← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§83.4-84.14

针对名称与思想的论辩之同一性及数学实例

注释者考察了亚里士多德在171a12之后关于“针对名称的论辩”与“违反思想的论辩”二者同一性的论证,结合数学实例,解释了疑问句中“或者并非如此”(ἢ οὔ)的句法功能,并分析了171a17文句的三种解读方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.54

" Ἀλλὰ δὴ ὅθεν ὁ λόγος ἦλθεν." Πάλιν ἐπὶ τὸ προκείμενον ἐπανῆλθε, καὶ δείκνυσι μὴ ἕτερον εἶναι τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν συλλογίζεσθαι ἀλλ’, ὡς δέδεικται, ταὐτόν. καὶ φησὶν ἐρωτῶν πότερον οἱ ἐν τοῖς μαθήμασι σοφιστικοὶ λόγοι καὶ ἀπατητικοί, μαθήματα λέγων ἀριθμητικήν, γεωμετρίαν καὶ τὰ συγγενῆ ταύταις, πότερον οἱ ἐν τοῖς μαθήμασι πρὸς τὴν διάνοιάν εἰσι, τουτέστι κατὰ 〈τὴν〉 διάνοιάν εἰσι τοῦ ἐρωτωμένου; καὶ ἐρωτήσας ἀποκρίνεται λέγων ἢ οὔ, δηλῶν διὰ τούτου ὅτι οὐ κατὰ τὴν ἐκείνου διάνοιαν, ὡς ἴσου ὄντος τοῦ ἢ οὔ τῷ ‘ἢ δηλονότι παρὰ τὴν διάνοιάν εἰσι τοῦ ἀποκρινομένου’. εἰ γὰρ ὁ ἀποκρινόμενος οἴεται πολλὰ σημαίνειν τὸ τοῦ τριγώνου ὄνομα, τό τε σκαληνὸν καὶ τὸ ἰσοσκελές, καὶ ἐρωτηθεὶς ‘ἆρα παντὸς τριγώνου αἱ πρὸς τῇ βάσει γωνίαι ἴσαι ἀλλήλαις εἰσίν;’ ἔδωκεν, ὅτι ἴσαι ἀλλήλαις ἐπὶ τοῦ ἰσοσκελοῦς, ὁ δὲ σοφιστὴς ἐλέγχει αὐτόν, ἆρα κατὰ τὴν διάνοιαν διείλεκται οὗτος τοῦ ἐρωτωμένου; καὶ ἐπάγει τὴν λύσιν λέγων ἢ οὔ· οὐ γὰρ πρὸς τὴν διάνοιαν διείλεκται τοῦ ἀποκρινομένου ὁ ἐρωτῶν, εἴπερ ὁ μὲν ἀποκρινόμενος, εἰ οὕτως ἔτυχε, τὸ σχῆμα ἢ τὸν κύνα δέδωκεν ἐπὶ τοῦ χερσαίου ἢ τοῦ ἐπιπέδου σχήματος, ἐκεῖνος δ’ ἐπὶ τὸν ἀστρῷον μετήνεγκεν ἢ τὰ ἔπη. δῆλον ἄρα ὡς πρὸς τὸ ὄνομα διείλεκται καὶ οὐ πρὸς τὴν διάνοιαν τοῦ ἀποκρινομένου· ταὐτὸν ἄρα τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιάν ἐστιν. ἰστέον δὲ ὅτι ἐφ’ ἑκάστης τῶν αὐτοῦ ἐρωτήσεων τὸ ἢ οὔ ὡς ἀπόκρισίς ἐστι1 καὶ οἱονεὶ ἀπόφασις καὶ ἀπάρνησις ἀντὶ τοῦ ‘φανερὸν ὅτι οὐκ ἔστι πρὸς τὴν διάνοιαν’.

“但是现在回到论证所由出发的地方。” 他再次回到了原本提出的主题,并指出,针对名称的推论与违反思想的推论并不是两回事,而是正如所表明的那样,是同一回事。他发问道:数学学科中那些诡辩式的、欺骗性的论辩——他所说的数学学科是指算术、几何学以及与它们同类者——数学学科中的论辩究竟是针对思想的,即符合被提问者的思想吗?在提问之后,他回答说“或者并非如此”,以此表明它不符合那人的思想,因为“或者并非如此”等同于“或者显然它们违反了回答者的思想”。因为,如果回答者认为“三角形”这个名称指称多种事物,即不等边三角形和等腰三角形,并且在被问及“是否每一个三角形底边上的角都彼此相等?”时,就等腰三角形而言承认了它们彼此相等,而诡辩家却反驳了他,难道这人是符合被提问者的思想来进行讨论的吗?随后他给出了解决方案,说“或者并非如此”;因为提问者并非针对回答者的思想来进行讨论,尤其是假若回答者偶然就陆生犬或平面图形承认了该图形或该犬,而那[提问]者却将其转移到了星座或史诗上。因此显而易见,他是针对名称而不是针对回答者的思想来进行讨论的;因此,针对名称与违反思想是同一回事。应当注意的是,在他提出的每一个问题中,“或者并非如此”都是作为一个回答,可以说是作为一种否定和拒绝,代替了“显然它并非针对思想”。

§1.55

"Ἔτι εἰ πολλὰ μὲν σημαίνει τοὔνομα." Ἔτι τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν ταὐτὸν εἶναι δείκνυσι, καὶ φησίν· εἰ πολλὰ σημαίνοντός τινος ὀνόματος μὴ νοεῖ τοῦτο οὕτως ἔχειν ὁ ἀποκρινόμενος ἀλλὰ μοναχῶς λέγεσθαι νομίζει, εἶτα ἐλέγχεται παρὰ τοῦ σοφιστοῦ, πάντως οὐ κατὰ τὴν οἰκείαν διάνοιαν ἠλέγχθη. ταὐτὸν οὖν ἄρα τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν. τὴν δὲ λέξιν τὴν ἔτι εἰ πολλὰ μὲν σημαίνει τοὔνομα, ὁ δὲ μὴ νοεῖ μηδ’ οἴεται, πῶς οὗτος οὐ πρὸς τὴν διάνοιαν διείλεκται; τριχῶς ἔστιν ἐκλαβεῖν.2 καθ’ ἕνα μὲν τρόπον οὕτως· εἰ τοῦ ὀνόματος διττοῦ ὄντος μὴ νοεῖ τοῦτο ὁ ἀποκρινόμενος, πῶς οὗτος ἠπάτηται, κατὰ διάνοιαν ἢ οὔ; καὶ πρὸς τοῦτο λύσις οὐ πρὸς τὴν διάνοιαν, ἤγουν οὐ κατὰ τὴν διάνοιαν. ἢ κατ’ ἐρώτησιν ἀναγνωστέον καὶ ὑπερβατῶς οὕτως· ἆρά γε οὗτος πρὸς τὴν διάνοιαν διείλεκται; καὶ οὕτως ἐπακτέον ὡς ἀρνητικόν τε καὶ ἀποφατικὸν τὸ οὔ· σύνηθες γὰρ αὐτῷ τοῦτο, ὡς καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει εἶπεν “ἀλλ’ ἐπειδὴ περὶ φύσεως μὲν οὔ, φυσικὰς δὲ ἀπορίας συμβαίνει λέγειν αὐτοῖς”. ἢ οὖν οὕτω τὴν λέξιν ἀναγνωστέον, ἢ ἀποφατικῶς ὧδε· ἔτι εἰ πολλὰ μὲν σημαίνει τοὔνομα, ὁ δὲ μὴ νοεῖ μηδὲ οἴεταί πως· καὶ στίξαντας ἐπαγαγεῖν οὗτος οὐ πρὸς τὴν διάνοιαν διείλεκται ὡς ἴσον τῷ ‘πάντως ὁ τοιοῦτος δῆλός ἐστιν ὅτι οὐ πρὸς τὴν διάνοιαν διείλεκται ἀλλὰ παρὰ τὴν διάνοιαν’. ἀλλὰ μὴν τοῦτο καὶ πρὸς τοὔνομά ἐστι· ταὐτὸν ἄρα τὸ πρὸς τοὔνομα καὶ τὸ παρὰ τὴν διάνοιαν.

“此外,如果名称指称多种事物……” 他进一步指出针对名称与违反思想是同一回事,他说:当某个名称指称多种事物时,如果回答者没有理解事实是如此,而是以为它只有单一含义,随后被诡辩家所论驳,那么他决不是按照他自己的思想被论驳的。因此,针对名称与违反思想是同一回事。而“此外,如果名称指称多种事物,但他既不理解也不以为如此,这个人怎么会不是针对思想来进行讨论的呢?”这一文句,可以有三种理解方式。按照第一种方式如下:如果名称具有双重含义,而回答者并未理解这一点,这个人究竟是如何被欺骗的,是根据思想还是并非如此?对此的解答是“并非针对思想”,即并非符合思想。或者应当作为一个问句并通过倒置按如下方式阅读:“难道这个人是针对思想来进行讨论的吗?”然后按此方式引入作为否定词和表断否的“不”;因为这对他来说是习以为常的,正如他在《物理学》中所说的那样:“但既然他们所谈论的并非关于自然,而是碰巧谈论了自然哲学中的疑难”。因此,要么应当这样阅读文句,要么作为否定句按如下方式阅读:“此外,如果名称指称多种事物,但他并未以某种方式理解或以为如此”;在断句之后加上“这个人并没有针对思想来进行讨论”,这等同于“这样的人显而易见决不是针对思想,而是违反思想来进行讨论的”。然而,这也就是针对名称的;因此,针对名称与违反思想是同一回事。

语法注2 条
  1. 1.54τὸ ἢ οὔ ὡς ἀπόκρισίς ἐστι

    短语 ἢ οὔ 在此并非简单的析取疑问句成分,而是在自问自答结构中作为对前述提问的否定性回答(“抑或并非如此[=不,并非如此]”)。注释者将其视为 ἀπόφασις καὶ ἀπάρνησις(断否与拒绝),用以代替“显而易见并非针对思想”。

  2. 1.55τριχῶς ἔστιν ἐκλαβεῖν

    对于亚里士多德的原句(ἔτι εἰ πολλὰ μὲν σημαίνει τοὔνομα, ὁ δὲ μὴ νοεῖ μηδ’ οἴεται, πῶς οὗτος οὐ πρὸς τὴν διάνοιαν διείλεκται;),注释者提出了三种句法分析:(1) 将 πῶς 视为询问受骗方式的疑问副词,而后续短语提供否定性解答;(2) 视为通过倒置(hyperbaton)构成的问句,其中 οὔ 独立作为句末强烈的否定词;(3) 将 πῶς 读作附着于条件从句的无重音不定副词 πως(μὴ νοεῖ μηδὲ οἴεταί πως)并在此断句,主句则为直陈否定句 οὗτος οὐ πρὸς τὴν διάνοιαν διείλεκται。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:83.4-84.14