← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§81.21-83.3

似是而非的论驳中欺骗的原因与分类

注解亚里士多德171a1处,指出不先探讨推论本质就对论驳进行划分是荒谬的,并结合具体例证详细阐明似是而非的论驳中欺骗的原因究竟存在于“矛盾(提问)”、“结论”还是“两者兼有”之中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.53

" Ὅλως τε ἄτοπον τὸ περὶ ἐλέγχου διαλέγεσθαι." Δείξας τοὺς πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν ἅπαντα τὰ σοφίσματα ἀνάγοντας μὴ καλῶς διαιροῦντας μέμφεται τούτους καὶ ἄλλως λέγων· ὅλως τε ἄτοπόν τι ποιοῦσιν οἱ οὑτωσὶ διαιροῦντες τὰ σοφίσματα περὶ ἐλέγχου διαλεγόμενοι μὴ πρότερον περὶ συλλογισμοῦ διαλαβόντες. ὁ γὰρ ἔλεγχος συλλογισμός ἐστιν ἀντιφάσεως· ἔδει οὖν ζητῆσαι τί ποτέ ἐστι συλλογισμός, καὶ τούτου εὑρεθέντος εὑρεῖν τί ἐστιν ἔλεγχος, εὑρόντας δὲ τί ἐστιν ἔλεγχος ἢ τρισκαίδεκα λέγειν καὶ αὐτοὺς τῶν σοφισμάτων τρόπους,1 ὥσπερ καὶ ἡμεῖς λέγομεν, ἢ πάντας εἰς τὴν τοῦ ἐλέγχου ἀνάγειν ἄγνοιαν. ὥστε ἐχρῆν πρότερον περὶ συλλογισμοῦ εἰπεῖν· ἔστι γὰρ ὁ σοφιστικὸς ἔλεγχος φαινόμενος συλλογισμὸς ἀντιφάσεως. διὸ ἂν ᾖ φαινόμενος ἔλεγχος (οὕτω γὰρ συντακτέον τὸ χωρίον),2 τουτέστιν εἰ μέλλει φαινόμενος ἔλεγχος καὶ σοφιστικὸς συλλογισμὸς γενήσεσθαι, δεῖ τὸ αἴτιον τῆς ἀπάτης καὶ τοῦ ψεύδους ἢ ἐν τῷ συλλογισμῷ, τουτέστι τῷ συμπεράσματι, εἶναι ἢ ἐν τῇ ἀντιφάσει, τουτέστι τῇ κατ’ ἀντίφασιν ἐρωτήσει (προσκεῖσθαι γὰρ δεῖ ἐν τῇ ἐρωτήσει τὴν ἀντίφασιν· οἷον ἆρ’ ἔστι σιγῶντα λέγειν ἢ οὔ;), ποτὲ δὲ ἐν ἀμφοῖν, καὶ ἐν τῇ ἀντιφάσει καὶ ἐν τῷ συμπεράσματι. ἐν μὲν οὖν τῇ ἀντιφάσει καὶ οὐκ ἐν τῷ συμπεράσματι τὸ τῆς ἀπάτης αἴτιόν ἐστιν ὡς ἐπὶ τοῦδε· ἆρ’ ἔστι σιγῶντα λέγειν ἢ οὔ; οὐδαμῶς· τί δέ, ὅταν ξύλα λέγῃς καὶ λίθους καὶ σιδήρια, οὐ σιγῶντα λέγεις; ναί· ἔστιν ἄρα ξύλα καὶ λίθους καὶ σιδήρια λέγειν, τουτέστιν ἔστιν ἄρα τὰ σιγῶντα λέγειν. τὸ μὲν οὖν σόφισμα τοιοῦτον. τὸ δὲ αἴτιον τῆς ἀπάτης οὐκ ἐν τῷ συμπεράσματι (ἀληθὲς γάρ ἐστι· λέγομεν γὰρ καὶ ξύλα καὶ λίθους, ἅπερ ἐστὶ σιγῶντα) ἀλλ’ ἐν τῇ ἀντιφάσει, τῇ τῆς ἀντιφάσεως φημι ἐρωτήσει, ἥτις εἶχε τὸ διττόν· τὸ γὰρ ‘ἆρ’ ἔστι σιγῶντα λέγειν;’ δηλοῖ καὶ τὸν σιγῶντα καὶ τὰ σιγώμενα. ἢ οὕτως· ἆρ’ ἔστι λέγοντα σιγᾶν; οὐ δῆτα· τί δέ, ὅταν σιγᾷς, οὐ πάντα σιγᾷς; οὐκοῦν καὶ τὰ λέγοντα σιγᾷς· ἐκ τῶν πάντων γάρ εἰσιν· ἔστιν ἄρα λέγοντα σιγᾶν. ἐνταῦθα γὰρ λέγοντα τὰ λεγόμενα ἔλαβεν ὁ ἐρωτῶν· ὁ δὲ ἀποκρινόμενος ἐπὶ τοῦ λέγοντος ἔδωκε. καὶ οὗτος μὲν ὁ παραλογισμὸς ὡς καὶ ὁ πρὸ αὐτοῦ ἐν τῇ ἀντιφάσει ἔχει τὸ αἴτιον. ὃ δὲ ἃ μὴ ἔχει τις, δοίη ἂν ἐν ἀμφοῖν,3 καὶ ἐν τῇ ἀντιφάσει καὶ ἐν τῷ συμπεράσματι. ὅπως δέ, δῆλον ἔσται καὶ τοῦτο θεμένοις τὸ σόφισμα. ἔστι δὲ τοῦτο· ἆρ’ ὃ μὴ ἔχει τις, δοίη ἄν; οὐδαμῶς· τί δέ, ὃ μὴ ἔχει τις ταχέως, δοίη ἂν ταχέως; ναί· ὃ ἄρα μὴ ἔχει τις, δοίη ἄν. ἐνταῦθα καὶ ἐν τῇ ἀντιφάσει καὶ ἐν τῷ συμπεράσματί ἐστι τὸ αἴτιον τοῦ ψεύδους. καὶ ἐν μὲν τῷ συμπεράσματι δῆλον· ἔδει γὰρ μὴ συμπεράνασθαι ‘ὃ ἄρα μὴ ἔχει τις, δοίη ἄν’, ἀλλ’ ὅτι ὃ μὴ ἔχει τις ταχέως, δοίη ἄν ταχέως· τοῦτο γὰρ ἦν ἀκόλουθον. ἀλλὰ μὴν καὶ ἐν τῇ ἀντιφάσει ἐνορᾶται τὸ αἴτιον τοῦ ψεύδους· οὕτως γὰρ ἐχρῆν εἰπεῖν ‘ἆρ’ ὃ ἔχει τις, δοίη ἂν ὡς οὐκ ἔχει ἢ οὔ;’, ἀλλ’ οὐχὶ ‘ὃ μὴ ἔχει τις, δοίη ἄν;’. ἐν δὲ τῷ συμπεράσματι μόνῳ ἔχων τὸ ψεῦδος παραλογισμὸς οὗτος· ὁ δεῖνα κάθηται, ὁ καθήμενος δύναται βαδίζειν, ὁ καθήμενος ἄρα βαδίζει. ἐνταῦθα αἱ μὲν προτάσεις ἀληθεῖς, ἐν δὲ τῷ συμπεράσματι γέγονεν ἡ ἀπάτη. ἀλλὰ καὶ ὁ λέγων ‘τὰ ἔπη κύκλος, ὁ κύκλος σχῆμα, τὰ ἔπη σχῆμα’ ἐν τῷ συμπεράσματι μόνῳ ἔχει τὸ αἴτιον, διότι ὁ μέσος ὅρος ὡς πλειόνων δηλωτικὸς ἐν μὲν ταῖς διαλεκτικαῖς συνουσίαις λαμβάνεται, ἐν δὲ ταῖς ἐπιστημονικαῖς οὐκέτι, ὡς καὶ ἐν τῇ Ἀποδεικτικῇ ἐπεσημήνατο· ἐκεῖνα γὰρ μόνα οἶδε καὶ λέγεσθαι συγχωρεῖ ὁ γεωμέτρης κύκλους, ὅσοις ὁ τοῦ κύκλου ἐφαρμόζει ὁρισμός, οἷς δὲ μή, οὐκέτι. ὁ μὲν οὖν φαινόμενος ἔλεγχος ἢ ἐν τῇ ἀντιφάσει ἢ ἐν τῷ συμπεράσματι ἢ πολλάκις καὶ ἐν ἀμφοῖν τὸ αἴτιον φέρει τοῦ ψεύδους. ὅστις δὲ μηδαμοῦ ἔχει ποιοῦν τὴν ἀπάτην, οὗτος ἀληθής ἐστι συλλογισμός· ἀληθῶν γὰρ οὐσῶν τῶν προτάσεων ἐξ ἀνάγκης καὶ τὸ συμπέρασμα ἔσται ἀληθές.

“而且总的来说,讨论论驳是荒谬的。” 在指出那些将所有诡辩归结为针对名称和违反思想的人未能妥当划分之后,他又从另一角度指责他们说:总的来说,如此划分诡辩的人做了一件荒谬的事,因为他们在讨论论驳时,并未事先对推论作出界定和考察。因为论驳是矛盾的推论;因此他们本应探究推论究竟是什么,在此被发现之后再去发现论驳是什么,而在发现了论驳是什么之后,或者他们自己也像我们所说的那样说出十三种诡辩方式,或者将所有诡辩都归结为对论驳的无知。因此本应事先论及推论;因为诡辩式的论驳乃是矛盾的似是而非的推论。因此,“如果是似是而非的论驳”(因为该处文本应当如此构成句法联系),即如果要成为似是而非的论驳与诡辩式的推论,欺骗与虚假的原因就必须要么在推论中,即在结论中,要么在矛盾中,即在基于矛盾的提问中(因为在提问中必须附加矛盾,例如“沉默者是能够说话,还是不能?”),有时则在两者之中,即既在矛盾中又在结论中。那么,欺骗的原因在矛盾中而不在结论中的情况如下:“沉默者是能够说话,还是不能?”“绝不可能。”“那么,当你谈论木头、石头和铁块时,难道你不是在谈论沉默的事物吗?”“是的。”“因此,谈论木头、石头和铁块是可能的,也就是说,谈论沉默的事物是可能的。”诡辩便是如此。而欺骗的原因不在结论中(因为它是真的;我们确实谈论木头和石头,而它们是沉默的事物),而是在矛盾中,我是说在矛盾的提问中,它具有双重性;因为“沉默者是否能够说话?”既指沉默的人,也指沉默的事物。或者像这样:“说话者是否能够保持沉默?”“绝不。”“那么,当你沉默时,你难道不是对一切事物保持沉默吗?”“因此你也对说话的事物保持沉默;因为它们属于一切事物;因此说话者能够保持沉默。”因为在此提问者将“说话的”当作了所言说的事物,而回答者则是就说话的人予以承认的。这一谬误推论正如其前一个一样,其原因在矛盾之中。而“某人是否能给予他没有的东西”这一诡辩,其原因在两者之中,即既在矛盾中又在结论中。而这是怎样的情形,对设定了该诡辩的人来说也是显而易见的。它是这样的:“某人是否能给予他没有的东西?”“绝不可能。”“那么,某人能否迅速地给予他并未迅速拥有的东西?”“能。”“因此,某人能给予他没有的东西。”在此,虚假的原因既在矛盾中又在结论中。在结论中是显而易见的,因为本不应当得出“因此某人能给予他没有的东西”,而应当得出“某人能迅速给予他并未迅速拥有的东西”;因为这才是顺理成章的推论。然而在矛盾中也能看出虚假的原因;因为本应当这样说:“某人是否能将他拥有的东西当作没有那样给予,还是不能?”,而不是“某人能否给予他没有的东西?”。而仅在结论中具有虚假的谬误推论则是这个:“某某正坐着,坐着的人能够行走,因此坐着的人在行走。”在此前提是真的,但欺骗发生在结论中。再者,声称“史诗是圆环,圆环是图形,史诗是图形”的〔谬误推论〕,其原因也仅仅在结论中,因为作为指称多种事物的中项,在辩证讨论中是被接受的,但在科学探讨中则不再被接受,正如他在《后分析篇》中所指出的那样;因为几何学家只认识并准许将圆的定义所适用的那些事物称为圆,而不适用者则不再准许。因此,似是而非的论驳其虚假的原因要么在矛盾中,要么在结论中,或者往往在两者之中。而凡在任何地方都没有产生欺骗之因的,就是真正的推论;因为当前提为真时,结论必然也是真的。

语法注3 条
  1. 1.53εὑρόντας δὲ τί ἐστιν ἔλεγχος ἢ τρισκαίδεκα λέγειν καὶ αὐτοὺς τῶν σοφισμάτων τρόπους

    宾格分词 εὑρόντας 作为前面非人称动词 ἔδει 所暗含的宾格逻辑主语(泛指所批评的对手或研究者),修饰后面的不定式 λέγειν 和 ἀνάγειν。

  2. 1.53διὸ ἂν ᾖ φαινόμενος ἔλεγχος (οὕτω γὰρ συντακτέον τὸ χωρίον)

    插入语 οὕτω γὰρ συντακτέον τὸ χωρίον(“该处文本应当如此构成句法联系”)指明了亚里士多德原文的句法结构,解释条件从句 ἂν ᾖ... 应当与主句 δεῖ τὸ αἴτιον... 构成条件关系(相当于 εἰ μέλλει...)。

  3. 1.53ὃ δὲ ἃ μὴ ἔχει τις, δοίη ἄν ἐν ἀμφοῖν

    句首的关系代名词 ὅ 为主格,指代后文引用的整个诡辩语句,作省略谓语动词(如 ἔχει)的主语,结构为:“‘某人是否能给予他没有的东西……’这一[诡辩]在两者中均有[原因]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:81.21-83.3