← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§76.25-78.8

辩证反驳的探讨范围与谬误化解

针对亚里士多德在170a34中声明并非探讨各门科学的所有虚假推论而是探讨依循辩证术的驳斥,亚历山大注解了辩证术的普遍性与专业知识的分工、矛盾命题的推论方式以及谬误的化解方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.49

" Δῆλον οὖν ὅτι οὐ πάντων τῶν ἐλέγχων.1" Εἰπὼν ὅτι ἄπειροί εἰσιν οἱ ἀληθεῖς ἔλεγχοι καὶ ἐν πάσαις ταῖς ἐπιστήμαις δυνάμενοι γίνεσθαι, ὁμοίως δὲ ἄπειροι καὶ οἱ ἐναντίοι τούτοις ψευδεῖς συλλογισμοί (κατὰ πᾶσαν γὰρ τέχνην ἐγχωρεῖ γίνεσθαι καὶ τούτους), φησὶν ὅτι τὸ παραδοῦναι ἐλέγχους καθολικοὺς πάντων τῶν ψευδῶν συλλογισμῶν οὐ τῆς παρούσης ἐστὶ σκέψεως. νῦν γάρ, φησίν, οὐ ληπτέον τόπους καὶ ἀρχὰς πάντων τῶν ἀληθῶν ἐλέγχων ἀλλὰ τῶν παρὰ τὴν διαλεκτικήν·2 τοῦτο δέ ἐστιν, ἤτοι τὸ τοῦτο ποιῆσαι, οἰκεῖόν ἐστι τῇ διαλεκτικῇ καὶ τοῖς ἐν ἐκείνῃ παραδιδομένοις τόποις. καὶ προστίθησιν ἐφεξῆς τὴν αἰτίαν τοῦ τὴν διαλεκτικὴν δύναμιν [ἐν] πᾶσιν ἐπιχειρεῖν3 λέγων οὗτοι γὰρ κοινοὶ πρὸς ἅπασαν τέχνην καὶ δύναμιν· ἐν ἁπάσῃ γὰρ τέχνῃ δύναται ὁ διαλεκτικὸς συλλογίζεσθαι ἐκ κοινῶν καὶ ἐνδόξων. ἀλλὰ καὶ τὸν ἐλέγχοντά τινα κατά τινα ἐπιστήμην, εἴτε ἀληθῶς ἐλέγχει εἴτε φαινομένως, οὐ παντός ἐστι διαγνῶναι ἀλλὰ τοῦ ἐπιστήμονος μόνου· ὁ τοιοῦτος γὰρ δυνήσεται γνῶναι εἰ ἐκ τῶν οἰκείων τῇ ἐπιστήμῃ λημμάτων ὁ ἐλέγχων ἐλέγχει. τὸν δὲ ἐλέγχοντα ἀπό τινων κοινῶν καὶ ἐνδόξων διαγνώσεται ὁ διαλεκτικός. καὶ ὅπως προστίθησι δυνάμει λέγων ‘ὡς ἤδη φθάσαντες παραδεδώκαμεν ἐν τοῖς Τοπικοῖς, ἐξ ὧν ἄν τις περὶ παντὸς τοῦ προτεθέντος συλλογίσαιτο’. ἐκ τούτων οὖν τις ὁρμώμενος δύναται καὶ ἐλέγχειν· ὅ τε γὰρ διαλεκτικὸς ἀντίφασιν πειρᾶται συλλογίζεσθαι· τὸ δ’ αὐτὸ τοῦτο καὶ ὁ ἔλεγχος. πλὴν ποτὲ μὲν δι’ ἑνὸς συλλογισμοῦ τὴν ἀντίφασιν συμπεραίνει, ποτὲ δὲ διὰ δύο. περὶ δὲ τοῦ πότε μὲν ἐν ἑνί, πότε δὲ ἐν δυσίν, εἴρηκεν ἐν τῷ περὶ τοῦ ἐξ ἀντικειμένων συλλογίζεσθαι, ὅτι εἰ μὲν ἐν ἑνὶ βουλόμεθα συλλογίσασθαι τὴν ἀντίφασιν, χρὴ ταύτην καὶ ἐν μιᾷ τῶν προτάσεων λαβεῖν, οἷον ὅτι ἡ ἰατρικὴ ἐπιστήμη, πᾶσα ἐπιστήμη ὑπόληψις καὶ οὐχ ὑπόληψις, ἡ ἰατρικὴ ἄρα ὑπόληψις καὶ οὐχ ὑπόληψις. ἀλλ’ ἐπειδὴ ὡς φανερὸν τοῦτο οὐκ ἄν τις συγχωρήσειε πώποτε, χρὴ ἐν δυσὶ πειρᾶσθαι συνάγειν τὴν ἀντίφασιν καὶ δεικνύναι τὴν ἰατρικὴν ποτὲ μὲν ὑπόληψιν ποτὲ δὲ μὴ τοῦτο διῃρημένως καὶ ἐν δυσὶ συλλογισμοῖς. ἐροῦμεν δὲ περὶ τούτου καὶ ἐν τοῖς ἑξῆς τὰς λύσεις τῶν σοφισμάτων κατασκεπτόμενοι. Ἔχομεν ἄρα παρ’ ὅσα πάντες εἰσὶν οἱ ψευδεῖς ἔλεγχοι, ἤτοι οἱ σοφιστικοί. εἰ δὲ γινώσκομεν ὅπως γίνονται καὶ διὰ ποίας αἰτίας, εὔδηλον ὡς καὶ τὰς λύσεις τούτων ἔχομεν· ἃ γὰρ ἐνιστάμενοι προφέρομεν τοῖς συλλογιζομένοις παρ’ ὁμωνυμίαν ἢ ἀμφιβολίαν ἢ κατά τινα τῶν λοιπῶν τρόπων, ταῦτα ἂν εἶεν καὶ λύσεις αὐτῶν. ὅταν γὰρ ὁ σοφιστὴς ἐλέγχῃ τὸν λέγοντα τὸν κύνα μὴ ὑλακτεῖν, ὡς ὑλακτοῦντος δηλονότι τοῦ χερσαίου, αὐτοὶ ἐνιστάμενοι ὡς περὶ ἄλλου τὴν ἀπόκρισιν δόντες εἴημεν ἂν ἐκ ταύτης τῆς ἐνστάσεως λύοντες4 καὶ τὸν φαινόμενον ἔλεγχον. ἐπειδὴ δέ, φησίν, ἔχομεν παρ’ ὁπόσα γίνονται οἱ σοφιστικοὶ ἔλεγχοι, ἔχομεν ἄρα καὶ παρ’ ὁπόσα γίνονται οἱ φαινόμενοι. τοῦτο δὲ καὶ ἐν τοῖς ἄνωθεν εἰρημένοις εἶπε. φαινομένους δὲ λέγει ἐλέγχους οὐχὶ τοὺς τυχοῦσι δοκοῦντας καὶ ἰδιώταις (οἱ γὰρ μὴ εἰδότες ἐξ οἱωνδήποτε ἀπατηθήσονται, ὥστε καὶ ἄπειρα ἔσονται τὰ τοὺς τοιούτους ἀπατῶντα), ἀλλὰ τοὺς [φαινομένους ἐλέγχους λέγω] τοῖς εἰδόσι καὶ ἐπιστήμοσιν. ἀλλὰ καὶ ὁ διαλεκτικὸς μόνος, φησί, δύναται γνῶναι παρ’ ὅσα διὰ τῶν κοινῶν γίνεται ἀληθὴς ἔλεγχος ἢ φαινόμενος. τίς δὲ ὁ ἀληθὴς ἔλεγχος καὶ τίς ὁ φαινόμενος καὶ τίς ὁ διαλεκτικὸς καὶ ὁ φαινόμενος διαλεκτικός, ἐπὶ δὲ τούτοις καὶ ὁ πειραστικός, εἴρηται πολλάκις, καὶ περιττὸν αὖθις λέγειν περὶ αὐτῶν.

“因此显然并不是所有驳斥的[论题]。” 在说过真正的驳斥是无限的并且能够在所有科学中产生、与这些相对立的虚假推论同样也是无限的(因为在每一门技艺中也有可能产生这些虚假推论)之后,他说,传授对一切虚假推论的普遍驳斥并不属于当前的考察。他说,因为现在不应选取一切真正驳斥的论题和原理,而应选取依循辩证术的驳斥的论题和原理;而这一点,即做这件事情,乃是辩证术以及其中所传授的论题所固有的。他紧接着补充了辩证能力对一切事物进行尝试的原因,说:“因为这些对于一切技艺和能力都是共通的”;因为在每一门技艺中,辩证家都能够从共通的和公认的意见出发进行推论。然而,依循某门科学驳斥某人的人究竟是真正地驳斥还是表观上地驳斥,判定这一点并不属于任何人,而仅属于有知识的人;因为这样的人将能够知道驳斥者是否出自该科学固有的前提进行驳斥。至于从某些共通的和公认的意见出发进行驳斥的人,辩证家将能加以判定。他实际上以如下言辞补充了如何做到这一点:“正如我们先前在《论题篇》中所已经传授的,一个人可以从那些内容出发针对任何提出的论题进行推论”。因此,从这些出发的人也能够进行驳斥;因为辩证家也试图推论出矛盾命题;而驳斥正是这完全相同的事。只是他有时通过一个推论断定矛盾命题,有时通过两个推论断定。关于何时在一个推论中、何时在两个推论中[断定矛盾命题],他在关于从对立命题进行推论的讨论中说过:如果我们希望在一个推论中推论出矛盾命题,就必须在前提之一中也采纳这矛盾命题,例如医学是科学,一切科学是把握又不是把握,因此医学是把握又不是把握。然而,由于绝不会有人把这作为显而易见的事加以承认,所以必须试图在两个推论中推出矛盾命题,分别且在两个推论中证明医学有时是把握、有时不是把握。我们在后文中考察谬误论证的解答时也会谈到这一点。因此,我们掌握了一切虚假驳斥(即诡辩式的驳斥)依循多少种方式存在。如果我们知道它们如何产生以及通过何种原因产生,显然我们也掌握了它们的解答;因为我们在反对那些依循同音异义、含糊其辞或其余样态之一进行推论的人时所提出的异议,也将是这些反驳的解答。因为当诡辩家驳斥说狗不叫的人时(理由显然是陆地上的狗会叫),我们自己提出异议,指出我们给出回答是关于另一种狗,从而通过这种异议,我们也将化解这一表观的驳斥。他说,既然我们掌握了诡辩式驳斥依循多少种方式产生,那么我们也掌握了表观驳斥依循多少种方式产生。这一点他在上面所说的内容中也已经谈过。但他所说的表观驳斥,不是指在偶然遇到的人和外行看来显得如此的驳斥(因为不知晓的人会被任何事物所欺骗,从而欺骗此类人的事物也将是无限的),而是指在知晓者和专家看来显得如此的驳斥。他说,此外,唯有辩证家能够知晓通过共通原则产生的真正驳斥或表观驳斥依循多少种方式产生。至于什么是真正的驳斥,什么是表观的驳斥,什么是辩证的驳斥与表观辩证的驳斥,此外还有什么是检验性的驳斥,这些已经被多次讨论过,再次谈论它们是多余的。

语法注4 条
  1. 1.49οὐ πάντων τῶν ἐλέγχων

    标引句是亚里士多德原文(170a34:Δῆλον οὖν ὅτι οὐ πάντων τῶν ἐλέγχων [... ληπτέον τοὺς τόπους])的省略引用,在句法上需要补充理解方括号中的内容(“[并非应当选取]所有驳斥的[论题]”)。

  2. 1.49τῶν παρὰ τὴν διαλεκτικήν

    冠词 τῶν 指向前文中的 ἐλέγχων;结合上下文,此处应补充理解为依循辩证术的驳斥的[论题和原理]。

  3. 1.49τοῦ τὴν διαλεκτικὴν δύναμιν [ἐν] πᾶσιν ἐπιχειρεῖν

    带有定冠词的不定式短语(属格冠词 τοῦ + 宾格主语 τὴν διαλεκτικὴν δύναμιν + 不定式 ἐπιχειρεῖν),作为解释性属格修饰前面的 τὴν αἰτίαν(“……的原因”)。

  4. 1.49εἴημεν ἂν ἐκ ταύτης τῆς ἐνστάσεως λύοντες

    由希求式加 ἄν(εἴημεν ἄν)与现在分词 λύοντες 构成的迂回表达,表示潜在语气(“我们将能够化解”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:76.25-78.8