,他们同样也进行推论。因为实际上,不知晓的人向另一个不知晓的人提问并接受前提,尽管不明白推论究竟是什么,他也进行了推论。因此,不知晓的人推论并检验那个与他同样不知晓的人;因为在那个人做出让步时,这个人就从被给予的前提中推导出了某个结论;而这在某种程度上就是进行推论。因为有些事物极其显然地随另一些事物而来,当这些事物由回答者给予、由提问者接受时,随后便会得出某个作为结论的事物。只要留意大众,尤其是留意那些共同合伙、并就其合伙关系互相对账与接受账目的人,便能够确信这一点。因此,所说之话的全部目的就在于:对于不知晓矛盾(因为他把矛盾称为“事物”)的人来说,对不知晓它的人进行试探也是可能的;因为他让步时,并非作为拥有科学知识的人从他所知之物出发,亦非从科学的固有前提出发,而是从人所共有且对众人熟知的事物出发,通晓这些事物的人并不通晓该技艺。通过这段话所说的意思也是如此:通晓关于他进行检验之事的后果的人,完全不排除他并不通晓该门技艺,就像经验派医生一样。因此,并不妨碍他不知晓该技艺,甚至既可能知晓也可能不知晓;但不知晓那些后果的人,必然也同样不知晓该技艺。而考察后果并通晓该技艺的人,乃是辩证家;因为凭借技艺进行检验的人乃是辩证家;至于不知晓该技艺却通晓后果的人,则是争辩家。
"Ὥστε φανερὸν ὅτι οὐδενὸς ὡρισμένου ἡ πειραστικὴ ἐπιστήμη ἐστί." Τὸν περὶ πειραστικοῦ καὶ διαλεκτικοῦ λόγον συμπεραινόμενος φησὶν ὅτι ὥσπερ ἡ διαλεκτικὴ οὐχ ὡρισμένα ἔχει τὰ ὑποκείμενα, οὕτως οὐδ’ ἡ ταύτην ὑποδυομένη πειραστική· διὸ καὶ περὶ πάντα ἐστίν. ἔπειτα καὶ τὴν αἰτίαν ἀποδίδωσι δι’ ἣν περὶ πάντων θεωρεῖ ὁ πειραστικός. καὶ φησὶν ὅτι εἰσί τινα κοινὰ καὶ πᾶσι γνώριμα, ἃ οὐδὲ ἀφωρισμένης μιᾶς τινός ἐστιν ἐπιστήμης, οἷον τὸ ‘ὕβρισας τὸν δεῖνα ἢ οὔ;’ καὶ ‘συνεγένου τῇ τούτου φίλῃ ἢ οὔ;’ καὶ ‘εἰ μὲν ἐμοίχευσας, ἕπεται τόδε, εἰ δὲ μή, τόδε.’ ὅτι δ’ ἅπαντες μετέχουσι τῶν κοινῶν, σημεῖόν φησιν εἶναι τὸ πάντας μέχρι τινὸς καὶ ὑπέχειν λόγον καὶ ἀπολογεῖσθαι ἐπιχειρεῖν. τὸ δὲ τρόπον τινὰ προσέθηκε δεικνύων3 ὅτι τὰ κοινὰ ταῦτα, κἂν εἰ ἅπαντες γινώσκωσιν, ἀλλ’ οὖν οὐχ ὁμοίως· ὁ μὲν γὰρ διαλεκτικὸς οἶδεν ὅτι τὸ ἐρωτώμενον ἀντίφασις, καὶ ὡς ἀνάγκη θάτερον εἶναι ἀληθές· ὁ δὲ πολὺς ὄχλος ἀτέχνως προΐσχεται τὴν ἐρώτησιν. περὶ δὲ τῆς ἀτέχνου ταύτης πειραστικῆς καὶ ἐν τοῖς εἰς τὴν Ῥητορικὴν πονηθεῖσι διειλήφειμεν. τὰ γοῦν κοινὰ ὄντα, εἰ καὶ ἀνεπιστήμονές εἰσι καὶ δοκοῦσιν ἔξω λέγειν τῆς ἐπιστήμης, ἀλλ’ οὖν ἴσασιν οἱ πολλοί, [καὶ] κἂν ἀτέχνως μετέχωσι τούτου· λέγουσι γάρ, ὡς πολλάκις εἰρήκαμεν, τὴν ἀντίφασιν, ἧς ἐντέχνως μετέχει ὁ διαλεκτικός.
“从而显而易见,检验术并不是关于任何确定对象的科学。” 在结束关于检验者与辩证家的讨论时,他说,正如辩证法没有确定的底层主体一样,戴上辩证法面具的检验术也没有;因此检验术也是关于一切事物的。随后他也给出了检验者为何考察一切事物的原因。他说,存在着某些为人所共有且对众人熟知的事物,它们并不属于任何某一门被限定的科学,例如“你侮辱了某人,还是没有?”,“你与这个人的情妇同居了,还是没有?”,以及“如果你犯了通奸罪,这便随之而来;如果不是,那便随之而来”。他说,所有人都分有这些共有之物,其标志在于所有人都在某种程度上尝试维持论辩和进行自辩。而他添加了“在某种程度上”一句,乃是为了表明:即便所有人都在认识这些共有之物,但他们并不是以同样的方式认识的;因为辩证家知道所问之物乃是矛盾,并且其中一方必然为真;而普通大众则是毫无技艺地提出这一问题的。关于这种无技艺的检验术,我们在为《修辞学》所撰写的著作中也曾作过探讨。无论如何,即使大众缺乏专门知识,看似在科学之外说话,他们却仍然知晓那些共有之物,即便他们毫无技艺地分有此物;因为正如我们屡次说过的那样,他们说出的是矛盾,而辩证家则是凭借技艺来分有这矛盾的。
- 1.67καὶ λόγους διδόντων καὶ λαμβανόντων
属格复数现在分词 διδόντων καὶ λαμβανόντων 在语义上承接前文的与格短语 τοῖς κοινωνοῦσί τινων(“那些处于合伙关系中的人”),但在格上发生了语法破格(anacoluthon)或受独立属格结构影响,未严格保持与格一致。
- 1.67οὐδὲν κωλύει τὸν εἰδότα τὰ ἑπόμενα τῷ πράγματι, περὶ οὗ τὴν πεῖραν λαμβάνει, τὴν τέχνην ἀγνοεῖν
非人称动词 οὐδὲν κωλύει(“并不妨碍……”)统领一个宾格加不定式结构,其中 τὸν εἰδότα τὰ ἑπόμενα... 为不定式的主语宾格,ἀγνοεῖν 为不定式,二者之间插入了关系从句 περὶ οὗ τὴν πεῖραν λαμβάνει。
- 1.68τὸ δὲ τρόπον τινὰ προσέθηκε δεικνύων
中性单数宾格定冠词 τὸ 将亚里士多德原文中的副词短语 τρόπον τινά(“在某种程度上”)名词化并予以引用,作为动词 προσέθηκε(“他添加了”)的直接宾语。
