- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:93.4-94.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者注疏亚里士多德《诡辩篇驳斥》第11章(172a9),解释了争论者与辩证家的关系为何不完全等同于假作图者与几何学家的关系,阐明了辩证术、争论术与普遍科学(神学)的区别,并通过存在不是单一的属来论证各学科本原的多样性。
" Εἰ μὲν οὖν πάντῃ ὁμοίως εἶχεν ὁ ἐριστικὸς πρὸς τὸν διαλεκτικόν." Τὴν αἰτίαν διὰ τούτων λέγει δι’ ἣν ἔχει χώραν ἡ ἐριστικὴ πρὸς τὰ μαθήματα, καὶ φησὶ διὰ τὸ μὴ πάντῃ ὁμοίως ἔχειν τὸν ἐριστικὸν πρὸς τὸν διαλεκτικὸν ὡς τὸν ψευδογράφον πρὸς τὸν γεωμέτρην. ὅτι δὲ οὐ πάντῃ ὁμοίως ἔχει ὁ ἐριστικὸς πρὸς τὸν διαλεκτικὸν ὡς ὁ ψευδογράφος πρὸς τὸν γεωμέτρην, δῆλον ἐντεῦθεν· ὁ μὲν γὰρ γεωμέτρης καὶ ὁ ψευδογράφος ἐκ τῶν αὐτῶν τῆς γεωμετρίας ἀρχῶν συλλογίζονται· ὁ δ’ ἐριστικὸς καὶ ὁ διαλεκτικὸς οὐκ ἐκ τῶν αὐτῶν, ἀλλ’ ὁ μὲν διαλεκτικὸς ἐκ τῶν ἐνδόξων, ὁ δὲ ἐριστικὸς ἐκ τῶν φαινομένων μὲν μὴ ὄντων δέ. ὥστε καθὸ μὲν περὶ πάντων τῶν προτεθέντων συλλογίζεται καὶ ὁ ἐριστικὸς ὥσπερ καὶ ὁ διαλεκτικός, ἔχει ὁμοιότητα πρὸς τὸν διαλεκτικόν, ᾗ δὲ οὐκ ἐκ τῶν αὐτῶν ἀρχῶν, διαφέρει. ἀλλὰ πῶς ὁ ἐριστικὸς διὰ τὸ μὴ πάντῃ ὁμοίως ἔχειν πρὸς τὸν διαλεκτικὸν ὡς ὁ ψευδογράφος πρὸς τὸν γεωμέτρην χώραν ἔχει πρὸς τὰ ψευδογραφήματα; ἢ διότι ψευδογράφημα ἐξ ἐνδόξων γενέσθαι οὐ δύναται, ἀλλ’ ἐκ φαινομένων μὲν τῇ γεωμετρίᾳ μὴ ὄντων δέ· καὶ διὰ τοῦτο οὐδεὶς διαλεκτικὸς ψευδογραφεῖν ἐπιχειρεῖ, ἀλλ’ ὁ ἐριστικός. τὸ δὲ νῦν οὐκ ἔστιν ὁ διαλεκτικὸς περὶ γένος τι ὡρισμένον1 οὐ τῆς ἀνομοιότητός ἐστι δεικτικὸν ἀλλὰ μᾶλλον τῆς ὁμοιότητος· ἀόριστος γὰρ καὶ ὁ διαλεκτικὸς καὶ ὁ ἐριστικός. εἰπὼν δὲ ὅτι οὐκ ἔστι περὶ γένος τι ὡρισμένον ὁ διαλεκτικὸς καὶ διὰ τοῦτο οὐδὲ ἀποδεικτικὸς καὶ συλλογιστικὸς ἑνός τινος ἀλλὰ περὶ πᾶν [ὁ] ἐξ ἐνδόξων συλλογιζόμενος, λέγει οὐδὲ τοιοῦτός ἐστιν οἷος ὁ καθόλου, λέγων καθόλου τὸν θεολόγον.2 οὐ γάρ ἐστιν ὁ διαλεκτικὸς ἢ ὁ ἐριστικὸς οἷος ὁ καθόλου· εἰ γὰρ καὶ περὶ τὰ αὐτὰ ἀναστρέφεται ὁ διαλεκτικὸς τῷ θεολόγῳ (περὶ γὰρ πάντα τὰ ὄντα ἀμφότεροι), ἀλλ’ οὐχ ὡσαύτως, ἀλλ’ ὁ μὲν θεολόγος περὶ τὰ κοινὰ καὶ ἐκ τῶν καθ’ αὑτὰ καὶ ᾗ αὐτὰ τοῖς πράγμασιν ὄντων τὴν θεωρίαν ποιεῖται, ὁ δὲ διαλεκτικὸς καὶ ἐριστικὸς περὶ τὰ καθ’ ἕκαστα διατρίβουσι, καὶ οὐκ ἐκ τῶν καθ’ αὑτὰ ἀλλ’ ἐκ τῶν ἐνδόξων ἢ τῶν φαινομένων ἐνδόξων τοὺς λόγους ποιοῦνται. ὅτι δὲ οὐκ ἔστιν ὡρισμένης τινὸς φύσεως ἡ διαλεκτική, καὶ διὰ τοῦτο οὐδ’ ἡ μιμουμένη ταύτην ἐριστική, εἴρηται καὶ ἐν τῷ πρώτῳ τῶν Τοπικῶν. δείκνυσι δὲ καὶ ἐνταῦθα λέγων οὔτε γάρ ἐστιν ἅπαντα ἐν ἑνί τινι γένει, τουτέστιν εἰ μὲν ἦν κοινὸν πάντων γένος τὸ ὄν, ἐνῆν ἴσως λέγειν ὅτι περί τι ὡρισμένον εἰσὶν ἡ διαλεκτικὴ καὶ ἡ πειραστική· ἐπεὶ δὲ δέκα τὰ γένη, οὐκ ἔστι λέγειν ὅτι περὶ μίαν τινὰ ὡρισμένην φύσιν εἰσίν. ἀλλὰ κἂν ἦν,3 φησίν, ἓν κοινὸν γένος πάντων τὸ ὄν, οὐχ οἷόν τε ἦν ὑπὸ τὰς αὐτὰς ἀρχὰς εἶναι πάντα τὰ ὄντα· ἄλλαι γὰρ ἄλλων εἰσί, καὶ ἄλλα ὑπ’ ἄλλας τυγχάνουσι· τῶν μὲν γὰρ φυσικῶν ἀρχαί εἰσιν εἶδος, στέρησις, ὕλη, γεωμετρίας δὲ γραμμαί, σημεῖα, κύκλοι, ἰατρικῆς πῦρ, γῆ καὶ τὰ μεταξὺ καὶ ἄλλων ἄλλαι.
“因此,如果争论者与辩证家的关系在各方面完全相似。” 他通过这些话指出了争论术在数学学科中占有一席之地之原因,并说这是因为争论者与辩证家的关系并不在各方面都完全相似于假作图者与几何学家的关系。而争论者与辩证家的关系并不在各方面完全相似于假作图者与几何学家的关系,从下述事实是显而易见的:几何学家与假作图者是从几何学相同的本原出发进行推论的;而争论者与辩证家则并非从相同的事物出发,辩证家是从通念出发,而争论者则是从显得是通念却并非通念的事物出发。因此,就争论者正如辩证家一样就所有提出的话题进行推论而言,他与辩证家有相似之处,但就他不是从相同的本原出发推论而言,他则有所不同。但是,争论者由于与辩证家的关系并不完全相似于假作图者与几何学家的关系,何以在假作图方面占有一席之地呢?岂不是因为假作图不可能产生于通念,而是产生于对几何学而言看似如此实则不然的事物;正因如此,没有辩证家企图进行假作图,而争论者却企图如此。至于“但实际上,辩证家并非关涉某个确定的属”这句话,指出的不是非相似性,毋宁说是相似性;因为辩证家和争论者都是无限定的。在指出辩证家并非关涉某个确定的属,因而既非证明者亦非关于某种单一事物的推论者、而是关于一切事物从通念出发推论的人之后,他又说“他也不是普遍者那样的”,在此称神学家为“普遍者”。因为辩证家或争论者都不是普遍者那样的;因为即使辩证家与神学家探讨相同的对象(因为二者都关涉一切存在者),但方式却并不相同,神学家是关于普遍共同之物、并且从自身所属以及就其自身而言属于事物的东西出发进行观照,而辩证家和争论者则专注于个别具体之事,并且不是从自身所属、而是从通念或看似通念的东西出发提出论证。辩证法并不属于某种确定的本性,因而模仿它的争论术也不属于,这一点在《论题篇》第一卷中已经谈过。他在这里也通过说“因为并非所有事物都在一个属之中”指出了这一点;也就是说,如果存在是所有事物的共同的属,或许还可以说辩证术和检验术关涉某种确定的对象;但既然有十个范畴[最高属],便不能说它们关涉某种单一确定的本性。他说,即使存在是所有事物的一个共同的属,也不可能所有存在者都在相同的本原之下;因为不同的本原属于不同的事物,不同的事物归属于不同的本原;自然事物的本原是形式、缺失、质料,几何学的本原是线、点、圆,医学的本原是火、土以及介于其间者,其他事物亦各有其本原。
- 1.64τὸ δὲ νῦν οὐκ ἔστιν ὁ διαλεκτικὸς περὶ γένος τι ὡρισμένον
中性定冠词 τό 将接下来的整个引文字句(亚里士多德 172a11 原文)名词化,作为该句的主语;谓语部分为 οὐ τῆς ἀνομοιότητός ἐστι δεικτικὸν ἀλλὰ μᾶλλον τῆς ὁμοιότητος。
- 1.64λέγων καθόλου τὸν θεολόγον
分词 λέγων 支配双宾格(宾语补足语与直接宾语),意为“将神学家称作‘普遍者’”,这里将亚里士多德原文中的 καθόλου 视作称谓。
- 1.64ἀλλὰ κἂν ἦν, φησίν, ἓν κοινὸν γένος πάντων τὸ ὄν, οὐχ οἷόν τε ἦν
让步条件从句 κἂν (= καὶ εἰ) 搭配直式过去时 ἦν,主句为直式未完成过去时 οὐχ οἷόν τε ἦν,构成与过去/现在相反的假设句;表示可能性的非人称表达式 οἷόν τε ἦν 在主句中按惯例省略 ἄν。
