← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§88.27-90.25

争辩及诡辩推论的二分法与实例

注解者依据亚里士多德的文本(171b7),阐明了争论的推论与诡辩的推论的同一性及其两种形态(形式无效的无推论性推论,以及脱离特有本原而依赖宽泛共通本原的推论),并结合凯纽斯的诡辩、几何伪图以及布里松、安提丰和希波克拉底的化圆为方等事例对它们的逻辑构造进行了分析。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.61

" Καὶ συλλογισμὸς ἐριστικὸς καὶ σοφιστικός ἐστιν εἷς μὲν ὁ φαινόμενος." Παρακατιὼν μὲν φαίνεται παραδοῦναι μέλλειν διαφορὰν ἐριστικοῦ καὶ σοφιστικοῦ. νῦν δὲ ὡς ἓν λαμβάνει τὸν ἐριστικὸν καὶ σοφιστικὸν συλλογισμόν. διαιρεῖ δὲ τοῦτον εἰς δύο, καὶ ἕνα μέν φησι συλλογισμὸν ἐριστικὸν καὶ σοφιστικὸν εἶναι τὸν φαινόμενον μὲν συλλογισμὸν ὄντα δὲ ἀσυλλόγιστον, ὃς καὶ συλλογίζεται περὶ τῶν ἐνδόξων, περὶ ὧν ἡ διαλεκτικὴ πειράζει. ἔστι δὲ οὗτος ὁ ἐκ δύο καταφατικῶν συνάγων τι ἐν δευτέρῳ σχήματι ἢ ὁ ἐκ δύο μερικῶν ἐν ὁποιῳοῦν τῶν σχημάτων ἢ ὅπως ἄλλως παρὰ τοὺς συλλογιστικοὺς τρόπους συνάγων τι, ὥσπερ ὁ Καινεὺς ἐκ δύο καταφατικῶν ἐν δευτέρῳ σχήματι συνῆγεν, ὅτι τὸ πῦρ ἐν πολλαπλασίονι ἀναλογίᾳ ἐστίν, οὑτωσὶ τὴν ἀναγωγὴν ποιούμενος τοῦ σοφίσματος· τὰ ἐν πολλαπλασίονι ἀναλογίᾳ ταχὺ αὔξονται, τὸ πῦρ ταχὺ αὔξει, καὶ τὸ συμπέρασμα δῆλον. ὁ μὴ τὸ σχῆμα οὖν, φησίν, ὑγιὲς ἔχων ἐριστικὸς καὶ σοφιστικός ἐστιν, ἐκ παραλλήλου θεὶς τὸ αὐτό·1 ὁ γὰρ ἐριστικὸς καὶ ὁ σοφιστὴς ὁ αὐτός, τῇ προαιρέσει μόνον διαφέροντες, ὡς μετ’ ὀλίγον ἐρεῖ. ἔστιν οὖν ἀσυλλόγιστος ὁ τοιοῦτος συλλογισμός, κἂν ψευδὲς κἂν ἀληθὲς ᾖ τὸ συμπέρασμα. καὶ τὴν αἰτίαν ἐπάγει τοῦ εἶναι τοῦτον ἀσυλλόγιστον· τὸν γὰρ μέσον ὅρον, ὃς καὶ αἴτιός ἐστι τοῦ συμπεράσματος, ὃν καὶ διὰ τί ὀνομάζει, ἀπατητικὸν ἔχει· κἂν γὰρ ἀληθῶς κατὰ ἀμφοτέρων τῶν ἄκρων κατηγορῆται ὁ μέσος ὅρος ἐν τῷ δευτέρῳ σχήματι, ὅταν ἀμφότεραι αἱ προτάσεις καταφατικαὶ ληφθῶσιν, ὅμως οὐχ οὕτως ἔδει ταύτας λαβεῖν, ἀλλὰ τὴν μὲν οὕτως τὴν δὲ στερητικῶς. ὥστε ἀπατητικός ἐστι τοῦ διὰ τί.2 ἀλλὰ κἂν τὰς δύο μερικὰς λάβῃ, ὡς ἐπὶ τοῦδε ‘ὁ Πιττακὸς σοφός, ὁ Πιττακὸς σπουδαῖος, οἱ σοφοὶ ἄρα σπουδαῖοι’, ἀπατητικὸς καὶ οὗτος τοῦ μέσου καίτοι ἀληθοῦς ὄντος τοῦ συμπεράσματος· οὐ γὰρ ἀνάγκη, εἰ ὁ Πιττακὸς σπουδαῖος καὶ σοφός, καὶ τοὺς σοφοὺς σπουδαίους εἶναι διὰ τὸν συλλογισμόν. περὶ ἃ οὖν, φησίν, ἡ διαλεκτικὴ πειραστική ἐστι (καὶ εἴρηται κατ’ ἀρχὰς πῶς ἐστι), περὶ ταῦτα ἡ σοφιστικὴ ἀπατητική ἐστι· προσποιεῖται γὰρ εἰδέναι. ἀλλ’ ὁ μὲν πειραστικὸς ἐπ’ ὠφελείᾳ, ὡς εἴρηται, τοῦτο ποιεῖ τοῦ προσποιουμένου εἰδέναι τὸ πρᾶγμα καὶ ἐκ τῶν ἁπλῶς ἐνδόξων ἢ τῶν δοκούντων τῷ προσποιουμένῳ εἰδέναι τὸ πρᾶγμα (καὶ πολὺ τοῦτο παρὰ τῷ Πλάτωνι τὸ εἶδος τῶν λόγων), ὁ δὲ σοφιστὴς ἔκ τινων ὁμωνύμων ἢ ἀμφιβόλων ἤ τινων ἄλλων τοιούτων. δύο οὖν, φησίν, εἰσὶν οἱ ἐριστικοὶ συλλογισμοί, εἷς μὲν ὁ προειρημένος ὁ ἀσυλλόγιστον ἔχων τὸ σχῆμα, ἕτερος δὲ ὃς οὐκ ἐκ τῶν οἰκείων ἀρχῶν τῆς προκειμένης ὢν μεθόδου μηδὲ ταῖς οἰκείαις τοῦ πράγματος χρώμενος προτάσεσι δοκεῖ εἶναι κατὰ τὴν τέχνην, ἤγουν 〈ἐκ〉 τῶν οἰκείων τῇ τέχνῃ.3 διὰ τοῦτο τὰ ψευδογραφήματα οὐκ ἐριστικά· ἐκ γὰρ τῶν οἰκείων ἀρχῶν ὥρμηνται τῆς γεωμετρίας· αἱ γραφαὶ δὲ οὐ γίνονται ὡς δεῖ. καὶ εἴρηται ἐν τῷ πρώτῳ τῶν Τοπικῶν περὶ τούτων· λέγει γὰρ ἐν ἐκείνοις “τῷ γὰρ ἢ τὰ ἡμικύκλια περιγράφειν μὴ ὡς δεῖ ἢ γραμμάς τινας ἄγειν μὴ ὡς ἂν ἀχθείησαν τὸν παραλογισμὸν ποιεῖται ὁ ψευδογραφῶν”. οὐκ ἐριστικὰ οὖν τὰ ψευδογραφήματα, ὅτι ἀπὸ τῶν οἰκείων ἀρχῶν παραλογίζονται, οὐδὲ εἰ τί ἐστι ψευδογράφημα περὶ ἀληθές, ἐριστικὸν ἔσται, οἷος ὁ τοῦ Ἱπποκράτους καὶ ὁ διὰ τῶν μηνίσκων τοῦ Ἀντιφῶντος τοῦ κύκλου τετραγωνισμός· οὐ γάρ εἰσιν ἐριστικοί, ὅτι τηροῦσι τὰς οἰκείας ἀρχὰς τῆς γεωμετρίας. ἀλλ’ ὁ τοῦ Βρύσωνος τετραγωνισμὸς τοῦ κύκλου ἐριστικός ἐστι καὶ σοφιστικός, ὅτι οὐκ ἐκ τῶν οἰκείων ἀρχῶν τῆς γεωμετρίας ἀλλ’ ἔκ τινων κοινοτέρων. τὸ γὰρ περιγράφειν ἐκτὸς τοῦ κύκλου τετράγωνον καὶ ἐντὸς ἐγγράφειν ἕτερον καὶ μεταξὺ τῶν δύο τετραγώνων ἕτερον τετράγωνον, εἶτα λέγειν ὅτι ὁ μεταξὺ τῶν δύο τετραγώνων κύκλος, ὁμοίως δὲ καὶ τὸ μεταξὺ τῶν δύο τετραγώνων τετράγωνον τοῦ μὲν ἐκτὸς τετραγώνου ἐλάττονά εἰσι τοῦ δὲ ἐντὸς μείζονα, τὰ δὲ τῶν αὐτῶν μείζονα καὶ ἐλάττονα ἴσα ἐστίν, ἴσος ἄρα ὁ κύκλος καὶ τὸ τετράγωνον, ἔκ τινων κοινῶν ἀλλὰ καὶ ψευδῶν ἐστι, κοινῶν μέν, ὅτι καὶ ἐπ’ ἀριθμῶν καὶ χρόνων καὶ τόπων καὶ ἄλλων κοινῶν ἁρμόσοι ἄν, ψευδῶν δέ, ὅτι ὀκτὼ καὶ ἐννέα τῶν δέκα καὶ ἑπτὰ ἐλάττονες καὶ μείζονές εἰσι καὶ ὅμως οὐκ εἰσὶν ἴσοι. ἀλλὰ καὶ ὁ συνάγων ὅτι αἱ ἀρεταὶ διδακταὶ ἐκ τοῦ λέγειν ὅτι τὰ διδακτὰ πρότερον μὴ ὄντα ὕστερον ἡμῖν ἐπιγίνεται, αἱ δ’ ἀρεταὶ πρότερον οὐκ ἐνοῦσαι ὕστερον ἐπιγίνονται, αἱ ἀρεταὶ ἄρα διδακταί, ἐριστικὸς καὶ σοφιστικός· οὐ γὰρ ἐκ τῶν οἰκείων τοῦ πράγματος συνάγει τὸ προκείμενον· τοῦτο γὰρ ἁρμόσει καὶ ἐπ’ ἄλλων λέγειν πολλῶν.

“而争论的与诡辩的推论,其一是表面的推论。” 在后文中,他似乎打算传授争论者与诡辩者之间的区别;但现在他把争论的推论与诡辩的推论当作同一种事物来把握。他把这种推论区分为两类,并指出一类争论的与诡辩的推论是那种看起来是推论实则无推论性的推论,它也是关于辩证术所试探的那些通念进行推论的。这就是那种在第二格中由两个肯定命题得出结论的〔推论〕,或者在任何一个格中由两个特称命题得出结论的〔推论〕,或者违背推论式以任何其他方式得出结论的〔推论〕,正如凯纽斯在第二格中由两个肯定命题得出“火处于多重比例之中”的结论,他以如下方式对该诡辩进行化归:“处于多重比例之中的事物增长迅速;火增长迅速;结论是显然的”。因此他说,形式不健全的推论就是争论的与诡辩的,他在此是将同一个事物并列列出;因为争论者与诡辩者是同一个人,仅仅在抉择上有所不同,正如他稍后所要说明的那样。因此,这样的推论无论是结论为假还是为真,都是无推论性的。并且他补充了这种推论之所以是无推论性的原因:因为它的中项——这一中项既是结论的原因,也是他称之为“为什么”的东西——是具有欺骗性的;因为在第二格中,当两个前提都被取为肯定命题时,即使中项确实对两个极端都能真实陈述,人们也不应当这样来取前提,而应当一个是这样[肯定的],另一个是否定的。因此它在“为什么”上具有欺骗性。而且即便有人选取了两个特称前提,正如在这一例子中:“庇塔库斯是智慧的;庇塔库斯是高尚的;因此智慧之人是高尚的”,尽管结论是真实的,这也在中项上是具有欺骗性的;因为并不必然由于庇塔库斯既高尚又智慧,智慧之人就由于这个推论也是高尚的。因此他说,在辩证术作为试探术所关涉的事情上(在开篇已经说明了它是如何如此的),诡辩术在这些事情上是具有欺骗性的;因为诡辩术假装知晓。但是,如前所述,试探者这样做是为了那个假装知道事物的人的益处,并且是根据绝对公认的观点,或者根据假装知道事物的人所认可的观点(这种论证形式在柏拉图那里很常见),而诡辩者则是根据某些同名异义的或双关的词项或某些其他此类事物来进行的。因此他说,争论的推论有两种:一种是前面提到的格不具推论性的推论;另一种是不出自当下研究方法所固有的本原,也不使用事物所固有的前提,却显得符合该门技艺,即[出自]该技艺所固有的东西的推论。因此,错误的几何作图并不是争论性的;因为它们是从几何学所固有的本原出发的;只是作图没有按照应当的方式进行。在《论题篇》第一卷中关于这些已经讨论过了;因为他在那些章节中说道:“因为作假图者通过或者没有按照应当的方式描绘半圆,或者没有按照应当的方式引出某些线,而制造了谬误推理”。因此错误的作图不是争论性的,因为它们是从固有的本原进行谬误推理的;即使有某种涉及真结论的错误作图,它也不会是争论性的,例如希波克拉底的〔化圆为方〕以及安提丰通过月牙形的化圆为方;因为它们不是争论性的,因为它们恪守了几何学固有的本原。但布里松的化圆为方则是争论性的和诡辩性的,因为它不是出自几何学固有的本原,而是出自某些更为共通的本原。因为在圆的外侧外接一个正方形,在内侧内接另一个正方形,并在两个正方形之间再作另一个正方形,然后说处于两个正方形之间的圆与同样处于两个正方形之间的正方形,都小于外侧的正方形而大于内侧的正方形,而大于且小于相同事物的事物是相等的,因此圆与正方形是相等的——这乃是出自某些共通且虚假的本原:说是共通的,是因为它也适合于数、时间、地点及其他共通之物;说是虚假的,是因为八和九既小于十又大于七,然而它们并不相等。此外,通过说“可教的事物以前不存在,后来才在我们身上产生;美德以前不存在,后来才产生;因此美德是可教的”来得出“美德是可教的”这一结论的人,也是争论性的和诡辩性的;因为他不是从该事物所固有的东西推论出所设定的命题;因为把这话用于许多其他事物也同样适用。

语法注3 条
  1. 1.61ἐκ παραλλήλου θεὶς τὸ αὐτό

    短语 ἐκ παραλλήλου 是副词性成语,意为“并列地”或“重叠地”,分词 θεὶς 带宾语 τὸ αὐτό。此处说明亚里士多德将“争论的”与“诡辩的”并列放置,实际上将二者视为外延相同的概念。

  2. 1.61ἀπατητικὸς ... τοῦ διὰ τί

    形容词 ἀπατητικός(欺骗性的)支配属格 τοῦ διὰ τί(关于“为什么”)作为补足语。冠词 τοῦ 将疑问短语 διὰ τί 实词化,充当表关涉或宾格性的属格。

  3. 1.61δοκεῖ εἶναι κατὰ τὴν τέχνην, ἤγουν 〈ἐκ〉 τῶν οἰκείων τῇ τέχνῃ

    动词 δοκεῖ 作为关系代词 ὃς 引导的关系从句的主要谓语,与前述分词短语(οὐκ ἐκ τῶν οἰκείων ἀρχῶν ... ὢν μηδὲ ... χρώμενος)形成对比。编者补充的 〈ἐκ〉 还原了用于解释 κατὰ τὴν τέχνην 的介词短语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:88.27-90.25