- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:84.15-85.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本段针对亚里士多德(171a18)提出的“除了作出区分之外还应当如何提问”进行阐述,讨论了主张通过区分可将所有反驳进行还原的反对者观点,并指出即便采用区分性的提问,推论最终依然只是针对名称的反驳。
" Ἢ πῶς δεῖ ἐρωτᾶν, πλὴν διδόντα διαίρεσιν.1" Ἀποδείξας διὰ τῶν εἰρημένων ταὐτὸν εἶναι τὸ πρὸς τὴν διάνοιαν καὶ πρὸς τοὔνομα, ἔτι δὲ καὶ ὅτι οὐ πάντες οἱ ψευδεῖς συλλογισμοὶ καὶ ἔλεγχοι εἰς τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν ἀνάγονται διὰ τὸ μὴ δυνατὸν εἶναι τοὺς ἔξω τῆς λέξεως ἀναχθῆναι εἰς ταῦτα, νῦν ὡς τινὸς εἰπόντος ὡς δυνατόν ἐστι2 πάντας τοὺς ἐλέγχους ἀναχθῆναι εἰς ταῦτα, εἰ κατὰ διαίρεσιν ἡ ἐρώτησις γίνοιτο, φησὶν ὡς πῶς οὖν δεῖ ἐρωτᾶν; ἢ καθ’ ὑμᾶς διὰ διαιρέσεως· εἰ γὰρ μὴ οὕτως αἱ ἐρωτήσεις προάγονται, ὥσπερ δὴ καὶ ἐλέχθησαν, οἷον ‘ἆρ’ ἔστι σιγῶντα λέγειν; ἆρ’ ὁ κύκλος σχῆμα;’, πάντως κατὰ διαίρεσιν λοιπὸν προαχθήσονται, ὅπερ ἐστὶ τὸ πλὴν διδόντα διαίρεσιν. εἶτα καὶ τὴν κατὰ διαίρεσιν ἐρώτησιν τίθησιν· οἱ γὰρ λέγοντες ἀνάγεσθαι πάντας τοὺς ἐλέγχους εἰς τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν ἴσως ἂν εἴποιεν, ὅτι ἀπὸ τοῦ μὴ κατὰ διαίρεσιν τὰς ἐρωτήσεις γίνεσθαι συμβαίνει μηδὲ τοὺς ἐλέγχους εἰς τὰ εἰρημένα ἀνάγεσθαι. τίς δὲ ἡ κατὰ διαίρεσιν ἐρώτησις καὶ πῶς εἰσαχθήσεται, σαφῶς παριστῶν φησιν εἶτ’ ἐρωτήσειέ τις εἰ ἔστι σιγῶντα λέγειν ἢ οὔ, ἢ ἔστι μὲν ὡς οὔ, ἔστι δ’ ὡς ναί, τοιοῦτόν τι διὰ τούτων παριστῶν, ὡς ὁ διαιρετικῶς ἐρωτῶν οὐ προάγει τὴν ἐρώτησιν οὕτως, ὡς ἆρ’ ἔστι σιγῶντα λέγειν ἢ οὔ, ἀλλὰ κατὰ τόνδε τὸν τρόπον· ἆρ’ ἔστι σιγῶντα λέγειν ἢ οὐκ ἔστιν, ἀλλ’ ἔστι μὲν ὡς ἔστιν, ἔστι δ’ ὡς οὐκ ἔστι; τουτέστιν ἆρ’ ἔστι λέγειν σιγῶντα, ἢ ἁπλῶς μὲν ὁ σιγῶν οὐ λέγει, τρόπον δέ τινα ἔστι λέγειν τὸν σιγῶντα, τρόπον δέ τινα οὔ; τουτέστι κατὰ τὶ μὲν λέγει ὁ σιγῶν, κατὰ τὶ δ’ οὔ; φησὶν οὖν πρὸς τοῦτο ὁ Ἀριστοτέλης, ὡς κἂν κατὰ διαίρεσιν ἡ ἐρώτησις γένηται, οἱ συναχθησόμενοι πάλιν λόγοι, εἰς ἃ καὶ πρώην ἀνήγοντο, καὶ πάλιν εἰς ταὐτὰ ἀναχθήσονται, εἴς τε τὸ πρὸς τοὔνομα καὶ πρὸς τὴν διάνοιαν, ὅπερ ἐδείχθη ταὐτόν. εἰ γὰρ ἐκ διαιρέσεως προβαίη ἡ ἐρώτησις καὶ ὁ μὲν ἀποκρινόμενος ἀποφήσει μὴ δυνατὸν εἶναι λέγειν τὸν σιγῶντα, ὁ δ’ ἐρωτῶν ἐπαγάγῃ συμπέρασμα ὡς δύναται λέγειν ὁ σιγῶν, δῆλον ὡς οὐ πρὸς τὴν διάνοιαν, τουτέστιν οὐ κατὰ τὴν διάνοιαν διειλέχθη τοῦ ἀποκρινομένου ὁ ἐρωτῶν ἀλλὰ πρὸς τὸ ὄνομα. οἷον ὁ ἐρωτῶν οὕτως προήγαγε τὴν ἐρώτησιν, ὡς ἆρ’ ἔστι σιγῶντα λέγειν ἢ οὐκ ἔστιν, ἀλλὰ τρόπον μέν τινα ἔστι, τρόπον δέ τινα οὐκ ἔστιν;
“或者,除了作出区分之外,还应当如何提问呢?” 通过上述内容,他证明了针对思想与针对名称是同一回事,而且由于语言表达之外的推论不可能被还原为这些,所以并非所有的虚假推论和反驳都能还原为针对名称和违反思想;而现在,就像有人曾说若按照区分来进行提问,所有反驳就都可能还原为这些一样,他说:那么究竟应当如何提问呢?或者按照你们的看法,通过区分[来进行提问]?因为如果提问不像方才所说的那样提出,例如“静默者能否说话?圆是否是一种图形?”,那么剩下的就必定完全是按照区分来提出的,这也就是“除了作出区分之外”的意思。随后他也给出了按照区分所作的提问;因为那些声称所有的反驳都能还原为针对名称和违反思想的人或许会说,反驳之所以未能还原为上述事物,是因为提问没有按照区分来进行。为了清楚地表明按照区分的提问是什么以及它将如何被引入,他说:随后有人会问,静默者说话是可能的还是不可能的,或者在某种意义上是不可能的,但在某种意义上是可能的;他通过这些话表明了这样一层意思:以区分的方式提问的人并不像“静默者能否说话,还是不能?”这样提出问题,而是按照这种方式:“静默者说话是可能的,还是不可能的,或者在某种意义上是可能的,而在某种意义上是不可能的?”也就是说,静默者说话是可能的,还是单就一般而言静默者并不说话,但在某种方式下静默者说话是可能的,而在某种方式下则不可能?也就是说,在某一方面静默者说话,而在某一方面则不说话?因此亚里士多德对此说道,即使提问是按照区分进行的,所推导出的论辩也将再次被还原为原本被还原到的那些东西,即还原为针对名称和针对思想——这已被证明是同一回事。因为,如果提问是基于区分而展开的,而回答者否认静默者能够说话,提问者却推导出静默者能够说话的结论,那么显然提问者并非针对思想,即并非符合回答者的思想来进行讨论,而是针对名称。例如,提问者是这样提出问题的:“静默者说话是可能的,还是不可能的,或者在某种方式下是可能的,而在某种方式下是不可能的?”
- 1.56πλὴν διδόντα διαίρεσιν
副词性介词 πλήν 后接宾格分词 διδόντα。由于不定式结构(δεῖ ἐρωτᾶν,“人应当提问”)中隐含的泛指逻辑主语为宾格,分词与之保持性数格一致而采用宾格。
- 1.56ὡς τινὸς εἰπόντος ὡς δυνατόν ἐστι
这是位于主句动词 φησίν 之前的 ὡς 引导的属格独立结构(ὡς τινὸς εἰπόντος),用于引出假定或预设的论敌立场(“宛如有人曾说”)。紧随其后的第二个 ὡς 则引导从属于 εἰπόντος 的宾语从句(“即……是可能的”)。
