- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:87.8-88.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德在171a34–171b6中驳斥了对方关于在不具多重含义的事物上亦可要求区分的异议,阐明了教学与辩证/试探的区别,并对辩证家、试探家和争辩性论者进行了分类界定;亚历山大对此进行了注解。
" Ἐπεὶ καὶ ἐν τοῖς μὴ διπλοῖς τί κωλύει τοῦτο ποιεῖν;" Εἰπὼν ὅτι ἐνίοτε τὸ ἐρωτώμενον καίτοι πολλαχῶς λεγόμενον οὐ δοκεῖ πολλαχῶς λέγεσθαι (ὃ δὲ μὴ οἴεται πολλαχῶς λεγόμενον, πῶς ἂν διέλοι ὁ ἐρωτῶν;), νῦν ὡς ἀπ’ ἐκείνων ἐπάγει1 τὸ λεγόμενον τὸ ἐπεὶ καὶ ἐν τοῖς μὴ διπλοῖς. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον, ὅτι πῶς φής, Ἀριστότελες, ὅτι δεῖ τὸ ἐρωτώμενον ὁμώνυμον εἶναι, ἵνα ἡ κατὰ διαίρεσιν προβαίη ἐρώτησις; δυνατὸν γὰρ καὶ ἐν τοῖς μὴ διπλοῖς, τουτέστι μὴ ὁμωνύμοις, τοῦτο ποιεῖν, ἤγουν τὸ κατὰ διαίρεσιν ἐρωτᾶν. εἶτα καὶ πῶς ἐνδέχεται τὰ μὴ πολλαχῶς ἀλλὰ μοναχῶς λεγόμενα διαιροῦντας ἐρωτᾶν, διδάσκων ἐπάγει ἆρά γε αἱ ἐν τοῖς τέσσαρσι μονάδες ἴσαι εἰσὶ ταῖς δυσὶ δυάσιν, ἤτοι ἆρα αἱ τέσσαρες μονάδες ἴσαι εἰσὶ ταῖς δυσὶ δυάσι; λέγω δὲ οὐχὶ ἑκάστην τῶν μονάδων ἴσην τῇ δυάδι, ἀλλ’ ὁμοῦ τὰς τέσσαρας μονάδας ἴσας ταῖς δυσὶ δυάσι. τὸ δὲ εἰσὶ δὲ δυάδες αἱ μὲν ὡδὶ ἐνοῦσαι αἱ δὲ ὡδί ἴσον ἐστὶ τῷ ‘λέγω δὲ ὡδὶ μὲν ἴσας ὡδὶ δὲ μή, ὁμοῦ μὲν τὰς δύο δυάδας ἴσας ταῖς τέσσαρσι μονάσιν, ἑκάστην δὲ τῶν μονάδων ἑκάστῃ τῶν δυάδων οὐκ ἴσας.’ καὶ ἵνα σαφέστερος ὁ λόγος γένηται, οὕτως αὐτὸν δέξῃ· αἱ τέσσαρες μονάδες ὡδὶ μὲν ἐνοῦσαι καὶ λαμβανόμεναι ἴσαι εἰσὶ ταῖς δυσὶ δυάσιν, ὡδὶ δέ, ἤγουν μία ἑκάστη τῶν μονάδων μιᾷ τῶν δυάδων, οὔ. εἴ τις οὖν οὕτως, φήσουσιν ἐκεῖνοι, τὴν ἐρώτησιν ποιήσεται, κατὰ διαίρεσιν ἠρώτησε καίτοι μήτε τῶν μονάδων μήτε τῶν δυάδων πλεοναχῶς λεγομένων. εἶτα καὶ ἕτερον παράδειγμα τίθησι τὸ ἆρα τῶν ἐναντίων μία ἐπιστήμη; ὃ οὕτως ἂν καταλλήλως ἐρωτηθείη· ἆρ’ ἐπεὶ τῶν ἐναντίων τὰ μέν ἐστι γνωστὰ τὰ δὲ ἄγνωστα, ἔστιν αὐτῶν μία ἐπιστήμη; ταῦτα εἰπὼν λέγει ὥστε ἔοικεν ἀγνοεῖν ὁ τοῦτο ἀξιῶν ὅτι ἕτερον τὸ διδάσκειν τοῦ διαλέγεσθαι· τὸν μὲν γὰρ διδάσκοντα δεῖ μὴ ἐρωτᾶν ἀλλὰ λαμβάνειν ἀφ’ ἑαυτοῦ καὶ πάντα δῆλα ποιεῖν τῷ μαθητῇ, τὸν δὲ πρὸς ἀπάτην ἢ νίκην ὁρῶντα οὐδαμῶς.
“因为即使在非双重含义的事物上,又有什么阻止这样做呢?” 在说明了有时被问及的事物虽然具有多重含义,却并不显得具有多重含义之后(而提问者对自己并不认为具有多重含义的事物,又怎能作出区分呢?),他现在如同从对方的立场出发引出了“因为即使在非双重含义的事物上”这一表述。而该表述的意思是这样的:“亚里士多德,你为什么说被问及的事物必须是同名异义的,以便按照区分来进行提问?因为即使在非双重含义的事物上,即非同名异义的事物上,也可能这样做,即按照区分来提问”。接着,在指明如何可能通过区分来询问那些不具多重含义而只具单一含义的事物时,他引出了:“四之中的单体是否等于两个二?”,即“四个单体是否等于两个二?但我的意思并不是每个单体等于二,而是合在一起的四个单体等于两个二”。而“二有的以这种方式包含于其中,有的以那种方式包含于其中”,等同于说:“我的意思是,以这种方式是相等的,而以那种方式则不是;即合在一起的两个二等于四个单体,但每个单体并不等于每个二”。为了使论述更加清楚,你可以这样来理解:四个单体以这种方式被包含并被选取时等于两个二,但以那种方式(即每个单体与其中一个二相对)则不等于。他们会说:“因此,如果有人这样提出问题,他就是按照区分进行了提问,尽管单体和二都不具有多重含义”。接着他又提出了另一个例子:“相反者的知识是一门吗?”,这可以适当地被这样询问:“既然相反者中有的是可知的,有的是不可知的,那么它们的知识是一门吗?”在说了这些之后,他说:“因此,提出这一要求的人似乎不知道教学与辩论是不同的”;因为教学者不应当提问,而应当自己设定前提并向学习者阐明一切,但那以欺骗或胜利为目的的人则绝非如此。
"Ἔτι τὸ φάναι ἢ ἀποφάναι ἀξιοῦν." Ἔτι ἀναιρεῖ τοὺς κατὰ διαίρεσιν ἐρωτῶντας, καί φησί· τὸ τὴν πρότασιν οὕτως ἐρωτᾶν ὡς ἀναγκάζεσθαι τὸν ἀποκρινόμενον ἢ τὸ ‘ναί’ ἢ τὸ ‘οὔ’ λέγειν (ταῦτα γὰρ εἶπε φάναι ἢ ἀποφάναι) οὐ δεικνύντος ἐστίν, ἀλλὰ πεῖραν λαμβάνοντος2 τοῦ ἀποκρινομένου εἰ γινώσκει τὸ ἐρωτώμενον. πῶς οὖν ἐνδέχεται τὸν ἀπόπειραν ποιούμενον διαιρεῖν καὶ διδάσκειν τὸν ἐρωτώμενον ὃ ζητεῖ μαθεῖν εἰ οἶδεν; ἡ γὰρ πειραστικὴ οὐ διδασκαλική ἐστιν, ἵνα δῆλα ποιῇ τὰ πράγματα, ἀλλὰ διαλεκτική τις, ὡς καὶ ἐν τοῖς προρρηθεῖσιν εἴπομεν, καὶ θεωρεῖ οὐ τὸν εἰδότα ἀλλὰ τὸν προσποιούμενον εἰδέναι ἀγνοοῦντα δέ.
“此外,要求肯定或否定。” 此外,他驳斥了那些按照区分进行提问的人,并说道:以使得回答者被迫说“是”或“否”(因为他把这些称为“肯定或否定”)的方式来询问前提,并不属于进行证明者的职分,而属于试探回答者是否知道被问及之事的人的职分。那么,进行试探的人怎么可能向被提问者进行区分并教导他所试图查明对方是否知晓的事情呢?因为试探术并不是为了使事情明了的教学性的学问,而是一种辩证法(正如我们在前文中所说的那样),它考察的不是知者,而是假装知道却实际上无知的人。
"Ὁ μὲν οὖν κατὰ τὸ πρᾶγμα θεωρῶν τὰ κοινὰ διαλεκτικός ἐστιν." Ἐμφήνας διὰ τοῦ εἰπεῖν, ὅτι ἡ πειραστικὴ διαλεκτική τίς ἐστιν, ὅτι μὴ ταὐτόν ἐστι πειραστικὴ καὶ διαλεκτικὴ ἀλλὰ διάφοροι, ἀκολούθως τὴν διαφορὰν αὐτῶν παραδίδωσι, καὶ τὸν μὲν κατὰ τὰ κοινὰ θεωροῦντα τὸ πρᾶγμα (οὕτω γάρ ἐστι τὸ ἑξῆς τῆς λέξεως· [ὡς] κοινὰ δὲ λέγει τὰ δοκοῦντα πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς), τοῦτον καλεῖ διαλεκτικόν, τὸν δὲ ἐκ τῶν δοκούντων τῷ ἀποκρινομένῳ πειραστικόν (τοῦτο γὰρ λείπει),3 τὸν δὲ ἐκ τῶν φαινομένων ἐνδόξων μὴ ὄντων δὲ σοφιστικὸν καὶ ἐριστικόν. πῇ δὲ διαφέρει ὁ σοφιστικὸς τοῦ ἐριστικοῦ, μετ’ ὀλίγον ἐρεῖ.
“因此,依据事物来考察共通之物的人是辩证家。” 通过说明试探术是一种辩证法,从而表明了试探术与辩证法并不是同一回事而是有所差异的之后,他随之传达了它们之间的区别。他把依据共通之物来考察事物的人(因为句子的文词顺承关系是这样的;而他所说的共通之物是指所有人、大多数人或智者所认可的观点)称为辩证家;把根据回答者所认可的观点[进行考察的人]称为试探家(因为这是所省略的部分);而把根据看似公认实则不然的观点[进行考察的人]称为诡辩的和争论的。诡辩与争论有何区别,他稍后就会说明。
- 1.58ὡς ἀπ’ ἐκείνων ἐπάγει
介词短语 ἀπ' ἐκείνων 指的是在前文中主张按照区分提问的论敌。它与 ἐπάγει 连用作状语,表明亚里士多德在此是将引文的疑问句作为对方立场提出的异议而引出的。
- 1.59οὐ δεικνύντος ἐστίν, ἀλλὰ πεῖραν λαμβάνοντος
属格分词 δεικνύντος 与 πεῖραν λαμβάνοντος 充当联系动词 ἐστίν 的表语属格,表示职责或属性,以不定词短语 τὸ τὴν πρότασιν οὕτως ἐρωτᾶν 为主语,意为“不属于证明者的职分,而属于试探者的职分”。
- 1.60τοῦτο γὰρ λείπει
指亚里士多德原文(171b6–7)中的省略。针对亚里士多德从辩证家(διαλεκτικός)直接转到诡辩家(σοφιστικός)而未明述试探家这一对句的情况,注家补出 τὸν δὲ ἐκ τῶν δοκούντων τῷ ἀποκρινομένῳ πειραστικόν,并指出这一整句在原文中被省略了。
