← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§79.9-80.29

多义名称与谬误二分法批判

亚历山大解释了亚里士多德在170b20处关于名称具有多义性以及取决于对话者主观状态的情形的讨论,并驳斥了将所有谬误推论归结为“针对名称”与“违反思想”这一二分法的观点,指出该划分是不完备的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.51

" Εἰ δή τις πλείω σημαίνοντος τοῦ ὀνόματος." Εἰπὼν καὶ συστήσας ταὐτὸν εἶναι τὸ πρὸς τοὔνομα καὶ μὴ πρὸς τὴν διάνοιαν διαλέγεσθαι ἐπάγει· ὅταν μὲν γὰρ πλείω σημαίνοντος τοῦ ὀνόματος οἴοιτο καὶ ὁ ἐρωτῶν καὶ ὁ ἐρωτώμενος μὴ πλείω σημαίνειν, οὗτος καὶ πρὸς τοὔνομα καὶ πρὸς τὴν διάνοιαν διείλεκται τοῦ ἀποκρινομένου (ἐρωτώμενον γὰρ τὸν ἀποκρινόμενον εἴρηκεν, ὥσπερ καὶ τὸ ἢ πρὸς τὴν διάνοιαν ἀντὶ τοῦ ‘καὶ πρὸς τὴν διάνοιαν’)·1 ἐπεὶ γὰρ ἐφ’ ᾧ ἔδωκεν ὁ ἀποκρινόμενος, πρὸς τοῦτο καὶ ὁ ἐρωτῶν ἐχρήσατο τῷ ὀνόματι, ἀμφοτέρων οἰομένων καθ’ ἑνὸς καὶ τοῦ αὐτοῦ πράγματος λέγεσθαι τοῦ ὀνόματος2 δῆλον ὅτι καὶ πρὸς τὴν διάνοιαν καὶ πρὸς τοὔνομα διείλεκται. ὑπόθου γὰρ τὸν Παρμενίδην ἓν ἡγούμενον σημαίνειν τὸ ὂν καὶ τὸ ἕν, ὁμοίως δ’ ἔχειν τούτῳ καὶ τὸν αὐτοῦ ζηλωτὴν Ζήνωνα· ὁ οὖν Παρμενίδης ἐρωτῶν τὸν Ζήνωνα, εἰ ἓν τὸ ὄν, τούτου καταφήσαντος καὶ ὁμολογήσαντος οὐκ ἄν ἐπ’ ἄλλου τινὸς ἐκεῖνος μεταγάγοι, ἀλλὰ καὶ πρὸς τοὔνομα καὶ πρὸς τὴν διάνοιαν τοῦ ἀποκρινομένου ἔσται διειλεγμένος. εἰ δέ γε ὁ ἀποκρινόμενος οἴεται πολλὰ σημαίνειν, ἢ καὶ ὁ ἐρωτῶν, καὶ ὁ μὲν πρὸς ἄλλο δέδωκεν, ὁ δὲ πρὸς ἄλλο κέχρηται τῷ ὀνόματι, ὡς ἐπὶ τοῦ κυνὸς ἄνωθεν εἴρηται, δῆλον ὡς οὐ πρὸς τὴν διάνοιαν ἀλλὰ πρὸς τοὔνομα (τοῦτο γὰρ λείπει) διείλεκται· τὸ γὰρ πλῆρες τοιοῦτόν ἐστι· δῆλον ὅτι οὐ πρὸς τὴν διάνοιαν ἀλλὰ πρὸς τοὔνομα διείλεκται. τοῦτο εἰπὼν ἐπιφέρει τὸ γὰρ πρὸς τοὔνομα καὶ μὴ πρὸς τὴν διάνοιαν διειλέχθαι πρῶτον μὲν περὶ τοὺς τοιούτους ἐστὶ λόγους, δυνάμει τάδε λέγων, ὡς ψεῦδός ἐστι τὸ λέγειν ὅτι πάντες οἱ παραλογισμοὶ εἰς τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν ἀνάγονται· πρῶτον μὲν γὰρ περὶ τοὺς τοιούτους ἐστὶ λόγους ὅσοι πλείω σημαίνουσιν· οὗτοι δ’ ἂν εἶεν οἱ ὁμώνυμοι καὶ ἀμφίβολοι, οἱ δ’ ἄλλοι οὐχί· εἶτα περὶ ὁντινοῦν ἐστι, λέγων ὁντινοῦν τὸν ἐρωτῶντα καὶ ἀποκρινόμενον· ἐνδέχεται γὰρ τοῦ λόγου ἢ τῆς λέξεως μὴ πλείω σημαίνοντος τὸν ἐρωτῶντα ἢ τὸν ἀποκρινόμενον οἴεσθαι πλείω σημαίνειν, καὶ ἔσται τότε οὐκ ἐν τῷ λόγῳ τὸ παρὰ τὴν διάνοιαν καὶ πρὸς τοὔνομα ἀλλ’ ἐν τῷ τὸν ἀποκρινόμενον ἔχειν πως πρὸς τὰ δεδομένα. ὅτι δὲ τὸ περὶ ὁντινοῦν τοῦτο σημαίνει, δῆλον ἐκ τοῦ ἐπαγομένου· φησὶ γὰρ οὐ γὰρ ἐν τῷ λόγῳ ἐστὶ τὸ παρὰ τὴν διάνοιαν εἶναι ἀλλ’ ἐν τῷ ἀμαθῶς ἔχειν τὸν ἀποκρινόμενον πρὸς τὰ ἠρωτημένα καὶ τὰ μοναχῶς λεγόμενα ὁμώνυμα νομίζειν. εἰ δὴ καί, ὡς εἴρηται, οἳ πρὸς τοὔνομα παρὰ τὴν διάνοιαν εἰσιν, ἐνδέχεται πάντας τοὺς παραλογισμούς, καὶ τοὺς ἐκ τῶν λόγων καὶ ὀνομάτων τῶν πλείω σημαινόντων ὄντας καὶ τοὺς ἐκ τῶν ἀποκρινομένων καὶ ἐρωτώντων τῶν ἐχόντων πως πρὸς τὰ δεδομένα καὶ ἁπλῶς τοὺς τρισκαίδεκα τρόπους πάντας, πρὸς τοὔνομα λέγειν. εἰ γὰρ εἰς δύο ταῦτα πάντες ἀνάγονται, ὡς αὐτοῖς ἀρέσκει, τόν τε πρὸς τοὔνομα καὶ τὸν παρὰ τὴν διάνοιαν, οὗτοι δὲ μηδέν, ὡς δέδεικται, διαφέρουσιν ἀλλήλων ἀλλ’ εἰσὶν οἱ αὐτοί, δῆλον ὅτι ἐνδέχεται πάντας πρὸς τοὔνομα λέγειν· τούτου γάρ ἐστι δηλωτικὸν τὸ εἶτα πρὸς τοὔνομα ἐνδέχεται πάντας αὐτοὺς εἶναι. εἰ δὲ εὑρεθῶσί τινες, ὡς δειχθήσεται, μὴ ὄντες πρὸς τοὔνομα, οὗτοι οὐδὲ πρὸς τὴν διάνοιαν ἔσονται, καὶ ἔσονταί τινες παραλογισμοὶ τῆς παρούσης ἔξω πίπτοντες μεθόδου. τὸ γὰρ ‘Σωκράτης κάθηται, ὁ καθήμενος δύναται βαδίζειν, ὁ Σωκράτης ἄρα βαδίζει’ οὔτε πρὸς τοὔνομα οὔτε πρὸς τὴν διάνοιάν ἐστιν· οὐδὲν γὰρ τῶν εἰλημμένων πολλαχῶς λέγεται. εἰπὼν δὲ ὅτι ἐνταῦθα, ἤγουν ἐν τῇ παρούσῃ μεθόδῳ, τὸ πρὸς τοὔνομα λέγειν ταὐτόν ἐστι τῷ παρὰ τὴν διάνοιαν, ἐπήγαγεν εἰ γὰρ μὴ πάντες, ἔσονταί τινες ἕτεροι.3 ἐλλιπέστερον δὲ εἴρηται· τὸ γὰρ πλῆρές ἐστιν ‘εἰ γὰρ μὴ πάντες πρὸς τοὔνομά εἰσιν, ἔσονταί τινες ἕτεροι’. ὃ δὲ λέγει δυνάμει, τοιοῦτόν ἐστιν· εἰ γάρ, ὡς δέδεικται, πᾶν τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιάν ἐστιν, εἴπερ εὑρεθῶσί τινες μὴ πρὸς τοὔνομα ὄντες ἀλλὰ παρ’ ἄλλο τι, οὐκ ἂν εἴη κοινή τις ἡ διαίρεσις αὐτῶν καὶ καθόλου, εἰς ἣν ἅπαντα ἀνάγεσθαι βούλονται, ἀλλ’ ἐλλιπὴς καὶ διὰ τοῦτο ἀδόκιμος.

“因此,如果当名称意指多个事物时……” 在阐明并确立针对名称与不针对思想进行讨论是同一回事之后,他接着指出:因为当名称意指多个事物时,提问者和被提问者都以为它并非意指多个事物,那么此人就既针对名称又针对回答者的思想进行了讨论(因为他把回答者称为“被提问者”,正如“或者针对思想”是被用来代替“并且针对思想”一样)。因为既然回答者在何种意义上给予同意,提问者也就针对该意义使用了该名称,且二人都以为该名称是就唯一且相同的事物而言的,显而易见他既针对思想又针对名称进行了讨论。因为假设巴门尼德认为“存在”和“一”意指单一事物,而他的追随者芝诺也具有同样的看法;那么,如果巴门尼德询问芝诺存在是否为一,在芝诺予以肯定并表示赞同之后,巴门尼德不会将名称转移到任何其他事物上,而是既针对名称又针对回答者的思想进行了讨论。但如果回答者以为该名称意指多种事物,或者提问者也是如此,且一人针对一种意义给予同意,而另一人针对另一种意义使用该名称——正如上面关于狗所说的那样——显而易见他不是针对思想而是针对名称进行了讨论(因为这里有所省略;完整的表达是这样的:“显而易见他不是针对思想而是针对名称进行了讨论”)。在说了这番话之后,他补充道:“因为针对名称而不针对思想进行讨论,首先是关涉此类论证的”,这实际上是说:声称所有谬误推论都被归结为针对名称和违反思想是错误的。因为首先,它是关涉那些意指多个事物的论证;而这些就是同名异义和歧义的论证,其他的论证则不是;其次,它是“关涉任何随便什么人的”,所谓“任何随便什么人”是指提问者和回答者;因为即使论证或言辞并不意指多个事物,提问者或回答者也有可能以为它意指多个事物,而此时违反思想和针对名称并不在论证本身之中,而在于回答者对所给出的让步持有某种态度。而“关涉任何随便什么人”意指这一点,从接下来所加的话中显而易见;因为他说:“因为违反思想并不在论证之中,而在于回答者对被询问的问题处于无知状态,并且把单一方式述说的事物视为同名异义”。因此,正如所说,如果针对名称的论证也是违反思想的,那么把所有的谬误推论都称为针对名称的论证就是可能的——无论是出于意指多个事物的论证和名称的谬误,还是出于对让步持有某种态度的回答者和提问者的谬误,简而言之,所有十三种方式皆是如此。因为如果所有论证都按照他们所愿归结为这两种——即针对名称的与违反思想的——而这两者如前所证彼此毫无分别而是同一的,显而易见把它们全部称为针对名称的是可能的;因为“其次,可能它们全都是针对名称的”所表明的正是这一点。但是,正如将要证明的那样,如果发现某些论证不是针对名称的,那么它们也不会是针对思想的,并且就会存在一些落在此处方法之外的谬误推论。因为“苏格拉底正坐着,坐着的人能够行走,因此苏格拉底在行走”既不针对名称也不针对思想;因为所取的任何前提都不是在多种意义上被述说的。在指出在这里——即在当前的方法中——针对名称而言与违反思想是同一的之后,他接着补充道:“因为如果不是全部,就会有其他某些”。这说得较为简略;完整的表述是:“因为如果不是全部都针对名称,就会有其他某些”。他实际上所说的是这样的:因为正如所证,凡针对名称的也都是违反思想的,如果确实发现某些并非针对名称而是取决于其他原因的论证,那么他们希望把一切都归结于其中的那种划分,就不可能是某种普遍而通用的划分,而是有欠缺的,并因此是不合格的。

语法注3 条
  1. 1.51ἐρωτώμενον γὰρ τὸν ἀποκρινόμενον εἴρηκεν, ὥσπερ καὶ τὸ ἢ πρὸς τὴν διάνοιαν ἀντὶ τοῦ ‘καὶ πρὸς τὴν διάνοιαν’

    关于亚里士多德原文(170b22)句法和词义的注释。动词 εἴρηκεν 带有双宾格:“他称回答者(τὸν ἀποκρινόμενον)为‘被提问者’(ἐρωτώμενον)”。此外,亚历山大指出,此处的析取连词 ἤ(或者)在上下文中代指连词 καί(并且)。

  2. 1.51ἀμφοτέρων οἰομένων καθ’ ἑνὸς καὶ τοῦ αὐτοῦ πράγματος λέγεσθαι τοῦ ὀνόματος

    属格独立结构(ἀμφοτέρων οἰομένων),其中不定式 λέγεσθαι 的主语出现倒装或语序交错(hyperbaton,即 λέγεσθαι ... τοῦ ὀνόματος):语义上表达“当双方都认为该名称是就唯一且相同的事物而言时”。

  3. 1.51εἰ γὰρ μὴ πάντες, ἔσονταί τινες ἕτεροι

    亚里士多德原文(170b32)中的省略条件从句。正如亚历山大紧接着指出的(τὸ γὰρ πλῆρές ἐστιν...),条件从句中省略了谓语表语 πρὸς τοὔνομα(针对名称):即“如果并非所有[都是针对名称的]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:79.9-80.29