← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§8.5-10.3

表象推论与产生错误的根源

驳斥了前人对亚里士多德论断(164a23)的错误解释,并通过身体虚饰、无生命伪造物以及远距离视错觉等比喻,阐明了推论中显相与实质的背离以及听众缺乏经验所导致的错误机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3

" Ὅτι μὲν οὖν οἱ μὲν εἰσὶ συλλογισμοί, οἱ δ’ οὐκ ὄντες δοκοῦσιν." Εἴπομεν ὡς τινες ἄλλο νενοήκασιν εἶναι τὸν σοφιστικὸν ἔλεγχον παρὰ τὸν φαινόμενον ἔλεγχον ὄντα δὲ παραλογισμόν. καὶ πρὸς ταύτην τὴν ἔννοιαν εἰρῆσθαι καὶ τὰ παρόντα φασίν, ὅτι οἱ μέν, οἱ σοφιστικοὶ ἔλεγχοι δηλαδή, εἰσί τε καὶ ὀνομάζονται συλλογισμοί, οἱ δέ, οἱ φαινόμενοι ἔλεγχοι καὶ παραλογισμοί, οὐκ ὄντες δοκοῦσιν εἶναι, ἀλλ’ οὐχ οὕτως ἔχουσι. καθολικῶς δέ φησιν ὅτι οἱ μὲν περί τινος διαλεγόμενοι καὶ συλλογίζονται ὑγιῶς, οἱ δὲ φαίνονται μὲν συλλογίζεσθαι, τὴν πλοκὴν δὲ τοῦ συλλογισμοῦ μὴ ὑγιῆ ἔχοντες οὐκ ἂν ῥηθεῖεν ἁπλῶς συλλογισμοὶ ἀλλὰ φαινόμενοι. προθέμενος δὲ περὶ τῶν σοφιστικῶν ἐλέγχων εἰπεῖν, οἳ καὶ ἦσαν φαινόμενοι ἔλεγχοι, πρῶτον διὰ βραχέων ὑπομιμνήσκει ἡμᾶς τῆς ἐν τῷ πρώτῳ τῶν Τοπικῶν γενομένης παρ’ αὐτοῦ διαιρέσεως τοῦ ἐριστικοῦ συλλογισμοῦ. τῶν γὰρ σοφιστικῶν συλλογισμῶν, ταὐτὸν δὲ εἰπεῖν καὶ ἐριστικῶν, οἱ μέν εἰσι συλλογισμοὶ “ἐκ φαινομένων ἐνδόξων”, ὡς ἐκεῖ εἶπεν, οἱ δὲ φαινόμενοι συλλογισμοὶ οὐκ ὄντες δέ. καὶ πιστοῦται τοῦτο δι’ ὧν ἐπάγει· ὥσπερ γὰρ καὶ ἐπὶ τῶν ἄλλων τοῦτο γίνεται διά τινα ὁμοιότητα, καὶ ἐπὶ τῶν λόγων, τουτέστι τῶν συλλογισμῶν, τοῦτο οὕτως ἔχον ἔστιν ἰδεῖν. πιστοῦται δὲ τὸ λεγόμενον οὐκ ἐκ λογικῶν μόνον ζῴων ἀλλὰ καὶ αὐτῶν τῶν ἀψύχων. εὐφυῆ δὲ καὶ τὰ παραδείγματα. ὥσπερ γάρ, φησίν, εἰσί τινες τῶν ἀνθρώπων καλῶς ἔχοντες καὶ εὐεκτοῦντες (τοιοῦτοι δ’ οἱ ἀθλητικοὶ καὶ οἱ πένταθλοι), οἱ δὲ προσποιοῦνται τὸ εὐεκτεῖν καὶ διά τινων ἐπιτεχνήσεων περὶ τὸ σῶμα τοὺς εὐεκτοῦντας μιμοῦνται στολίζοντες ἑαυτοὺς παχυτάτοις ἐνδύμασι, καὶ ὅπερ αἱ φυλαὶ ἐν τῇ προσαγωγῇ τῶν ἱερείων ἐποίουν (σπεύδουσα γὰρ ἑτέρα τὴν ἑτέραν ὑπερβαλεῖν ἐν ταῖς ἑορταῖς καὶ ταῖς πανηγύρεσι τῆς τῶν θυμάτων ἐν τοῖς βωμοῖς γινομένης προσαγωγῆς ἐνεφύσα τῷ λειπόκρεῳ, καὶ λιπῶδες ἐποίει φαίνεσθαι τὸ μὴ ὂν ἐκ τοῦ ἐμφυσήματος, ὥσπερ Ἀθήναιος ἐν τοῖς Δειπνοσοφισταῖς καὶ Πρόκλος ἐν τῇ τῶν ἑορτῶν ἀπαριθμήσει εἰρήκασι), τοῦτο δὴ καὶ οἱ καχεκτοῦντες ποιοῦντες,1 ναὶ μὴν καὶ οἱ δυσειδεῖς καὶ τὴν ὄψιν αἰσχίονες καὶ τὸ ἀληθινὸν μὴ ἔχοντες κάλλος ἐπιτρίμμασιν ἑαυτοὺς καταχρωννύοντες σπεύδουσι τοὺς ὁρῶντας ἐξαπατᾶν καὶ φαίνεσθαι ὅπερ οὐκ εἰσί. φυλετικῶς οὖν πεφυσῆσθαι πάντες οἱ τοιοῦτοι καθόλου λέγονται οἱ μὴ δι’ ἀσκήσεως μηδὲ πρὸς ἀλήθειαν τὰ σώματα μεγάλοι καὶ τὸ εἶδος περικαλλεῖς, ἀλλὰ διά τινων ἐπιτεχνήσεων ἐπισκευάζοντες ἑαυτοὺς καὶ κομμώσαντες οἱ μὲν καχεκτοῦντες τοὺς εὐεκτοῦντας φαίνονται μιμούμενοι, οἱ δὲ δυσειδεῖς φαίνονται μὲν καλοί, οὐκ εἰσὶ δέ. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀψύχων τὰ μὲν κυρίως ἐστὶν ἄργυρος ἀληθῶς καὶ χρυσός, τὰ δὲ φαινομένως κατὰ τὴν ἐσφαλμένην τῆς αἰσθήσεως κρίσιν τῷ ἀπατᾶσθαι ἀπὸ μικρᾶς ὁμοιότητος,2 τῆς τῶν χρωμάτων λέγω, δι’ ἣν ἀπατᾶται ἡ αἴσθησις, ὡς ἐπὶ τοῦ μέλιτος· τοῦτο γὰρ ξανθὸν εἶναι γνωρίσασα καὶ τῇ γεύσει γλυκὺ κρίνασα, εἴπερ καὶ ἄλλο τι θεάσηται τοιοῦτον ἔχον χρῶμα, εὐθὺς κἀκεῖνο μέλι ὑπολαμβάνει διὰ τὸ συνδραμεῖν ποτε ἐπὶ τοῦ αὐτοῦ ἄμφω, καθὼς ἐν τῷ Περὶ ψυχῆς οὗτός φησιν. ὃν οὖν τρόπον ἀπάτη πολλάκις γίνεται ἐπί τε τῶν σωματικῶν διαθέσεων καὶ ἐπὶ τῶν ἀψύχων, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἐλέγχων καὶ συλλογισμῶν, 〈ὧν〉 ὁ μέν τίς ἐστι συλλογισμὸς ἀληθὴς καὶ ἔλεγχος, ὁ δὲ οὐκ ἔστι, φαίνεται δὲ εἶναι συλλογισμός, ὅταν οἱ ἀκροώμενοι τῆς συλλογιστικῆς μεθόδου τυγχάνωσιν ἄπειροι καὶ μηδὲ τὰ τῶν ἀληθῶς συλλογισμῶν καὶ ἐλέγχων εἰδῶσιν ἰδιώματα. τοῦτο γάρ, φησί, φαίνεται διὰ τὴν ἀπειρίαν, τῶν ἀκουόντων δηλονότι· ὃ καὶ ἐν τῇ Ἀποδεικτικῇ αἰνιττόμενος ἔλεγεν, ὅτι περὶ γεωμετρικῶν ἐν ἀγεωμετρήτοις διαλεγόμενός τις ἀκροαταῖς “λήσει φαύλως διαλεγόμενος”. εἶτα κατασκευάζει καὶ δι’ ἣν αἰτίαν τὰ μὴ ὄντα ὡς ὄντα νομίζουσιν οἱ ἄπειροι· οἱ γὰρ ἄπειροι, φησίν, ὥσπερ ἂν ἀπέχοντες πόρρω θεωροῦσιν.3 ὃ διττὴν ἔχει τὴν ἐξήγησιν. ἢ γὰρ τοῦτό φησιν, ὅτι οἱ ἄπειροι, περὶ ὧν ἀπείρως ἔχουσιν, οὕτω πεφύκασι ταῦτα νοεῖν καὶ διακρίνειν ὥσπερ ἂν τῆς τούτων φύσεως πόρρω διακείμενοι καὶ μὴ εἰδότες ὅλως τί ἐστι τὸ περὶ οὗ ἡ διάλεξις γίνεται· ἀπέχουσι γὰρ ὄντως καὶ πόρρω εἰσὶ τῆς περὶ αὐτοῦ γνώσεως. ἢ γοῦν οὕτω νοητέον, ἢ μάλιστα ὅτι ὥσπερ οἱ ἀπὸ πολλοῦ διαστήματος ὁρῶντές τινα πολλάκις ἀπατῶνται ἔκ τινος βραχείας ὁμοιότητος καὶ διὰ τὴν τοῦ διαστήματος ἀσυμμετρίαν καὶ τῆς ὄψεως τὴν ἀσθένειαν κατά τε διάκλασιν αὐτῆς καὶ ἀνάκλασιν τὸν μὴ Σωκράτην Σωκράτην οἴονται καὶ τὰ χολοβάφινα διὰ τὸ ὁμοιόχρωμον χρυσᾶ καὶ τὰ λιθαργύρινα καὶ τὰ καττιτέρινα ἀργυρᾶ, οὕτως καὶ οἱ ἀνεπιστήμονες τῆς συλλογιστικῆς μεθόδου ἐλέγχους μὲν ἡγοῦνται καὶ συλλογισμοὺς ἀπό τινων μικρῶν ὁμοιοτήτων τοὺς οὐχ οὕτως ἔχοντας δι’ ἀπειρίαν τὴν δόξαν ταύτην λαμβάνοντες.

“因此,有些固然是推论,而另一些虽并非推论却显得是。” 我们曾说过,有人认为智者式反驳不同于虽显相为反驳实则是谬误推理的东西。他们声称,目前这句话也是针对这种理解而说的,即有些东西,指智者式反驳,既是推论亦被称为推论,而另一些东西,即显相的反驳和谬误推理,虽非推论却显得是;但实情并非如此。相反,他普遍地指出,在就某事进行论辩的人当中,有些人健全地进行推论,而另一些人虽显得在推论,但由于其推论的编织并不健全,因而不能被无条件地称为推论,而只能被称为显相的推论。他既然提议论述智者式反驳,亦即那些实质上乃是显相的反驳,便首先简要地提醒我们注意他在《论题篇》第一卷中对争辩式推论所作的区分。因为在智者式推论中(这与说争辩式推论是同一回事),正如他在那部著作中所说,有些是“从显相的公认前提”出发的推论,而另一些则是显相的推论而实则不然。他通过其后文补充的内容证实了这一点;因为正如在其他事物上由于某种相似性会发生这种情况一样,在论辩即推论上,亦可见到情况正是如此。所述内容不仅通过有理性的动物得到证实,亦通过无生命物本身得到证实。其例证亦十分巧妙。因为他说,正如有些人身体处于良好状态且体魄健壮(田径家和五项全能运动员即是此类人),而另一些人则假装体魄健壮,通过针对身体的某些技巧,以极其厚重的衣物装束自身来模仿健壮者;正如各部族在呈献祭品时所做的那样(因为在祭坛上呈献牺牲的节庆与集会中,一部族极力试图超越另一部族,便向瘦肉中吹气,通过吹气使不肥者显得肥美,正如阿忒奈奥斯在《智者之宴》中以及普罗克洛在《节庆志》中所记载的那样),病弱者亦正是这样做的,加之那些容貌丑陋、外观欠佳且不具有真正之美的人,亦用涂料粉饰自身,极力欺瞒观看者,使自己显得并非其本来的样子。因此,凡是此类并非通过锻炼亦非按真理身体魁梧且容貌秀美,而是通过某些技巧修整并粉饰自身的人,总括而言皆被称为“部族式吹胀起来的”,其中病弱者显得在模仿体魄健壮者,而丑陋者显得美丽,实则不然。同样,在无生命物上,有些在严格意义上按真理乃是银和金,而另一些则是依循感觉的错误判断而显相为如此,这是由于受到微小相似性的欺骗——我是指颜色的相似性,感觉正是因此受骗的,正如在蜂蜜的例子中;因为感觉既然认识到它是黄褐色的并凭借味觉判定它是甜的,一旦见到其他具有此类颜色的事物,便由于这两者曾一度在同一事物上结合,立即假定那也是蜂蜜,正如他在《论灵魂》中所说的那样。因此,正如在身体状态和无生命物上经常发生受骗一样,在反驳和推论上也以同样的方式发生,其中某种乃是真实的推论和反驳,而另一种并非推论,但当听众对推论方法缺乏经验,甚至不知晓真正的推论和反驳的固有特征时,它便显得是推论。因为他说,这显然是由于听众的无经验而显得如此;这也是他在《后分析篇》中隐微指出的,即在一个不懂几何学的听众群中讨论几何学问题的人,“即使拙劣地讨论也不会被察觉”。随后,他还确立了无经验者因何种原因把非存在之物视作存在之物;因为他说,无经验者正如从远处观察一样进行观察。这具有双重解释。因为他或者是指:无经验者对于他们所缺乏经验的事物,本性上就像是处于远离这些事物的本性之处、全然不知论辩所围绕的对象为何物一般,去理解并区分这些事物;因为他们确实脱离并且远离关于该事物的知识。因此,或者应当这样理解,或者尤指:正如从远处观看某人的人,常常由于某种微小的相似性,以及由于距离的不适度、视力因折射与反射而产生的衰微而受骗,误将非苏格拉底当成苏格拉底,因颜色相近而误将胆汁染成之物当成金子,将一氧化铅或锡制品当成银子,同样,推论方法的外行亦凭借某些微小的相似性,把并非〔反驳与推论〕者当作反驳与推论,因无经验而产生了这种意见。

语法注3 条
  1. 1.3τοῦτο δὴ καὶ οἱ καχεκτοῦντες ποιοῦντες

    分词 ποιοῦντες 构成了句法上的破格(破格句)。承接前面的关系从句 ὅπερ αἱ φυλαὶ ... ἐποίουν,它以分词形式独立出现而未带限定动词,在意义上与后文的 ναὶ μὴν καὶ οἱ δυσειδεῖς 并列,最终在句意上归入主句动词 σπεύδουσι。

  2. 1.3τῷ ἀπατᾶσθαι ἀπὸ μικρᾶς ὁμοιότητος

    带冠词不定式 τῷ ἀπατᾶσθαι 为表示原因或方式的与格,用以解释前文 κατὰ τὴν ἐσφαλμένην τῆς αἰσθήσεως κρίσιν(依循感觉的错误判断)的发生机制与根据。介词 ἀπό 则表示引发欺骗的由头或诱因(“由微小的相似性”)。

  3. 1.3ὥσπερ ἂν ἀπέχοντες πόρρω θεωροῦσιν

    ὥσπερ ἄν 与分词 ἀπέχοντες 结合,表示假定性的比较(“犹如相距遥远一般”),而主句动词为直陈式现在时 θεωροῦσιν。这里的 ἄν 并非直接修饰直陈式动词 θεωροῦσιν,而是与 ὥσπερ 一起构成表示假定方式的习用结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:8.5-10.3