- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:85.13-87.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在§1.56#2中,注疏者论证了即便在提问中引入区分,反驳依然归结为既违反思想又针对名称,且语言表达之外的谬误无法还原于此,以此驳斥了论敌的主张。在§1.57中,注疏者引入171a28的标界短语,从辩证法的角度批评了要求提问者自行区分多重含义的做法是极不妥当的。
ὁ δὲ ἀποκρινόμενος τὸ ‘οὐκ ἔστιν’ ἔφησε· δῆλός ἐστι διὰ τοῦ ‘οὐκ ἔστι’ τοῦτο εἰπών, ὡς οὐκ ἔστι λέγειν τὸν σιγῶντα· τὸ γὰρ ‘οὐκ ἔστι’ τοῦτο δηλοῖ, τὸ ‘οὐκ ἐνδέχεται κατὰ τὶ μὲν λέγειν τὸν σιγῶντα κατὰ τὶ δὲ μή, ἀλλ’ ἁπλῶς μὴ λέγειν’. ἂν οὖν ὁ ἀποκρινόμενος οὕτως εἴπῃ, τουτέστιν ‘οὐκ ἔστι λέγειν τὸν σιγῶντα’, ὁ δ’ ἐρωτῶν ὅτι ἔστι συλλογίσεται, φανερόν ἐστιν ὡς ἀπ’ ἄλλου μὲν σιγῶντος τὸ λέγειν ἀπέφησεν ὁ ἀποκρινόμενος, κατ’ ἄλλου δὲ ὁ ἐρωτῶν συνεπέρανε. τὴν 〈δὲ〉 λέξιν τὴν ἆρ’ οὐ πρὸς τὴν διάνοιαν διείλεκται ὀξυτόνως ἀναγινώσκειν δεῖ καὶ κατὰ ἀπόφασιν, ἀλλ’ οὐχὶ κατὰ ἐρώτησιν.1 ἵν’ οὖν συντόμως ἐροῦμεν, τοῦτό ἐστιν ὃ φησιν, ὡς εἰ καὶ κατὰ διαίρεσιν καθ’ ὑμᾶς ἡ ἐρώτησις γίνοιτο, ἣν δὴ καὶ προλαβόντες εἰρήκαμεν, καὶ τῆς διαιρέσεως γενομένης ὁ μὲν ἀποκρινόμενος εἴπῃ μηδαμῶς λέγειν τὸν σιγῶντα, ἤτοι οὐδ’ ὅλως, ὁ δ’ ἐρωτῶν συμπερανεῖ λέγειν αὐτόν, ἆρ’ οὐ κατὰ τὴν διάνοιαν τοῦ ἀποκρινομένου διείλεκται, ἵν’ ᾖ τὸ ‘ἄρα’ συμπερασματικόν. καίτοι οὗτος ὁ λόγος, τουτέστιν ὁ παρὰ τὴν διάνοιαν, καὶ παρὰ τὸ ὄνομά ἐστιν· οὔτε γὰρ ἡ αὐτὴ διάνοια τοῦ ἐρωτῶντος καὶ τοῦ ἀποκρινομένου, οὔτε πρὸς τὸ αὐτὸ πρᾶγμα, πρὸς ὃ ἡ τοῦ ἀποκρινομένου ἀπόκρισις γέγονε, πρὸς ἐκεῖνο καὶ τὸ συμπέρασμα ἐξενήνεκται, κἂν τὸ αὐτὸ ὄνομα ἦν. ὥστε τὸ αὐτό ἐστι τό τε πρὸς τοὔνομα καὶ πρὸς τὴν διάνοιαν. τὸ δὲ οὐκ ἄρα ἐστὶ γένος τι λόγων τὸ πρὸς τὴν διάνοιαν τοιοῦτόν ἐστιν, ἵνα καὶ τὸ πλῆρες τῇ λέξει προσθήσομεν· ἐπεὶ ἀπεδείχθη τὸ αὐτὸ εἶναι τὸ πρὸς τοὔνομα καὶ πρὸς τὴν διάνοιαν, οὐκ ἔστι λοιπὸν τὸ γένος τῶν παρὰ τὴν διάνοιαν λόγων ἄλλο τῶν παρὰ τοὔνομα ἀλλὰ ταὐτό. ὁμοίως καὶ τὸ ἀλλ’ οἱ μὲν πρὸς τοὔνομά εἰσι τοιοῦτον, ὅτι ἀλλ’ οἱ μέν, ἤτοι τινὲς τῶν ψευδῶν συλλογισμῶν, πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιάν εἰσι, πλὴν οὐ πάντες εἰς ταῦτα ἔχουσι τὴν ἀναγωγήν. τὸ δὲ καὶ τοιοῦτοι οὐ πάντες τοιοῦτόν ἐστιν, οὐχ ὅτι οὐ πάντες οἱ ἔλεγχοι τοιοῦτοι, ἤτοι εἰς τὰ πολλάκις εἰρημένα ἀναγόμενοι, ἀλλ’ οὐδ’ οἱ φαινόμενοι ἔλεγχοι εἰς ταῦτα ἀνάγονται, τουτέστιν οὐ μόνον τοῦτό φημι, ὡς οὐκ ἀνάγονται πάντες ἁπλῶς οἱ ἔλεγχοι εἰς ταῦτα, ἀλλ’ οὐδ’ οἱ φαινόμενοι· τῶν γὰρ φαινομένων ἐλέγχων οἱ μὴ παρὰ τὴν λέξιν, τουτέστιν οἱ ἐκτὸς τῆς λέξεως, οἷον οἱ παρὰ τὸ συμβεβηκὸς καὶ οἱ λοιποὶ ἕξ, οὐκ εἰς τὴν διαίρεσιν ταύτην ἀνάγονται. ὥστε ματαία ἡ εἰσαγομένη διαίρεσις, ὡς τῶν αὐτῶν καὶ πάλιν ἀπ’ αὐτῆς ἀτόπων συναγομένων.
而回答者说了“不是”;很明显,他通过“不是”表达了这一点:静默者说话是不可行的。因为“不是”意味着:“静默者在某一方面说话而在某一方面不说话是不可行的,而是单就一般而言并不说话”。因此,如果回答者这样说,即“静默者说话是不可行的”,而提问者推论出这是可行的,那么显然,回答者是否定了某一种静默者的说话,而提问者则是针对另一种静默者作出了推论。至于“因此他并非针对思想进行讨论”这句表述,应当读作带有锐音符且作否定陈述,而不是作为疑问句来读。因此简括地说,他的意思就是:即使按照你们的看法,如我们方才预先所说的那样,提问是按照区分来进行的,并且在作出区分之后,回答者说静默者决不说话,即根本不说话,而提问者推导出他说话的结论,[提问者]因此也并非符合回答者的思想来进行讨论——为了使“因此”具有推论性。而且这个论辩,即违反思想的论辩,也是违反名称的;因为提问者与回答者的思想并不相同,结论也不是针对回答者作出回答的同一事物而得出的,即使名称是相同的。所以针对名称与针对思想是同一回事。至于“因此针对思想并不是论辩的某种属”,如果我们在文句中补足完整的意思,它是指:既然针对名称与针对思想已被证明是同一回事,那么违反思想的论辩之属就不再是异于违反名称之属的另一种,而是同一个。同样,“但有些是针对名称的”也是指:有些,即某些虚假的推论,是针对名称且违反思想的,但并非所有虚假推论都能还原为这些。而“并且甚至并非所有此类”的意思则是:不仅并非所有的反驳都是此类(即还原为屡次提到的那些事物),而且甚至表面的反驳也不能还原为这些;也就是说,我不仅是说并非所有反驳都简单地能还原为这些,而是说甚至表面的反驳也不能;因为在表面的反驳中,那些不取决于用词的,即言词之外的反驳,例如取决于偶性的反驳以及其余六种,都不能还原到这种区分中。因此,所引入的区分是徒劳的,因为从中再次推导出了同样的荒谬。
"Εἰ δέ τις ἀξιοῖ διαιρεῖν ὅτι λέγω δέ." Εἰπὼν ὡς οὐκ ἐγχωρεῖ τὰ σοφίσματα πάντα εἰς τὸ πρὸς τοὔνομα ἀνάγεσθαι καὶ παρὰ τὴν διάνοιαν, ἀπαντήσας δὲ καὶ πρὸς τοὺς ἴσως ἀντιπεσόντας καὶ φήσαντας δυνατὸν εἶναι διὰ τῆς διαιρέσεως ἀνάγεσθαι εἰς αὐτὰ καὶ δείξας, ὅτι κἂν δώσομεν πάντα εἰς ταῦτα ἀνάγεσθαι, ἀλλ’ οὖν πάλιν καὶ οὕτως οἱ παρὰ τὴν διάνοιαν καὶ οἱ πρὸς τοὔνομα οἱ αὐτοί εἰσι, νῦν εὐθύνει καὶ τὸν ἀξιοῦντα λόγον κατὰ διαίρεσιν ἐρωτᾶν. καὶ πειρᾶται ἀνατρέπειν αὐτὸν λέγων ὡς εἴ τις οὕτως ἀξιοῖ λέγων οὕτω καὶ ἐρωτῶν ‘ἆρ’ ἔστι σιγῶντα λέγειν; ἔστι δὲ σιγῶντα ὅ τε μὴ λαλῶν ἄνθρωπος καὶ τὰ σιγώμενα’ (τοῦτο γὰρ δηλοῖ διὰ τοῦ τὰ μὲν ὡδί, τὰ δ’ ὡδί· τὰ μὲν γὰρ οὕτως εἰσὶ σιγῶντα ὡς δύναμιν μὲν ἔχοντα τοῦ λαλεῖν, νῦν δὲ σιγῶντα, τὰ δὲ οὕτως ὡς μὴ πεφυκότα λαλεῖν), εἴ τις οὕτως ἐρωτᾷ, οὐ καλῶς ἀξιοῖ, ὅτι καίπερ τῆς ἀξιώσεως ἀπρεποῦς οὔσης ἐπὶ μὲν τῶν πολλαχῶς λεγομένων ἴσως ἄν τις κατὰ διαίρεσιν ἐρωτήσῃ, ἐπὶ δὲ τῶν μὴ πολλαχῶς πῶς ἐνδέχεται διαιρεῖν;2 ὃ γὰρ μὴ οἴεται πολλάκις αὐτὸς ὁ ἐρωτῶν ὁμώνυμον εἶναι ἀλλ’ ἀγνοεῖ, μάταιόν ἐστι διαιρεῖν αὐτὸν τοῦτο, μᾶλλον δὲ ἀδύνατον. ἄλλως τε καὶ παρὰ τὴν διαλεκτικὴν μέθοδον τὴν ἀξίωσιν ποιεῖται ὁ οὕτως ἐρωτῶν· διδασκόντων γάρ ἐστι τὸ διαιρεῖν ποσαχῶς λέγεται τὸ πρᾶγμα, οἷον ὀξὺ φέρε εἰπεῖν λέγεται καὶ ἡ φωνὴ καὶ ὁ ὄγκος, καὶ ὀξεῖα μὲν φωνή ἐστι τόδε, ὄγκος δὲ τόδε. τῶν διδασκόντων οὖν ἐστι τὸ διαιρεῖν. ἔπειτα ἐπεὶ πρὸς νίκην ἢ ἀπάτην τοῦ ἀποκρινομένου ὁρᾷ ὁ τὰς ἐρωτήσεις ποιούμενος, εἰ διαίρεσιν ποιησάμενος ἔροιτο, γνώριμον ποιήσει τῷ ἀποκρινομένῳ ποσαχῶς λέγεται μὴ εἰδότι μηδ’ ἐπεσκεμμένῳ ὅτι τοσαυταχῶς καὶ κατὰ τοσούτων καὶ τοιούτων λέγεται· γνωρίμου δὲ γενομένου ποσαχῶς τὰ σιγῶντα λέγεται καὶ τοῦ ἀποκρινομένου, εἰ τύχῃ, ἐπὶ τοῦ σιγῶντος ἀποφήσαντος, ἂν ὁ ἐρωτῶν ἐπὶ τὰ σιγώμενα μετενέγκοι τὸν λόγον, καταγέλαστος δόξειεν.
“如果有人要求区分,说‘我的意思是……’。” 在说明了不可能把所有诡辩都还原为针对名称和违反思想,并且回应了那些或许表示反对并声称通过区分可以将其还原为这些的人,证明了即使我们承认所有都可以还原为这些,但即便如此,违反思想与针对名称仍然是同一回事之后,他现在也对那种要求按照区分来提问的论调进行驳斥。他试图推翻它,说道:如果有人这样要求,这样说并这样问:“静默者说话是可能的吗?而静默的既指不说话的人,也指被静默的事物”(因为他通过“有些是这样,有些是那样”所表明的就是这个意思;因为有些是具有说话能力却正处于静默状态,而有些则是按本性就不能说话),如果有人这样提问,他的要求并不妥当,因为尽管这种要求不合时宜,但在具有多重含义的事物上,或许有人会按照区分来提问,但在不具多重含义的事物上,又如何能够区分呢?因为对于提问者自己往往并不认为具有同名异义性反而一无所知的事物,他去区分它是徒劳的,或者不如说是不可能的。况且,这样提问的人是违反辩证法的方法来提出要求的;因为区分一个事物有几种含义乃是教学者的事,例如说,“尖锐”既可以用来形容声音,也可以用来形容形体,尖锐的声音是这个,而尖锐的形体是那个。因此,进行区分是教学者的事。其次,既然提问者的目的是为了获胜或欺骗回答者,如果他作出了区分来提问,他就会让并不知晓也没有考察过该事物有如此多种说法且适用于如此多此类事物的回答者明白它有几种含义;而一旦弄清了静默的事物有几种含义,假使回答者就静默的人作出了否定,如果提问者再将论辩转移到被静默的事物上,他就会显得十分可笑。
- 1.56τὴν 〈δὲ〉 λέξιν τὴν ἆρ’ οὐ πρὸς τὴν διάνοιαν διείλεκται ὀξυτόνως ἀναγινώσκειν δεῖ καὶ κατὰ ἀπόφασιν, ἀλλ’ οὐχὶ κατὰ ἐρώτησιν
关于亚里士多德原文中 ἆρʼ οὐ... 一句的解读与文本判断:注疏者指出此处不应读作带有疑问小辞的问句(ἆρα οὐ...;“难道不是……吗?”),而应读作带有带锐音符的推论小辞 ἄρα 的否定陈述句(ἄρʼ οὐ...“因此并不是……”)。随后的 ἵνʼ ᾖ τὸ ‘ἄρα’ συμπερασματικόν(“为了使‘因此’具有推论性/结论性”)阐明了这一构词与句法判断的理由。
- 1.57ὅτι καίπερ τῆς ἀξιώσεως ἀπρεποῦς οὔσης ἐπὶ μὲν τῶν πολλαχῶς λεγομένων ἴσως ἄν τις κατὰ διαίρεσιν ἐρωτήσῃ, ἐπὶ δὲ τῶν μὴ πολλαχῶς πῶς ἐνδέχεται διαιρεῖν;
在说明主句原因的 ὅτι 从句内部,插入了让步分词短语 καίπερ τῆς ἀξιώσεως ἀπρεποῦς οὔσης,随后展开了 ἐπὶ μὲν τῶν πολλαχῶς λεγομένων 与 ἐπὶ δὲ τῶν μὴ πολλαχῶς 的对衬结构。论证在承认前者具有潜在可能(ἴσως ἄν τις... ἐρωτήσῃ)的前提下,通过后者的修辞性疑问句(πῶς ἐνδέχεται;“怎能可能?[绝无可能]”)对该做法进行了彻底否定。
