← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§95.22-96.30

第一原理的不可问性与普遍检验术的性质

注解亚里士多德《诡辩篇驳斥》第11章172a18–21,阐明如果辩证家进行证明,就绝不会对第一原理提出质问,并解释了与辩证法并列的、即使无知者亦可在所有领域施行的普遍检验术的性质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.65

" Εἰ δὲ ἐδείκνυεν, εἰ καὶ μὴ πάντα, ἀλλὰ τά γε πρῶτα.1" Εἰπὼν ὅτι ἡ διαλεκτικὴ ἐρωτητική ἐστι καὶ διὰ τοῦτο οὐκ ἀποδεικτική (ὁ γὰρ ἀποδεικνὺς οὐκ ἐρωτᾷ, ὅτι μηδὲ τὴν ἀντίφασιν συλλογίζεται, ἀλλὰ λαμβάνει τὸ ἀληθές), νῦν αὐτὸ τοῦτο πάλιν κατασκευάζει, ὅτι οὐκ ἀποδεικνύει ὁ διαλεκτικός. φησὶ γὰρ εἰ δὲ ἐδείκνυεν, οὐκ ἂν ἠρώτα, εἰ καὶ μὴ πάντα, ἀλλὰ τά γε πρῶτα καὶ τὰς οἰκείας ἀρχάς. τὸ γὰρ ἑξῆς τῆς λέξεως, ἂν πλῆρες, τοιοῦτον. εἰ ἐδείκνυε, φησίν, ὁ διαλεκτικός, οὐκ ἂν ἠρώτα. διὰ τί; ὅτι “οὐκ ἐρωτᾷ ἀλλὰ λαμβάνει ὁ ἀποδεικνύων”, ὡς ἐν τοῖς Ἀναλυτικοῖς εἴρηται. ὥστε ἢ περὶ οὐδενὸς ἂν ἠρώτα ὅλως, ἀλλὰ τὰ οἰκεῖα τοῦ δεικνυμένου λαμβάνων συνεπέραινεν ἄν τὸ προκείμενον, ἢ εἴπερ ὅλως ἠρώτα, ἀλλ’ οὖν περὶ τῶν πρώτων καὶ τῶν οἰκείων ἀρχῶν οὐκ ἂν ἠρώτα καὶ ἀπό τινων ἐνδόξων συνελογίζετο καὶ ῥοπὴν ἐδίδου πρὸς συγκατάθεσιν αὐτῶν· οὐδεμία γὰρ ἐπιστήμη περὶ τῶν οἰκείων διαλέγεται ἀρχῶν, ἀλλ’ ὡς οὕτως ἐχούσαις χρωμένη τὸ ἑξῆς συμπεραίνεται. ὅτι δὲ καὶ τὰς ἀρχὰς ὁ διαλεκτικὸς συλλογίζεται, δῆλον· λαμβάνει γὰρ οὕτως· πᾶν πέρας μιᾷ διαστάσει λείπεται οὗ ἐστι πέρας, ὥστε καὶ ἡ στιγμὴ πέρας οὖσα γραμμῆς μιᾷ διαστάσει ἀπολειφθήσεται τῆς γραμμῆς· ἐπεὶ δὲ ἡ γραμμὴ ἐφ’ ἓν διαστατή, ἡ στιγμὴ ἔσται ἀδιάστατος καὶ ἀμερής. τὸ δὲ μὴ διδόντος γὰρ οὐκέτ’ ἂν εἶχεν ἐξ ὧν διαλέξεται2 τοιοῦτόν ἐστιν· εἰ γὰρ ἀποδεικνύουσα μὴ ὡς ἀληθέσιν οὔσαις ἐχρῆτο ταῖς ἀρχαῖς, ἀλλ’ ἠρώτα, οἷον, εἰ οὕτως ἔτυχεν, ἆρά γε αἱ ἀπὸ τοῦ κέντρου ἴσαι ἀλλήλαις εἰσίν, ὁ δὲ ἀποκρινόμενος ἀπέφησεν, οὐκ ἂν εἶχεν ἐξ ὧν ἔτι διαλέξεται καὶ δείξει ὅτι εἰσὶν ἴσαι· εἰ γὰρ αἱ δείξεις ἐκ τῶν προτέρων καὶ αἰτίων, τῶν δὲ ἀρχῶν οὐδέν ἐστι πρότερον, οὐκ ἂν εἶχε δεῖξαι ὅτι ἴσαι εἰσίν. ὥστε διὰ ταῦτα οὐκ ἐρωτῶσιν οἱ ἀποδεικνύντες. ἐπεὶ οὖν ὁ μὲν δεικνύων οὐκ ἐρωτᾷ, ὁ δὲ διαλεκτικὸς ἐρωτᾷ, ὁ διαλεκτικὸς οὐ δεικνύει. ὁ συλλογισμὸς ἐν δευτέρῳ σχήματι· οὐδεὶς δεικνύων ἐρωτᾷ, πᾶς διαλεκτικὸς ἐρωτᾷ, καὶ τὸ συμπέρασμα δῆλον.

“如果他进行证明,即使并非关于所有事物,至少关于第一原理[他是不会提问的]。” 在指出辩证法是提问性的并因此是非证明性的之后(因为证明者并不提问,因为他并非要推论出矛盾的任意一方,而是直接接受真实),他现在再次确立这一论点本身,即辩证家并不进行证明。因为他说,如果他进行证明,即使并非关于所有事物,至少关于第一原理和固有的本原他是不会提问的。因为文句的接续若完整,乃是如此:他说,如果辩证家进行证明,他就不会提问。为什么?因为正如在《分析篇》中所说,“证明者不提问,而是直接接受”。因此,要么他根本完全不提问,而是通过接受被证明之物所固有的前提来推导出提出的论点;要么即使他真要提问,至少关于第一原理和固有的本原他是不会提问的,也不会从某些通俗意见出发去推论并促成对这些本原的赞同;因为没有任何一门科学会论及它自己的固有本原,而是将它们作为确切如此之物来使用,从而推导出其后的结论。而辩证家甚至推论本原,这一点也是清楚的;因为他是这样设定的:凡界限都在维度上比它作为其界限之物少一维,从而点既然是线的界限,就会在维度上比线少一维;而既然线是一维延展的,点便会是无维度的且不可分的。而“因为如果对方不给与,他便不再拥有据以讨论的依据”这句文句乃是如此意思:因为如果一门证明性的科学不把本原作为真实之物来使用,反而提出问题,例如(若碰巧是这样)“从圆心出发的线是否彼此相等?”,而回答者予以否定,它便不再拥有据以继续讨论并证明它们相等的依据;因为如果证明是从在先者和原因出发的,而没有任何东西先于本原,它便不可能证明它们是相等的。因此,由于这些原因,证明者并不提问。所以,既然证明者不提问,而辩证家提问,辩证家便不进行证明。该推论是在第二格中:没有证明者提问;所有辩证家提问;结论是显而易见的。

§1.66

"Ἡ δ’ αὐτὴ καὶ πειραστική." Εἰπὼν τὴν διαλεκτικὴν περὶ πολλὰ καταγίνεσθαι, νῦν φησιν ὅτι ἡ αὐτὴ δέ ἐστι τῇ διαλεκτικῇ καὶ ἡ πειραστική· περὶ πολλὰ γὰρ καὶ αὕτη καταγίνεται. πειραστικὴν δὲ ἐνταῦθα λέγει οὐχὶ τὴν ἐν τοῖς μαθήμασι γινομένην (αὕτη γὰρ ἐν μόνοις τούτοις ἐστίν) ἀλλά τινα ἄλλην καθόλου καὶ ἐν μαθήμασι καὶ ἐν ταῖς ἄλλαις τέχναις εὑρισκομένην καὶ τὸ προσωπεῖον τῆς διαλεκτικῆς ὑποδυομένην καὶ ἐπιχειροῦσαν περὶ παντὸς τοῦ προτεθέντος, ὡς καὶ ἡ διαλεκτική, πλὴν οὐκ ἐπιστημόνως καὶ αὕτη ἐπιχειρεῖ, ὡς ἡ ἐν τοῖς μαθήμασι πειραστική, ἀλλὰ φαινομένως τε καὶ τὸ ὅλον ὡς ἔτυχε. καὶ ὅτι τοιαύτη ἐστί, φησίν, ἡ πειραστική, πρόδηλον ἐξ ὧν ἐπάγει· οὐ γὰρ ἡ πειραστική, φησί, περὶ ἕν τι καταγίνεται, ὡς ἡ γεωμετρία, ἀλλὰ τοιαύτη ἐστὶν ἣν ἄν ἔχοι καὶ μὴ εἰδώς τις, ὅπερ τοιοῦτόν ἐστι· πολλάκις τινὲς ἀλλήλους πειράζοντες ἐρωτῶσιν, ὁ ἀδικηθεὶς τὸν ἀδικήσαντα, ‘δέδωκά σοι τόδε ἢ οὔ; ἐποίησας τοῦτο ἢ οὔ;’· ἰδοὺ οὖν ἐνταῦθα μὴ εἰδώς τις τὴν ἀντίφασιν διὰ ταύτης πειράζει.

“而同一种术也是检验术。” 在指出辩证法涉及许多事物之后,他现在说检验术与辩证法也是同一种术;因为检验术也涉及许多事物。但他在此时所说的检验术,并非在各门专门学科中发生的检验术(因为那种检验术只存在于这些学科中),而是在各门专门学科中以及在其他技艺中都被普遍发现的另一种普遍的检验术;它戴上辩证法的面具,并像辩证法一样对任何提出的论题展开考察,只是它并非像专门学科中的检验术那样以科学的方式考察,而是表面地且大体上偶然地进行考察。他说,检验术具有此种性质,从他随后所补充的论述中便极易明了;因为他说,检验术不像几何学那样涉及某种单一的事物,而是某种甚至一个不具有知识的人也能够掌握的技艺。这就像下面的情况:人们在互相试探时经常提问——受害者质问侵害他的人:“我是给了你这个,还是没有?你做了这件事,还是没有?”看哪,在这里,一个不知道矛盾的人便通过它进行了检验。

语法注2 条
  1. 1.65Εἰ δὲ ἐδείκνυεν, εἰ καὶ μὴ πάντα, ἀλλὰ τά γε πρῶτα.

    亚里士多德的原文(引句)是一个省略句,只给出了假定从句(protasis),而省略了归结从句(apodosis)。亚历山大在随后的注解中指出“τὸ γὰρ ἑξῆς τῆς λέξεως, ἂν πλῆρες, τοιοῦτον. εἰ ἐδείκνυε... οὐκ ἂν ἠρώτα”,补充了与事实相反的归结从句“οὐκ ἂν ἠρώτα”(他便不会提问),从而理清了完整的句式结构。

  2. 1.65τὸ δὲ μὴ διδόντος γὰρ οὐκέτ’ ἂν εἶχεν ἐξ ὧν διαλέξεται

    此处引用并解释亚里士多德(172a19–20)的文句。“μὴ διδόντος”是一个省略了逻辑主语(回答者 ὁ ἀποκρινόμενος)的属格独立结构,表条件(“若回答者不予承认/不给出”)。随后的关系从句“ἐξ ὧν διαλέξεται”隐含了先行词(前提、依据),作动词“εἶχεν”的宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:95.22-96.30