← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§7.14-8.4

从本性上在先者开始的意义与解释

针对亚里士多德在开篇提出的“按本性从在先者开始”(164a22),注疏者厘清了句法构造,并提出了关于“本性上在先者”的两种解释:指作为普遍属的推论一般,或指智者术固有的本原、目的与方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2

" Ἀρξάμενοι κατὰ φύσιν ἀπὸ τῶν πρώτων." Πολλάκις εἰρήκαμεν ὡς ὁ ἁπλῶς συλλογισμὸς γένος ἐστὶ τοῦ ἀποδεικτικοῦ καὶ διαλεκτικοῦ καὶ τοῦ σοφιστικοῦ συλλογισμοῦ. ἐπεὶ γοῦν τὰ γένη τῇ φύσει πρότερά εἰσι τῶν εἰδῶν, μέλλει δὲ καὶ ἐνταῦθα παραδοῦναι πρῶτον περὶ συλλογισμοῦ κεφαλαιωδῶς, τί τέ ἐστι καὶ πῶς οἱ μὲν μὴ ὄντες δοκοῦσιν, οἱ δὲ κατὰ ἀλήθειάν εἰσι, διὰ τοῦτό φησιν ὅτι χρὴ καὶ ἡμᾶς ἄρξασθαι ἀπὸ τῶν πρώτων κατὰ φύσιν (οὕτως γὰρ ὀφείλεις ποιῆσαι τὴν σύνταξιν),1 τουτέστι τῶν τῇ φύσει πρώτων, ἅτινά εἰσι τὰ κοινά· κοινὰ δὲ ἐν τούτοις ὁ συλλογισμός, οὗ ἑξῆς τέσσαρά φησιν εἶναι τὰ γένη. ἢ τοίνυν κατὰ τοῦτο ῥητέον ‘τῶν τῇ φύσει πρώτων’, ἢ φύσει πρῶτα λέγοι ἂν τὰς οἰκείας τῇ προκειμένῃ πραγματείᾳ ἀρχὰς καὶ οἱονεὶ στοιχεῖα· ἄλλαι γὰρ ἄλλου ἀρχαὶ καὶ οὐχὶ αἱ αὐταὶ πᾶσιν· ὥσπερ γὰρ τῆς γεωμετρίας φύσει πρῶτα καὶ ἀρχαὶ σημεῖα καὶ γραμμαὶ καὶ κύκλοι καὶ ἀξιώματα, περὶ ὧν πρότερον εἰπόντες οἱ γεωμέτραι οὕτως εἰς τὴν τῶν κατὰ μέρος διδασκαλίαν ἔρχονται, οὕτω δὴ καὶ αὐτὸς ἐνταῦθα ποιήσει. πρῶτα δ’ ἂν εἴη τῆς σοφιστικῆς μεθόδου ἥ τε διαίρεσις ἣν λέγει καὶ τὸ δεῖξαι ὅτι ἔστιν εἶδός τι τοιούτου λόγου σοφιστικοῦ, καὶ τὸ τίνων ἐφίενται οἱ σοφισταί, καὶ τίς ἡ τούτων προαίρεσις, καὶ τίνα ἐστὶ δι’ ἃ μετίασι καὶ ζητοῦσι τοὺς τοιούτους λόγους, ὅτι τὸ δοκεῖν εἶναι σοφοὶ καὶ ὁ χρηματισμὸς καὶ ὁ πλοῦτος·2 “ἡ γὰρ σοφιστική ἐστι χρηματιστική τις ἀπὸ φαινομένης σοφίας, διὸ καὶ φαινομένων ἐφίενται ἀποδείξεων”· κἀν τούτῳ γὰρ τῆς διαλεκτικῆς ἡ σοφιστικὴ διαφέρει, ὡς ἐκείνη μὲν πρὸς δόξαν μόνον ἀφορᾷ, αὕτη δὲ 〈καὶ〉 πρὸς τὸ χρηματίζεσθαι.

“按本性从在先者开始。” 我们曾多次说过,无条件的推论是证明推论、辩证推论以及智者推论的属。既然各属在自然本性上先于各属种,而他在此处亦将首先概括地传授关于推论的内容,即推论是什么,以及那些并非推论者如何显得是[推论],而另一些则是依循真理的,正因如此,他说我们也必须从本性上在先者开始(因为你应当如此构建其句法构造),即从本性上在先者开始,这些在先者乃是共通之物;而在这些之中共通的乃是推论,他说推论接下来有四个属[种]。因此,或者应当依此解释“本性上在先者”,或者他所说的本性上在先者,是指切合于当前论题的本原以及犹如元素之物;因为不同事物各有其不同的本原,并非对所有事物都相同。正如几何学在本性上在先者及其本原乃是点、线、圆和公理,几何学家们先行论述了这些之后,方才进入对各具体部分的讲授,他在此处确实也将如此行事。而智者式方法的在先者将是他所说的区分,以及指明存在着此类智者式论辩的某种形式,还有智者们所企求的是什么,他们的意向为何,以及他们为了什么目的而追求并探求此类论辩,即显得聪明、赚钱以及财富;“因为智者术乃是一种依靠显相的智慧进行的赚钱术,因而他们亦企求显相的证明”。因为在这一点上智者术亦与辩证术有别,辩证术仅着眼于声誉,而智者术亦着眼于赚钱。

语法注2 条
  1. 1.2οὕτως γὰρ ὀφείλεις ποιῆσαι τὴν σύνταξιν

    注疏者的句法说明,指出在亚里士多德的原文(ἀρξάμενοι κατὰ φύσιν ἀπὸ τῶν πρώτων)中,副词短语 κατὰ φύσιν 并非修饰分词 ἀρξάμενοι,而是修饰其后的 τῶν πρώτων,应当构造为 τῶν τῇ φύσει πρώτων(从本性上在先者开始)。

  2. 1.2ὅτι τὸ δοκεῖν εἶναι σοφοὶ καὶ ὁ χρηματισμὸς καὶ ὁ πλοῦτος

    说明性或同位语性的 ὅτι 小句,用于引出对前文间接疑问句 τίνα ἐστὶ δι’ ἃ μετίασι(他们为了什么目的而追求……)的具体回答,在连词 ὅτι 之后直接并列了主格名词性成分(τὸ δοκεῖν εἶναι σοφοί, ὁ χρηματισμός, ὁ πλοῦτος)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:7.14-8.4