← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§78.9-79.8

对针对名称与针对思想之论辩划分的批判

注解者阐释了亚里士多德在170b12中对将论证二分为“针对名称”与“针对思想”这一观点的批判,并通过同音异义词(狗)的具体例子说明这两种分类并非互相排斥,而是同一事实的正反两面。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.50

" Οὐκ ἔστι δὲ διαφορὰ τῶν λόγων ἣν λέγουσί τινες." Διελὼν τοὺς τρόπους, καθ’ οὓς οἱ παραλογισμοὶ γίνονται, εἰς δύο τοὺς ἀνωτάτω καὶ τοὺς μὲν αὐτῶν παρὰ τὴν λέξιν φήσας εἶναι τοὺς δὲ ἔξω τῆς λέξεως, νῦν εὐθύνει τοὺς μὴ οὕτως λέγοντας ἀνάγοντας δὲ πάντα τὰ σοφίσματα εἰς τοὺς πρὸς τοὔνομα λόγους καὶ εἰς τοὺς παρὰ τὴν διάνοιαν· τὸ γὰρ πρὸς τὴν διάνοιαν ἀντὶ τοῦ ‘παρὰ τὴν διάνοιαν’ εἴληπται,1 καὶ δῆλον αὐτὸς τοῦτο ποιεῖ διὰ τοῦ μετ’ ὀλίγον ἐπαχθέντος τοῦ τί γάρ ἐστι τὸ μὴ πρὸς τὴν διάνοιαν. ἀνατρέπων 〈οὖν〉 τοὺς μὴ οὑτωσὶ διαιροῦντας πάντας τοὺς παραλογισμούς, ὡς αὐτὸς ἐδίδαξεν, ἀλλὰ λέγοντας, ὅτι οἱ μέν εἰσι πρὸς τοὔνομα οἱ δὲ παρὰ τὴν διάνοιαν, λέγει καὶ δείκνυσι μὴ ἄλλους εἶναι καὶ ἄλλους ἀλλὰ τοὺς αὐτούς· οἵ τε γὰρ παρὰ τὴν διάνοιαν πρὸς τοὔνομα, καὶ οἱ πρὸς τοὔνομα παρὰ τὴν διάνοιαν, ὥστε οὐ δύο τρόποι εἰσὶν ἀλλ’ εἷς. τὸ γὰρ μὴ πρὸς τὴν διάνοιαν διειλέχθαι τί, φησίν, ἄλλο ἐστὶν ἢ ὅταν μὴ χρῆται ὁ ἐρωτῶν τῷ ὀνόματι, ἐφ’ ᾧ οἰόμενος ἐρωτᾶσθαι ὁ ἐρωτώμενος ἔδωκε τὴν ἀπόκρισιν;2 τοῦτο γάρ ἐστι τὸ τῆς λέξεως κατάλληλον. εἰ γάρ τις ἐρωτηθῇ ‘ἆρά γε ὁ κύων ὑλακτεῖ;’, ὁ δὲ τὸν χερσαῖον οἰόμενος ἐρωτᾶσθαι δοίη ὑλακτεῖν, ὁ δὲ ἐρωτῶν τὸ κύων ὄνομα ἐπὶ τὸν ἰχθὺν μεταφέρων λέγει ‘ἀλλὰ μὴν ὁ ἰχθὺς κύων ὢν οὐχ ὑλακτεῖ’, οὐ πρὸς τὴν διάνοιαν τοῦ ἀποκρινομένου τῷ ὀνόματι κέχρηται· τὸ δὲ τοιοῦτον σόφισμα καὶ πρὸς τοὔνομά ἐστιν. ὥστε ὥσπερ οὐ πρὸς τὴν διάνοιάν ἐστι συλλογιζόμενος ὁ μὴ χρώμενος τῷ κύων ὀνόματι πρὸς τὸν χερσαῖον, ὃν καὶ διανοούμενος ὁ ἀποκρινόμενος ὑλακτεῖν ἔφησεν, οὕτως ἔμπαλιν πρὸς τὴν διάνοιάν ἐστι συλλογιζόμενος, ὅταν χρῆται τῷ ὀνόματι κατὰ τοῦ πράγματος, ὃ διανοούμενος κατέφησεν ὁ ἐρωτηθείς (ὃ καὶ αὐτὸς ἐδήλωσε διὰ τοῦ τὸ δὲ πρὸς τὴν διάνοιαν, ὅταν ἐφ’ ᾧ δέδωκε διανοηθείς· διανοηθέντα δὲ λέγει τὸν ἀποκρινόμενον)· εἰ γὰρ μὴ πρὸς τὴν διάνοιάν ἐστι τὸ μὴ χρῆσθαι ἐφ’ ᾧ δέδωκε, τὸ χρῆσθαι ἐφ’ ᾧ δέδωκε πρὸς τὴν διάνοιαν εἴη ἄν. εἰ δὲ ταῦτα ἀληθῆ, ἄτοπον τὸ ὑπολαμβάνειν ἄλλους μὲν εἶναι πρὸς τοὔνομα λόγους, ἑτέρους δὲ παρὰ τὴν διάνοιαν· ὅπου γὰρ τὸ κατὰ διάνοιαν, ἐκεῖ καὶ τὸ κατ’ ὄνομα, καὶ τὸ ἀνάπαλιν καὶ ὅπου τὸ παρὰ τοὔνομα, ἐκεῖ καὶ τὸ παρὰ τὴν διάνοιαν.

“然而并不存在某些人所说的那种论证的区分。” 在把产生谬误推论的方式区分为最高层次的两种、并指出其中一些取决于言辞而另一些在言辞之外之后,他现在驳斥了那些不这样主张、而是把所有诡辩式论证归结为针对名称的论证和违反思想的论证的人。因为“针对思想”是被用来代替“违反思想”的,并且他自己通过不久后提出的问题阐明了这一点:“因为不针对思想究竟是什么意思?”因此,在驳倒那些不按照他自己所教授的方式划分一切谬误推论、而是说一些针对名称另一些违反思想的人时,他主张并证明它们不是彼此相异的,而是同一的;因为违反思想的论证也是针对名称的,而针对名称的论证也是违反思想的,以致不是两种方式,而是一种。他说,因为“没有针对思想进行讨论”,除了提问者没有在回答者以为自己被询问并由此给出回答的意义上使用该名称之外,还能是什么呢?因为这才是言辞的对应相称。因为如果某人被问到“狗是否吠叫?”,而他以为被询问的是陆地上的狗便承认它吠叫,提问者却把“狗”这个名称转移到鱼(狗鱼/鲨鱼)上并说“然而鱼作为狗却不吠叫”,那么提问者就没有针对回答者的思想来使用该名称;而这样的诡辩也是针对名称的。因此,正如没有针对陆地上的狗——回答者也正是在想到它时才说它吠叫——使用“狗”这个名称的人不是针对思想进行推论一样,反之,当他在被提问者心怀所思而加以肯定的事情的意义上使用该名称时,他便是在针对思想进行推论(这一点他自己也通过“而针对思想则是当[某人在]〔回答者〕心怀所思并给予同意的对象上[使用名称]时”这句话表明了;而他说“心怀所思的人”指的是回答者)。因为如果在回答者给予同意的对象上不予使用就是不针对思想,那么在回答者给予同意的对象上予以使用就应当是针对思想。如果这些是真的,那么认为某些论证是针对名称的而另一些是违反思想的,就是荒谬的;因为在依循思想之处,也有依循名称,反之亦然;而且在违反名称之处,也有违反思想。

语法注2 条
  1. 1.50τὸ γὰρ πρὸς τὴν διάνοιαν ἀντὶ τοῦ ‘παρὰ τὴν διάνοιαν’ εἴληπται

    注解者将亚里士多德原文(170b12–13)中的 τοὺς πρὸς τὴν διάνοιαν 理解为带有否定含义的 παρὰ τὴν διάνοιαν(“违反思想”),以对应 πρὸς τοὔνομα。他以后文中引述的亚里士多德字句 τὸ μὴ πρὸς τὴν διάνοιαν(“不针对思想”)为依据,从句法和语用上指出此处的 πρός 实际上充当了反面分类的 παρά。

  2. 1.50ἐφ’ ᾧ οἰόμενος ἐρωτᾶσθαι ὁ ἐρωτώμενος ἔδωκε τὴν ἀπόκρισιν

    介词短语 ἐφ’ ᾧ 引导省略了先行词 τούτῳ 的关系从句,修饰动词短语 ἔδωκε τὴν ἀπόκρισιν,意为“在关于其[给出了回答]的对象上”。分词 οἰόμενος 与主语 ὁ ἐρωτώμενος 一致,作状语表示心理伴随状态(“以为自己被询问……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:78.9-79.8