- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:90.26-91.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐明了亚里士多德将两种争论推论统称为“表面的推论”之含义,将辩论中的不正当干扰比作赛跑中的犯规行为,并指明了以胜利为目的的争论者与以牟利为目的的诡辩者之间的区别。
" Ὥστε ὅ τε περὶ τῶνδε φαινόμενος συλλογισμὸς ἐριστικὸς λόγος." Δύο εἰπὼν ἐριστικοὺς συλλογισμούς, τόν τε κατὰ τὸ σχῆμα ἡμαρτημένον καὶ τὸν μὴ ἐκ τῶν οἰκείων ἀρχῶν τῆς προκειμένης μεθόδου φαινόμενον δὲ ἐκ τούτων, νῦν συνάπτει τούτους, ἢ μᾶλλον ἓν ὄνομα καὶ ἀμφοτέροις τίθησιν. ἐριστικὸς γάρ ἐστι λόγος1 καὶ ὁ περὶ τῶνδε φαινόμενος, περὶ τῶνδε φαινόμενον λέγων τὸν μὴ κατὰ τὸ σχῆμα ὑγιῆ. καὶ ὁ κατὰ τὸ πρᾶγμα δὲ φαινόμενος, κἂν ὑγιὴς μέν ἐστι κατὰ τὸ σχῆμα (τοῦτο γὰρ δηλοῦται διὰ τοῦ κἂν ᾖ συλλογισμός [δοκῶν]), δοκῶν δὲ συνάγεσθαι μὲν ἐκ τῶν ἀρχῶν τοῦ πράγματος, μὴ συναγόμενος δὲ ἀπ’ ἐκείνων ἀλλὰ φαινομένως, ἐριστικός ἐστι λόγος. διὰ τί δὲ ἐριστικός ἐστιν, ἐπήγαγε λέγων φαινόμενος γάρ ἐστι κατὰ τὸ πρᾶγμα, ὥστε ἀπατητικὸς καὶ ἄδικος· διὰ τοῦτο γοῦν καὶ σοφιστικός. ὥσπερ δὲ καὶ ἐν τοῖς δρομικοῖς ἀγῶσιν ἀδικία τίς ἐστιν, ὅταν οἱ δρομεῖς ἀφέντες εὐθὺ τῆς νύσσης φέρεσθαι ἀλλήλους ἐμποδίζουσιν, οὕτως ἐστὶ καὶ ἐν διαλέξει ἀδικομαχία τις ἐριστικὴ τιθέντων τῶν διαλεγομένων ἀλλήλοις σκῶλα πρὸς τὸ μὴ συναχθῆναι τὸ παρ’ ἑκατέρου μελετώμενον.2 ἢ ὥσπερ ἐν τῷ τοιούτῳ ἀγῶνι ἀδικία γίνεται, ὅταν προεκτρέχοντος ἄλλου καὶ προπορευομένου ἄλλος ὑποφθάσας κατάσχῃ αὐτὸν καὶ κωλύσῃ τοῦ δρόμου (ἔδει γὰρ ἄμφω τρέχειν καὶ οὕτω φανῆναι τὸν δόκιμον), οὕτω καὶ τοὺς διαλεγομένους δεῖ μὴ σπεύδειν ἀδικεῖν τὸν προσδιαλεγόμενον διὰ τοῦ ἀπατᾶν. εἰ δὲ μὴ τοῦτο γίνεται,3 τότε ὁ ἀγαθὸς διακρίνεται περὶ τὴν διάλεξιν. νῦν δὲ δι’ ὧν λέγει καὶ τὴν διαφορὰν τοῦ σοφιστικοῦ καὶ ἐριστικοῦ παραδίδωσιν· οὔτε γὰρ οἱ αὐτοί εἰσι πάντῃ οὔτε πάντῃ ἕτεροι, ἀλλ’ ᾗ μὲν τῶν αὐτῶν λόγων εἰσὶν οἱ φιλέριδες καὶ οἱ σοφισταὶ καὶ ἀμφότεροι ἐκ φαινομένων ἐνδόξων μὴ ὄντων δὲ ἐπιχειροῦσιν, εἰσὶν οἱ αὐτοί, ᾗ δὲ οἱ μὲν ἐριστικοὶ χάριν νίκης καὶ τῆς ἀπὸ τῶν παρεστώτων δόξης τοῦτο ποιοῦσιν, οἱ δὲ σοφισταὶ χάριν χρηματισμοῦ καὶ πλούτου, διαφέρουσιν.
“因此,关于这些事物的表面的推论是争论性的论证。” 在述说了两种争论的推论——即在格上出现错误的推论,以及不来自当下研究方法所固有的本原、却看似来自这些本原的推论——之后,他现在将这两者联系起来,或者更确切地说,给两者赋予了一个共同的名称。因为关于这些事物的表面的推论也是争论性的论证,他把在格上不健全的推论称为“关于这些事物的表面的推论”。而关于事物本身的表面推论,即使它在格上是健全的(因为这一点由“即使它是一个推论”所表明),但显得是从该事物的本原推导出来、实际上却并非从这些本原而是仅仅表面地推导出来的,这也是争论性的论证。至于为什么它是争论性的,他补充说道:因为它在事物本身上是表面的,从而具有欺骗性且是不正当的;正因如此,它也是诡辩性的。正如在赛跑比赛中,当赛跑者放弃径直跑向终点标志而互相阻碍时就存在某种不正当行为,同样,在辩论中,当对话者们为了不让对方企图论证的论点得以推导出来而互相设置绊脚石时,也存在着某种争论性的不正当竞争。或者正如在这样的比赛中,当一人跑在前面并领先时,另一人赶上来抓住他并阻碍其奔跑,此时便发生了不正当行为(因为原本应当双方都奔跑,从而让优秀者显露出来),同样,进行对话的人也不应当急于通过欺骗来不正当地对待对话对手。如果不发生这种情况,那么在辩论中优秀的人就会被分辨出来。而现在,通过他所说的内容,他也传授了诡辩者与争论者之间的区别;因为他们既非完全相同,也非完全不同:在好争论者和诡辩者关涉相同的论证、且两者都从表面的而非真实的通念出发进行论难这一点上,他们是相同的;但在争论者是为了胜利以及来自在场者的声誉而这样做,而诡辩者则是为了赚钱和财富而这样做这一点上,他们是不同的。
- 1.62καὶ ὁ κατὰ τὸ πρᾶγμα δὲ φαινόμενος, κἂν ὑγιὴς μέν ἐστι κατὰ τὸ σχῆμα... ἐριστικός ἐστι λόγος
这是一个隔置结构(hyperbaton),主语短语“καὶ ὁ κατὰ τὸ πρᾶγμα δὲ φαινόμενος”(在事物本身上是表面的推论)与主句谓语“ἐριστικός ἐστι λόγος”(是争论性的论证)之间,插入了让步从句(κἂν ὑγιὴς μέν ἐστι...)以及修饰主语的分词短语(δοκῶν δὲ συνάγεσθαι... μὴ συναγόμενος δέ...)。
- 1.62τιθέντων τῶν διαλεγομένων ἀλλήλοις σκῶλα πρὸς τὸ μὴ συναχθῆναι τὸ παρ’ ἑκατέρου μελετώμενον
这是属格绝对结构(τιθέντων τῶν διαλεγομένων ἀλλήλοις σκῶλα),表示主句“οὕτως ἐστὶ καὶ ἐν διαλέξει ἀδικομαχία τις ἐριστική”发生的时间或伴随状况。后面的“πρὸς τὸ μὴ συναχθῆναι...”是表示否定目的(“为了不让……被推导出来”)的介词短语。
- 1.62εἰ δὲ μὴ τοῦτο γίνεται
指示代词 τοῦτο 指代前文所述的“通过欺骗不正当地对待对手(ἀδικεῖν τὸν προσδιαλεγόμενον διὰ τοῦ ἀπατᾶν)”,构成否定条件从句“如果不发生这种情况(不正当妨碍)”,进而引出后件“此时便能辨识出优秀的辩论者(τότε ὁ ἀγαθὸς διακρίνεται...)”。
