- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:80.30-81.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德第170b35行,阐明凡不依赖于多重含义的推论既不针对名称也不针对思想,从而论证将谬误推论划分为针对名称和违反思想这两类的做法是不成立的。
" Ἀλλὰ μὴν ὅσοι συλλογισμοί εἰσι παρὰ τὸ πλεοναχῶς.1" Εἰπὼν ὅτι, εἴπερ εὑρεθῶσί τινες μὴ πρὸς τοὔνομα2 λέγεσθαι δυνάμενοι, ἔξω πεσοῦνται τῆς διαιρέσεως, ἐπάγει ἀλλὰ μὴν ὅσοι συλλογισμοί εἰσι παρὰ τὸ πλεοναχῶς. ἔστι δὲ ὃ λέγει τοιοῦτον· εἴπερ φαμὲν συλλογίζεσθαι πρὸς τοὔνομα καὶ τὸν λόγον, ἤτοι τὴν ἀμφιβολίαν, ὅσοι περὶ τὰς ὁμωνυμίας καὶ ἀμφιβολίας διατρίβουσιν, ἐν οἷς μή εἰσιν ὁμώνυμα ἢ ἀμφίβολα τὰ λεγόμενα, οὗτοι οὐκ ἔσονται πρὸς τοὔνομα. ἔστι δὲ τὸ τῆς λέξεως τοιοῦτον· ὅσοι συλλογισμοί εἰσι παρὰ τὸ πλεοναχῶς, τουτέστιν ὅσοι οὐκ εἰσὶ τῶν πλεοναχῶς τισι χρωμένων, ἀλλ’ ἐκτός εἰσι τούτων, ὡς ἐπὶ τοῦ ‘Σωκράτης κάθηται, ὁ καθήμενος δύναται βαδίζειν, ὁ Σωκράτης ἄρα βαδίζει’, οὗτοι οὐκ ἐκ τῶν πλεοναχῶς ἀλλ’ ἐκ τῶν παρὰ τὸ πλεοναχῶς, ὥστε οὐδὲ πρὸς τοὔνομα ἔσονται οὐδὲ πρὸς τὴν διάνοιαν. τὸ δὲ τούτων εἰσί τινες οὐ παρὰ τοὔνομα ταὐτόν ἐστι τῷ ‘τούτων εἰσί τινες οἱ μὴ πρὸς τοὔνομα ὄντες’. πῶς οὖν ἀναχθήσονται οὗτοι εἰς τοὺς παρὰ τὴν διάνοιαν; οὐ μόνον γάρ, φησίν, ἄτοπόν ἐστι τὸ τοὺς τρισκαίδεκα τρόπους λέγειν πρὸς τοὔνομα, ἀλλ’ οὐδὲ αὐτοὺς τοὺς παρὰ τὴν λέξιν ἓξ εἰς τοὺς παρὰ τοὔνομα ἀνάγειν χρεών. εἰ γοῦν καὶ μὴ πάντες οἱ φαινόμενοι ἔλεγχοι εἰς τοὺς παρὰ τοὔνομα ἀνάγονται, ἀλλ’ οὖν εἰσί τινες παραλογισμοὶ ἐν οἷς οὐ γίνεται ἡ ἀπάτη διὰ τὸ τὴν ἀπόκρισιν σφαλερὰν γενέσθαι, ἀλλὰ διὰ τὸ τὸν προταθέντα λόγον ὁμώνυμον εἶναι ἢ ἀμφίβολον. εἰ γάρ τις, εἰ τύχῃ, τοιαύτην προενέγκοι ἐρώτησιν ὡς ‘ἆρά γε ὁ κύων ὑλακτεῖ ἢ οὔ;’ καὶ τοῦ ἀποκρινομένου οἰομένου μοναχῶς τὸν κύνα λέγεσθαι, οἷον, εἰ τύχῃ, τὸν χερσαῖον, ὁ ἐρωτῶν ἐπὶ τοῦ ἀστρῴου ἐπαγάγῃ τὸ συμπέρασμα, οὐ γέγονεν ἡ ἀπάτη διὰ τὸ κακῶς ἐξενεχθῆναι τὴν ἀπόκρισιν (καλῶς γὰρ ὅσον πρὸς τὴν τοῦ ἀποκρινομένου διάνοιαν), ἀλλὰ διὰ τὸ τὸν ἐρωτηθέντα λόγον ἔχειν τὸ διττόν.
“然而,凡是处于多重含义之外的推论……” 在指出若发现某些论证不能被称为针对名称,它们就会落在此划分之外后,他接着补充道:“然而,凡是处于多重含义之外的推论……”而他所说的意思是这样的:如果我们说,那些从事同名异义和歧义研究的人是针对名称和论辩——即歧义——来进行推论的,那么在所言之物既非同名异义亦非歧义的场合,这些推论就不会是针对名称的。而这一言辞的含义如下:凡是处于多重含义之外的推论,即凡不属于使用某种多重含义之物、而是处于它们之外的推论——正如在“苏格拉底正坐着,坐着的人能够行走,因此苏格拉底在行走”这一例子中——这些推论并非出于以多种方式表述的事物,而是出于多重含义之外的事物,因此它们既不针对名称,也不针对思想。而“其中有些并非依赖于名称”与“其中有些并非针对名称”是同一回事。那么,这些又怎能被归结为依赖于思想的推论呢?因为他说,不仅声称十三种方式都是针对名称的是荒谬的,而且甚至不应当把依赖于言辞的六种方式本身归结为依赖于名称的方式。无论如何,即使并非所有似是而非的论驳都被归结为依赖于名称的论驳,但至少存在一些谬误推论,在其中欺骗的产生并非由于回答出现差错,而是由于所提出的论辩具有同名异义或歧义。因为如果有人(比方说)提出这样一个问题:“狗吠叫还是不吠叫?”并且当回答者以为“狗”只有单一含义时——比方说陆地上的狗——提问者却关于天上的天狼星座引出结论,欺骗的产生并不是由于回答表述得不妥(因为就回答者的思想而言是表述得当的),而是由于被询问的论辩具有双重性。
- 1.52παρὰ τὸ πλεοναχῶς
在亚里士多德原文中,介词 παρά 接宾格往往表示“由于/依赖于”,但注解者在此明确将其理解为“处于……之外/脱离”,正如其随后的释义“οὐκ εἰσὶ τῶν πλεοναχῶς τισι χρωμένων, ἀλλ’ ἐκτός εἰσι τούτων”所标明的那样。因此,各语言译文均一致处理为“处于多重含义之外”。
- 1.52εἴπερ φαμὲν συλλογίζεσθαι πρὸς τοὔνομα καὶ τὸν λόγον, ἤτοι τὴν ἀμφιβολίαν, ὅσοι περὶ τὰς ὁμωνυμίας καὶ ἀμφιβολίας διατρίβουσιν, ἐν οἷς μή εἰσιν ὁμώνυμα ἢ ἀμφίβολα τὰ λεγόμενα, οὗτοι οὐκ ἔσονται πρὸς τοὔνομα.
该句结构为:εἴπερ 条件从句中包含不定式短语 συλλογίζεσθαι...,其逻辑主语由关系分句 ὅσοι περὶ τὰς ὁμωνυμίας... διατρίβουσιν 充当。主句则是 οὗτοι οὐκ ἔσονται πρὸς τοὔνομα,其中的指示代词 οὗτοι 指代由前置关系从句 ἐν οἷς μή εἰσιν... 所限定的推论(συλλογισμοί)。
