← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§10.4-11.18

推论与反驳的关系及智者反驳的诸方式

注解者结合165a1的引文,回顾了推论与反驳的定义及其属种包含关系,以第二格和第三格为例演示了归谬反驳的结构,进而引出智者用以产生假象反驳的十三种方式以及首要的名词论题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4#1

" Ὁ μὲν γὰρ συλλογισμὸς ἐκ τινῶν ἐστι τεθέντων." Τί ἐστι συλλογισμὸς καὶ ἔλεγχος, εἴρηται ἔν τε τοῖς προτέροις Ἀναλυτικοῖς καὶ ἐν τοῖς δευτέροις, ἐν μὲν τοῖς προτέροις ὅτι “συλλογισμός ἐστι λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει τῷ ταῦτα εἶναι” καὶ τὰ ἑξῆς (καὶ τίνος χάριν προσετέθη ἑκάστη τῶν διαφορῶν, ἀρκούντως ἐν τοῖς Ἀναλυτικοῖς διελάβομεν), ἐν δὲ τοῖς δευτέροις τῶν Προτέρων ἀναλυτικῶν1 ὅτι ἔλεγχός ἐστι συλλογισμὸς μετὰ ἀντιφάσεως τοῦ συμπεράσματος· οὐ γὰρ ἄνευ συλλογισμοῦ ὁ ἔλεγχος. ἀλλ’ οὐ διὰ τοῦτο ὁ αὐτὸς τῷ συλλογισμῷ· ἐπὶ πλέον γὰρ ὁ συλλογισμὸς τοῦ ἐλέγχου· εἰ μὲν γὰρ ἔλεγχος, πάντως καὶ συλλογισμός, οὐ μήν, εἰ συλλογισμός, καὶ ἔλεγχος. καὶ ὅτι συλλογισμὸς μὲν γίνεται καὶ ἄνευ ἀντιφάσεως ἐκ δύο καταφατικῶν προτάσεων, ἔλεγχος δ’ οὐ γίνεται ἐκ δύο καταφατικῶν προτάσεων· δεῖ γὰρ ἐν ἐλέγχῳ τὴν μὲν τῶν προτάσεων εἶναι κατηγορικὴν τὴν δὲ στερητικήν· ὁ γὰρ ἔλεγχος προσλαβὼν τὸ ἀντικείμενον τῷ ἐξ ἀρχῆς συμπεράσματι συλλογισμὸς μετὰ ἀντιφάσεως λέγεται τοῦ συμπεράσματος, τουτέστι συλλογισμὸς προσειληφὼς τὸ συμπέρασμα ἔχον ἀντίφασιν εἴς τινα κειμένην ἀληθῆ πρότασιν, ἢ διὰ συλλογισμοῦ ληφθεῖσαν ἢ ἐξ ὁμολογίας τινὸς ἀληθῆ καὶ αὐτόπιστον. οἷον εἴ τις λέγει τὸν ἄνθρωπον ζῷον εἶναι καὶ τοῦτο ἀποδεικνύει διὰ συλλογισμοῦ, ὅτι ὁ ἄνθρωπος λογικός, τὸ λογικὸν ζῷον, καὶ τὸ συμπέρασμα δῆλον, ἀληθὲς μὲν ὁ τοιοῦτος συνελογίσατο· εἰ δέ τις ἐνίσταται πρὸς τὸ συμπέρασμα, ἐλέγξομεν τοῦτον λαβόντες τὸ ἀντιφατικῶς ἀντικείμενον τῷ ἀληθεῖ συμπεράσματι ἢ τὸ ἐναντίον, ὅπερ αὐτὸς ὑποτίθησι, καὶ τὴν ἑτέραν ὁμολογουμένην πρότασιν καὶ δείξομεν αὐτὸν τοῖς προδήλοις μαχόμενον.2 ἔστω γὰρ τὸ ζῷον οὐδενὶ ἀνθρώπῳ·3 τὸ ζῷον παντὶ λογικῷ· τὸ λογικὸν οὐδενὶ ἀνθρώπῳ· ἦν δὲ καὶ παντί. ἰδοὺ γοῦν λαβόντες τὸ ἐναντίον τῷ ἀληθεῖ συμπεράσματι ἄτοπόν τι συνηγάγομεν τὴν ὁμολογουμένην πρότασιν ἀνατρέψαντες. ἔστι δὲ ταὐτὸ τοῦτο ποιῆσαι, κἂν εἰ τὸ ἀντιφατικῶς ἀντικείμενον λάβοιμεν. [συλλογιστέον οὖν ἐν δευτέρῳ σχήματι διὰ μέσου τοῦ αἱρετοῦ μὴ εἶναι τὸ κακὸν ἀγαθόν.] καὶ ἔστω τόδε κείμενον τὸ μηδὲν εἶναι κακὸν ἀγαθόν, ἢ ἁπλῶς τεθὲν ὡς ἐναργὲς ἢ καὶ διὰ συλλογισμοῦ δειχθέν· ὡς ὅταν λάβῃ τις μηδὲν εἶναι κακὸν αἱρετόν, πᾶν ἀγαθὸν αἱρετόν, ἔχοι ἂν διὰ τούτου δεδειγμένον ἐν δευτέρῳ σχήματι τὸ μηδὲν εἶναι κακὸν ἀγαθόν. εἰ οὖν τις ἐνίσταται πρὸς τὸ συμπέρασμα λέγων εἶναι τοῦτο ψεῦδος, δώσει ἂν4 τὴν ἀντίφασιν τοῦ συμπεράσματος, τὴν ὅτι ἔστι τι ἀγαθὸν κακόν, καὶ ἐλεγχθείη ἂν ἐν τρίτῳ σχήματι συλλογισαμένων ἡμῶν οὕτω· τὸ κακὸν τινὶ ἀγαθῷ κατὰ τὴν ὑπόθεσιν, τὸ αἱρετὸν παντὶ ἀγαθῷ, καὶ τὸ αἱρετὸν τινὶ κακῷ· ἦν δὲ καὶ οὐδενί. τοῦτο μὲν οὖν ἔλεγχός ἐστιν ὁ τὸ ἐναντίον ἢ τὸ ἀντιφατικῶς ἀντικείμενον τῷ συμπεράσματι λαμβάνων καὶ πρότασίν τινα ἀληθῆ κἀκ τούτου ἀποδεικνύων ἄτοπόν τι συναγόμενον. τοιοῦτος μὲν ὅ τε συλλογισμὸς καὶ ὁ ἔλεγχος, καὶ ὁ συλλογιζόμενος καὶ ἐλέγχων κατὰ τούτους συλλογίζεται καὶ ἐλέγχει. ἀλλ’ οἱ σοφισταὶ ἐλέγχουσι μὲν οὐδαμῶς, δοκοῦσι δὲ ἐλέγχειν διὰ πολλὰς αἰτίας, αἰτίας λέγων τοὺς δεκατρεῖς τρόπους δι’ ὧν ἀπατῶσι τοὺς προσδιαλεγομένους. ὧν ἕνα τόπον εἶναί φησιν ἐπίκαιρόν τε καὶ κοινὸν τοῖς πολλοῖς καὶ διὰ τοῦτο δημοσιώτατον, τουτέστι κοινότατον, εὐφυέστατον δὲ ὡς ῥᾴδιον, τὸν διὰ τῶν ὀνομάτων, ὃς εἴη ἂν ἢ ὁ καθ’ ὁμωνυμίαν λεγόμενος ἢ ὁ κατὰ ἀμφιβολίαν ἢ τάχα καὶ ἀμφότεροι. καὶ προστίθησιν ἐξ οἵας οὗτος τῆς αἰτίας γίνεται.

“因为推论是出自某些被设定的命题。” 推论为何物以及反驳为何物,在《前分析篇》与《后分析篇》中均已言明:在《前分析篇》中指出,“推论是一个论辩,在其中某些事物被设定之后,因这些事物的存在,便必然产生不同于已设定之物的某种别的事物”,等等(至于诸种差别的每一项是因何缘故添加的,我们在关于《分析篇》的注解中已作了充分的界说);而在《前分析篇》第二卷中指出,反驳乃是“伴随结论之矛盾命题的推论”;因为没有推论,反驳便不存在。然而不能因此便认为它与推论等同;因为推论的外延大于反驳;因为若是反驳,则必定也是推论,但若是推论,则未必也是反驳。并且[还指出]推论即使不伴随矛盾命题亦可从两个肯定前提产生,但反驳则不能从两个肯定前提产生;因为在反驳中,前提的一方必须是肯定的,而另一方必须是否定的。因为反驳额外吸纳了与最初结论相对立的前提,便被称为“伴随结论之矛盾命题的推论”,即额外吸纳了一个与某条已确立的真实前提构成矛盾对立的结论的推论,无论该真实前提是通过推论得出的,还是因公认而真实且自明的。例如,若有人说人是动物,并通过推论证明这一点:人是有理性的,有理性的东西是动物,其结论显而易见,此人确实推论出了真理;但若有人对结论提出异议,我们便通过吸纳与真实结论相矛盾对立的命题或相反对的命题(即异议者自己所假设的),连同另一条被承认的前提,来驳倒他,并表明他在与显然的事实相抗诘。设动物不属于任何人;动物属于所有有理性的东西;则有理性的东西不属于任何人;但它本是属于所有人的。看哪,通过吸纳与真实结论相反对的命题,我们推翻了公认的前提,从而导出了荒谬的结论。即使我们吸纳相矛盾对立的命题,亦可做到这完全相同的事情。[因此应当在第二格中通过中项‘值得选择的’来推论出恶不是善。]再设如下命题成立:任何恶都不是善,它或是作为自明的而被简单设定,或是通过推论被证明的;例如,当有人设定任何恶都不是值得选择的,所有善都是值得选择的,他便借此在第二格中证明了任何恶都不是善。因此,若有人对结论提出异议,声称这是虚假的,他便会承认结论的矛盾命题,即某种善是恶,而在我们按如下方式推论时,他便会在第三格中被驳倒:按假设,恶属于某种善,值得选择的属于所有善,因此值得选择的属于某种恶;但它本是不属于任何恶的。因此,反驳就是吸纳与结论相反对或相矛盾对立的命题以及某条真实前提,并由此证明导出了某种荒谬结论的过程。推论与反驳便是如此,而推论者与反驳者亦是依此进行推论与反驳的。但智者们绝非真正反驳,却由于诸多原因而显得在反驳——他所谓的“原因”是指他们借以欺骗对话者的十三种方式。他说其中有一个论题既切合时机又为大众所通晓,因而最为流行,即最为普遍,且因其容易而显得极其巧妙,那便是通过名称的论题,它或是依同名性所说的,或是依歧义性所说的,或恐两者皆是。随后他进一步说明了这是由于何种原因产生的。

语法注4 条
  1. 1.4ἐν δὲ τοῖς δευτέροις τῶν Προτέρων ἀναλυτικῶν

    此处省略了名词 βιβλίοις(卷),意为“在《前分析篇》第二卷中”。前文的“ἔν τε τοῖς προτέροις Ἀναλυτικοῖς καὶ ἐν τοῖς δευτέροις”指两部著作(前分析篇与后分析篇),而此处则专门指《前分析篇》的第二卷(如66b11)。

  2. 1.4δείξομεν αὐτὸν τοῖς προδήλοις μαχόμενον

    补充性分词结构,分词 μαχόμενον 作为宾语 αὐτόν 的补足语,由动词 δείξομεν 支配,意为“我们将表明他在同……相抗诘/自相矛盾”。与格 τοῖς προδήλοις 由动词 μάχομαι 支配。

  3. 1.4ἔστω γὰρ τὸ ζῷον οὐδενὶ ἀνθρώπῳ

    亚里士多德逻辑命题的标准省略句式,省略了动词 ὑπάρχει(属于),由主格(谓项)+与格(主项)构成,意为“设动物不属于任何人”(全称否定命题)。紧随其后的“ἦν δὲ καὶ παντί”(但实际上属于所有人)中同样理解省略了表示“属于”的动词/分词。

  4. 1.4δώσει ἂν τὴν ἀντίφασιν τοῦ συμπεράσματος, τὴν ὅτι ἔστι τι ἀγαθὸν κακόν, καὶ ἐλεγχθείη ἄν

    在条件句的归结节中,ἄν 连用将来时直陈式(δώσει ἄν,晚期希腊语中常见,用作潜能表达)与 ἄν 连用祈愿式(ἐλεγχθείη ἄν)并列,均表达推论上的潜能后果:“他便会承认……”与“他便会被驳倒……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:10.4-11.18