- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:94.11-95.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大梳理了亚里士多德关于证明性学科不提问以区别于辩证术的论证,并对“不可给出矛盾的任意一部分”这一短语提出了三种解释:即证明者不可推导相反结论、不可任意采纳前提,或回答者不可随意承认矛盾的任一方面。
ὥστε κἂν ἓν ἦν πάντων κοινὸν γένος τὸ ὄν, ἐπειδὴ τὰ ὑπὸ τὸ ὄν, περὶ ἃ ἡ διαλεκτικὴ στρέφεται, διάφοροι φύσεις εἰσίν, ὅτι καὶ αἱ ἀρχαὶ αὐτῶν διάφοροι, οὐκ ἂν εἴη ὡρισμένης τινὸς καὶ μιᾶς φύσεως ἡ διαλεκτική, ὥστε οὐδ’ ἡ ταύτην ὑποκρινομένη ἐριστική. δείκνυσι δὲ τὸ προκείμενον καὶ ἄλλως, δυνάμει συλλογιζόμενος οὕτως· αἱ μιᾶς τινος φύσεως καὶ ἑνός τινος ὑποκειμένου οὖσαι1 οὐκ ἐρωτῶσιν· ἡ διαλεκτικὴ καὶ ἡ πειραστικὴ ἐρωτᾷ· ἡ διαλεκτικὴ ἄρα καὶ ἡ πειραστικὴ οὐκ εἰσὶν μιᾶς τινος ὡρισμένης φύσεως οὐδὲ ἑνός τινος ὑποκειμένου. οὐ γὰρ ἔξεστιν ὁποτερονοῦν τῶν μορίων δοῦναι. διὰ τούτου δὲ τὴν μείζονα πρότασιν παρασκευάζει, ὅτι αἱ μιᾶς τινος φύσεως καὶ ἑνὸς ὑποκειμένου οὖσαι οὐκ ἐρωτῶσιν. εἴη ἂν 〈οὖν〉 τὸ δοῦναι2 ἀντὶ τοῦ συλλογίσασθαι εἰρηκώς· οὐ γὰρ ἔξεστιν οὐδὲ δυνατόν ἐστι τῷ ἀποδεικνύντι δεῖξαι τὰς τρεῖς τοῦ τριγώνου γωνίας, εἰ τοῦτο εἴη δεικνύμενον, δύο ὀρθῶν ἐλάττονας ἢ τὴν διάμετρον σύμμετρον τῇ πλευρᾷ. ἡ γὰρ ἀπόδειξις ἐκ τῶν οἰκείων καὶ καθ’ αὑτὰ καὶ ᾗ αὐτά, ὡς ἐν τῇ Ἀποδεικτικῇ δέδεικται, τοῦ δεικνυμένου γίνεται· ἐκ δὲ τῶν καθ’ αὑτὰ ὑπαρχόντων ἕν τι δείκνυται, τἀληθές. ὥστε ἐπεὶ οὐκ ἔστιν αὐτῷ δυνατὸν ἐκ τῶν αὐτῶν καὶ τὸ ἀντικείμενον δεικνύναι, οὐκ ἐρωτᾷ· ὁ γὰρ ἐρωτῶν οὕτως ἐρωτᾷ ὡς παρεσκευασμένος τὸ ἐναντίον τοῦ τεθέντος συλλογίσασθαι. ἢ τὸ δοῦναι ἀντὶ τοῦ συγχωρῆσαι καὶ ὡς ἀληθῶς ὂν λαβεῖν εἴρηται· τῷ γὰρ μέλλοντι δεικνύναι τὰς τοῦ τριγώνου τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας οὐκ ἔξεστι λαβεῖν καὶ ὡς ἀληθεῖ χρήσασθαι ὅτι τοῦ τριγώνου αἱ τρεῖς γωνίαι ἄνισοί εἰσι δύο ταῖς ἐφεξῆς· οὐ γὰρ ἐκ τούτου ἀλλ’ ἐκ τοῦ ἴσας εἶναι δείκνυται τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν. ἢ τὸ οὐ γὰρ ἔξεστιν ὁποτερονοῦν τῶν μορίων δοῦναι ἴσον ἐστὶ τῷ ‘οὐ γὰρ ἔξεστι τῷ ἀποκρινομένῳ ἐν τοῖς ἀποδεικτικοῖς δοῦναι οἷον ἂν μόριον βούληται τῆς ἀντιφάσεως’· συλλογισμὸς γάρ, τουτέστιν ἀπόδειξις καὶ συλλογισμὸς ἀποδεικτικός, οὐ γίνεται ἐξ ἀμφοῖν. εἰ μὲν γὰρ σκοπὸν εἶχεν ὁ γεωμέτρης συνάγειν ἀμφότερα, τό τε τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν καὶ μὴ ἴσας, τότε ἂν ἠρώτα, ἵνα ἐκ μὲν τοῦ λαβεῖν τὰς τρεῖς γωνίας δυσὶ ταῖς ἐφεξῆς ἴσας εἶναι συναγάγῃ τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας εἶναι, ἐκ δὲ τοῦ λαβεῖν μὴ ἴσας εἶναι τὰς τρεῖς δύο ταῖς ἐφεξῆς τοὐναντίον· ἐπεὶ δὲ μόνης τῆς ἀληθείας ἀντέχεται καὶ τὸ ὂν συλλογίζεσθαι βούλεται, οὐκ ἐρωτᾷ, ἀλλὰ λαμβάνει δι’ ὧν τὸ ἀληθὲς δείκνυται. ὥστε οὐκ ἔξεστι τὸ ψεῦδος ὡς ἀληθὲς τιθέναι. εἰ οὖν αἱ ἐρωτήσεις ἐπ’ ἐκείνων γίνονται ἐφ’ ὧν ἔξεστιν ὁποτερονοῦν τῆς ἀντιφάσεως μόριον δοῦναι, ἐπὶ δὲ τῶν ἀποδεικτικῶν τοῦτο οὐκ ἔστιν, οὐκ ἂν εἴη ἐπὶ τούτων τὸ ἐρωτᾶν.
因此,即使存在是所有事物的一个共同的属,既然存在之下的事物——亦即辩证法所围绕的事物——是多样的本性,因为它们的本原也是多样的,辩证法便不会属于某种确定的、单一的本性,从而扮演辩证法的争论术也不会属于。他亦以另一种方式指出了所提出的论点,其潜在的推论如下:凡属于某种单一本性和某种单一基底的学问都不提问;辩证术与检验术提问;因此辩证术与检验术既不属于某种单一确定的本性,亦不属于某种单一的基底。“因为不可给出〔矛盾的〕任意一部分”。他正是通过这句话确立了大前提,即凡属于某种单一本性和单一基底的学问都不提问。因此,他可能是用“给出”来代替“推论”;因为对于证明者而言,若这就是所要证明的,既不可行亦不可能去证明三角形的内角和小于两直角,或证明对角线与边是可通约的。因为正如在《后分析篇》中所指出的,证明是从固有于、自身属于以及就其自身而言属于被证明之物的事物出发进行的;而从自身所属的事物中,所证明出的只能是一者,即真理。因此,既然他不可能从相同的事物出发去证明相反的事物,他便不提问;因为提问者之所以提问,乃是做好了推论出与所设定者相反之结论的准备。或者,“给出”是用以代替“承认”和“作为真实存在之物来接受”;因为对于意欲证明三角形内角和等于两直角的人而言,不可接受“三角形内角和不等于两邻角”并将其作为真实来使用;因为证明三角形内角和等于两直角并非由此产生,而是由其相等产生的。又或者,“因为不可给出任意一部分”等同于“因为在证明性的论证中,回答者不可随心所欲地承认矛盾的任意一部分”;因为推论,亦即证明和证明性推论,不能从双方产生。因为如果几何学家的目的是推导出两方面——即内角和既等于两直角又不等于两直角——那么他当时就会提问,以便由接受内角和等于两邻角而推导出内角和等于两直角,而由接受内角和不等于两邻角而推导出相反的结论;但既然他唯独坚持真理并意欲推论存在者,他便不提问,而是直接采纳那些能据以证明真理的事物。因此,绝不可将虚假者设定为真实。所以,如果提问发生在那些可以给出矛盾的任意一部分的事物上,而在证明性的事物中并非如此,那么在这些证明性的事物中便不可能有提问。
- 1.64αἱ μιᾶς τινος φύσεως καὶ ἑνός τινος ὑποκειμένου οὖσαι
阴性复数分词 οὖσαι 修饰上下文省略的“学科”或“技艺”(ἐπιστῆμαι 或 τέχναι)。它与下文的 ἡ διαλεκτικὴ καὶ ἡ πειραστικὴ 相对立,指特定的证明性学科。
- 1.64τὸ δοῦναι
关于亚里士多德原文短语 οὐ γὰρ ἔξεστιν ὁποτερονοῦν τῶν μορίων δοῦναι 中的不定式 δοῦναι 的句法意义及施事,注解者提出了三种解释:(1) 指证明者“推导出”(συλλογίσασθαι)相反结论,(2) 指证明者将前提“接受为真”(συγχωρῆσαι / λαβεῖν),(3) 指回答者(τῷ ἀποκρινομένῳ)“承认/给予”矛盾之中的任意一方。
