- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:91.21-93.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节是对亚里士多德171b34的注解,该处以假作图者与几何学家的比喻来阐明争论者与辩证家的关系。亚历山大通过对比依赖普遍原则且可转移应用于其他领域的布里森和芝诺的论证,以及立足于特定学科固有本原因而无法转移的几何学谬误(月牙形化圆为方)和医学论证,阐明了争论性推论的本质特征。
" Ὁ δ’ ἐριστικός ἐστί πως οὕτως ἔχων πρὸς τὸν διαλεκτικόν." Τέσσαράς τινας λαμβάνει, ἐριστικὸν καὶ διαλεκτικόν, ψευδογράφον καὶ γεωμετρικόν, καὶ φησὶν ὅτι ὡς ἔχει ὁ ψευδογράφος πρὸς τὸν γεωμέτρην (ὑποδύεται γὰρ αὐτὸν καὶ ἀπὸ τῶν οἰκείων αὐτοῦ ἀρχῶν συλλογίζεται), οὕτως καὶ ὁ ἐριστικὸς ἔχει πρὸς τὸν διαλεκτικόν. προσέθηκε δὲ τὸ πώς, ὅτι ὁ μὲν διαλεκτικὸς καὶ ἐκ δοκούντων καὶ ἐξ ὄντων συλλογίζεται, ὁ δὲ ἐριστικὸς ἐκ δοκούντων μὲν μὴ ὄντων δὲ ἀλλὰ φαινομένων. ἐλλιπῶς δὲ ἔχει ἡ λέξις· ἔστι δὲ τὸ πλῆρες τοιοῦτον· ἐκ γὰρ τῶν αὐτῶν τῇ διαλεκτικῇ παραλογίζεται,1 ὥσπερ καὶ ὁ ψευδογράφος ἐκ τῶν αὐτῶν τῇ γεωμετρίᾳ. πῶς δὲ ἐκ τῶν αὐτῶν; ὅτι καὶ ὁ διαλεκτικὸς καὶ ὁ ἐριστικὸς ἐξ ἐνδόξων, ἀλλ’ ὁ μὲν ἐκ δοκούντων καὶ ὄντων, ὡς εἴρηται, ὁ δὲ ἐκ δοκούντων μὴ ὄντων δέ. διὰ τοῦτο οὐκ ἔστιν ἐριστικὸς ὁ ψευδογράφος, ὅτι οὐκ ἐκ δοκούντων μὲν ἐνδόξων μὴ ὄντων δὲ ἀλλ’ ἐκ τῶν ἀρχῶν καὶ συμπερασμάτων τῶν ὑπὸ τὴν τέχνην ψευδογραφεῖ. ὁ δ’ ὑπὸ τὴν διαλεκτικήν, ἤγουν ὁ ἐριστικός, περὶ μὲν τὰ ἄλλα, ἤτοι τὰ μαθήματα, ὅτι ἐριστικός ἐστιν, οὐκ ἄδηλον· οὐ γὰρ ἐκ τῶν ἀρχῶν τῆς γεωμετρίας τὸν κύκλον τετραγωνίζειν πειρᾶται ἀλλ’ ἔκ τινων κοινοτέρων, ὥσπερ ὁ Βρύσων, οὗ ὁ τετραγωνισμός ἐστι καὶ ἐριστικός. ὁ δὲ διὰ τῶν μηνίσκων οὐκ ἐριστικός, ὅτι ἐκ τῶν ἀρχῶν τῆς γεωμετρίας τοὺς λόγους ποιεῖται. καὶ διὰ τοῦτο τὸν μὲν οὐκ ἔστι μετενεγκεῖν ἐπ’ ἄλλα, ὅτι τὰς ἀρχὰς τῆσδε τῆς ἐπιστήμης ἀδύνατον ἐπ’ ἄλλην μετάγειν· τὸν δὲ τοῦ Βρύσωνος πρὸς πολλά, ὥσπερ καὶ ἐν τῇ Ἀποδεικτικῇ εἴρηται τῷ Ἀριστοτέλει ὅτι “κατὰ κοινόν τε γὰρ δεικνύουσιν οἱ τοῦ Βρύσωνος λόγοι, ὃ καὶ ἑτέρῳ ὑπάρξει· διὸ καὶ ἐπ’ ἄλλων ἐφαρμόττουσιν οἱ λόγοι οὐ συγγενῶν”. οἷς γὰρ ὁ Βρύσων ἐπὶ ποσὸν ἐχρήσατο, ταῦτ’ ἔστι μετενεγκεῖν καὶ ἐπὶ ποιά· ἔστι γὰρ οὕτως εἰπεῖν· τὸ ψιμμύθιον καὶ ὠὸν χιόνος μὲν μελάντερα, τιτάνου δὲ λευκότερα· τὰ δὲ τῶν αὐτῶν λευκότερα καὶ μελάντερα ὁμοίως εἰσὶ λευκά· τὸ ὠὸν ἄρα καὶ τὸ ψιμμύθιον ὁμοίως εἰσὶ λευκά. πάλιν ὁ γλίχων καὶ τὸ σκόροδον πυρὸς μὲν ψυχρότερα, ἐλαίου δὲ θερμότερα· τὰ δὲ τῶν αὐτῶν θερμότερα καὶ ψυχρότερα ὁμοίως εἰσὶ θερμά· ὁ γλίχων ἄρα καὶ τὸ σκόροδον ὁμοίως εἰσὶ θερμά. ὥστε τὸν Βρύσωνος συλλογισμὸν δυνάμεθα μετενεγκεῖν καὶ εἰς ἄλλα, ὅταν οἱ ἀποκρινόμενοι ἢ ἀκροώμενοι ἀγνοῶσι καὶ οὐκ ἴσασι (δεῖ δὲ ἔξωθεν ὑπακούειν τὸ ἀληθῶς) ἐκ τίνων μὲν συνάγεται τὸ ἀδύνατον, ἐκ τίνων δὲ οὐκ ἀληθῶς. ἢ καὶ οὕτως συμβιβάσεις τὸ ἀπορούμενον ὡδὶ λέγων· τὸν μὲν τοῦ Ἀντιφῶντος, δηλονότι τὸν διὰ τῶν μηνίσκων, οὐκ ἔστι μετενεγκεῖν, τὸν δὲ ὡς ἀπὸ κοινοῦ λαμβάνοντα ἔστι μετενεγκεῖν τὸν τοῦ Βρύσωνος πρὸς πολλοὺς διαλεγομένῳ,2 ὅσοι μὴ ἴσασιν ἀληθῶς τὸ δυνατὸν ἐν ἑκάστῳ καὶ τὸ ἀδύνατον· ἁρμόσει γὰρ ἐπὶ πολλὰ μεταχθῆναι οὗτος παρὸ ὁ τοῦ Ἀντιφῶντος. πάλιν ἐάν τις συλλογίζηται ὅτι οὐ συμφέρει περιπατεῖν ἀπὸ δείπνου, ὅτι κίνησις οὐκ ἔστιν, ὡς ὁ Ζήνων συλλογίζεται, οὐκ ἔστιν ἰατρικός· οὐ γὰρ ἔκ τινων ἰατρικῶν ἐστιν ἀρχῶν ἀλλ’ ἐκ κοινῶν. διὸ ἔστι καὶ τοῦτον μετενεγκεῖν εἰς ἄλλα, οἷον ὅτι οὐ συμφέρει εἰς ἀγορὰν ἢ εἰς διδασκαλεῖον φοιτᾶν· οὐ γὰρ ἔστι κίνησις. ὁ δὲ λέγων μὴ δεῖν ἀπὸ δείπνου περιπατεῖν, ἵνα μὴ ἄπεπτα τὰ βρώματα ὑπὸ τῶν φλεβῶν ἕλκηται, ἰατρικός, καὶ οὐκ ἔστιν εἰς ἄλλα μετενεγκεῖν.
“而争论者在某种意义上与辩证家处于这样的关系中。” 他列举了四种人,即争论者与辩证家、假作图者与几何学家,并说正如假作图者与几何学家的关系那样(因为他冒充几何学家,并且从几何学固有的本原出发进行推论),争论者与辩证家也是如此。他之所以加上“在某种意义上”,是因为辩证家既从通念出发也从事物之所是出发进行推论,而争论者虽然从通念出发,这些通念却并非事物之所是,而只是表面的。这段行文有所省略,完整的意思如下:“因为他是从与辩证法相同的事物出发进行误推,正如假作图者也是从与几何学相同的事物出发进行误推一样。”但如何是从相同的事物出发呢?因为辩证家和争论者都从通念出发,但正如所说过的,前者是从既显得是通念又是真实的通念出发,而后者则是从显得是通念却并非真实的通念出发。正因如此,假作图者并不是争论性的,因为他并不是从显得是通念却非真实的通念出发进行假作图,而是从属于该技艺的本原与结论出发作图。另一方面,从属于辩证法的人,即争论者,在其他事情上、也就是在数学学科上是争论性的,这一点并非不清楚;因为他并不试图从几何学的本原出发来化圆为方,而是从某些更具普遍性的原则出发,正如布里森那样,布里森的化圆为方也是争论性的。然而通过月牙形所作的证明则不是争论性的,因为它是从几何学的本原出发提出论证的。正因如此,无法将前一种论证转移到其他事物上,因为将这门科学的本原转移到另一门科学上是不可能的;但布里森的论证却可以应用于许多事物,正如亚里士多德在《后分析篇》中所说的:“因为布里森的论证是根据某种普遍的东西来证明的,而这种普遍的东西也属于别的事物;因此这些论证也适用于其他不同属的事物。”因为布里森在数量上使用的原则,也可以转移到性质上;人们可以这样说:“铅白和鸡蛋都比雪黑,但比石灰白;而比相同事物更白且更黑的诸事物同样是白的;因此鸡蛋和铅白同样是白的。”又如:“唇萼薄荷和大蒜都比火冷,但比油热;而比相同事物更热且更冷的事物同样是热的;因此唇萼薄荷和大蒜同样是热的。”因此,当应答者或听众无知并且不知道(必须从外部补充理解“真实地”)不可能的结论究竟是从哪些前提真实地推导出来的,从哪些前提不能推导出来时,我们就能够把布里森的推论转移到其他事物上。或者你也可以通过如下说法来调和这一疑难:安提丰的论证、即通过月牙形的论证是不能转移的,而布里森的论证作为从普遍原则出发获取前提者,对于与许多并不真正知道各学科中何者可能何者不可能的人进行辩论的人来说,是可以转移的;因为与安提丰的论证相比,这个论证更适合被转移到许多事物上。再者,如果有人像芝诺那样推论说,因为不存在运动,所以饭后散步是没有益处的,那么他并不是医学性的;因为他并非从医学本原出发,而是从普遍原则出发进行推论。因此也可以将这个论证转移到其他事情上,例如去集市或去学校是没有益处的,因为不存在运动。但那个为了不让未消化的食物被静脉吸收而说饭后不应散步的人,则是医学性的,并且不可能将此论证转移到其他事物上。
- 1.63ἐκ γὰρ τῶν αὐτῶν τῇ διαλεκτικῇ παραλογίζεται
与格 τῇ διαλεκτικῇ 是依附于名词化短语 ἐκ τῶν αὐτῶν 的表示联合/比较的与格(“从与辩证法相同的事物出发”),构成了亚历山大补充省略文句(ἐλλιπῶς δὲ ἔχει ἡ λέξις)的核心。它与后文的 ὥσπερ καὶ ὁ ψευδογράφος ἐκ τῶν αὐτῶν τῇ γεωμετρίᾳ 形成严格的平行结构。
- 1.63τὸν δὲ ὡς ἀπὸ κοινοῦ λαμβάνοντα ἔστι μετενεγκεῖν τὸν τοῦ Βρύσωνος πρὸς πολλοὺς διαλεγομένῳ
该句的骨干是无人称句/不定式结构 ἔστι μετενεγκεῖν(“可以转移”),不定式的逻辑主语由与格分词 διαλεγομένῳ 表示(“对于进行辩论的人而言”),而 μετενεγκεῖν 的宾语则是 τὸν τοῦ Βρύσωνος[λόγον]。句首的 τὸν... λαμβάνοντα 是修饰 τὸν τοῦ Βρύσωνος 的宾格分词短语,前后构成了分离倒装(hyperbaton)。
