- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:75.13-76.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐释了亚里士多德在170a20–170a30中的论述,即真正的驳斥以及各学科特有的虚假驳斥皆因论证的数目无限而同样是无限的,因而无法进行有限的分类与枚举。
" Παρὰ πόσα δὲ ἐλέγχονται οἱ ἐλεγχόμενοι." Παρ’ ὅσα μέν, φησί, φαινομένως ἐλέγχεσθαί τινες δοκοῦσιν, εἴρηται, καὶ ὡρίσθησαν οἱ φαινόμενοι ἔλεγχοι, καὶ δέκα καὶ τρεῖς εἰσιν οἱ πάντες· ὧν πάντων ἢ ἐνίων παραλαμβανομένων ὁ παραλογισμὸς καὶ ὁ φαινόμενος ἔλεγχος γίνεται. παρ’ ὅσα δὲ ἀληθῶς ἐλέγχονται οἱ ἐλεγχόμενοι, οὐδεὶς ἀριθμῆσαι ἢ παραδοῦναι δύναται οὐδὲ εἰς ἀριθμόν τινα θεῖναι ὡρισμένον τοὺς τρόπους δι’ ὧν ἐλέγχονται οἱ ἀληθῶς ἐλεγχόμενοι· ὅσαι γὰρ ἀποδείξεις, τοσοῦτοι δύνανται καὶ ἔλεγχοι γίνεσθαι πρὸς τοὺς μὴ τιθεμένους τὸ συναχθὲν ἐκ τῶν δοθέντων συμπέρασμα λαβοῦσι τὴν ἀντίφασιν.1 οὐ δεῖ οὖν, φησί, πειρᾶσθαι λαμβάνειν δι’ ὅσων καὶ οἵων τοὺς ἀληθεῖς ἐλέγχους ποιοῦσιν οἱ ἀληθινῶς ἐλέγχοντες, εἰ μή τις εἴη τὰς ἐπιστήμας πάσας εἰδὼς καὶ ἐν πάσαις ἔχων τὸ ἀκρότατον· εἰ γὰρ μὴ τοιοῦτός ἐστι, πῶς ἂν δυνηθείη ἀληθῶς ἀπελέγχειν τὸν ἔν τινι ἐπιστήμῃ σφαλλόμενον; τοῦτο δέ, τὸ πάσας εἰδέναι, οὐ μιᾶς ἐστι τέχνης καὶ ἀδύνατον· ἄπειρα γὰρ τὰ ἀληθῶς δεικνύμενα· ἄπειροι ἄρα καὶ οἱ ἀληθεῖς ἔλεγχοι. ἐν δὲ τῷ ἄπειροι γὰρ ἴσως αἱ ἐπιστῆμαι τὸ ἴσως εἶπε κατὰ τὴν ἑαυτοῦ δόξαν· ἀιδίου γὰρ ὄντος κατ’ αὐτὸν τοῦ κόσμου, ὡς ἐν τῷ Περὶ οὐρανοῦ αὐτῷ δέδεικται, ἐπ’ ἄπειρον καὶ αἱ ἐπιστῆμαι αὐξηθήσονται. οὐ δεῖ μὲν οὖν ζητεῖν κατὰ πόσους τρόπους οἱ ἀληθεῖς ἔλεγχοι γίνονται. ὅτι δὲ ὅλως εἰσὶν ἀληθεῖς ἔλεγχοι ὥσπερ καὶ φαινόμενοι, δῆλον. ὅσα γάρ, φησίν, ἔστιν ἀποδεῖξαι τῇ καλουμένῃ ἐπ’ εὐθείας δείξει, ἔστι καὶ δι’ αὐτῆς καὶ διὰ τῆς ἀδυνάτου δείξεως ταῦτα συστῆσαι καὶ ἐλέγξαι τὸν μὴ συγχωροῦντα τὸ συνηγμένον ἐκ τῶν τεθέντων ἀλλὰ τὸ ἐναντίον τιθέντα τῷ ἀληθεῖ· ὁ δὲ τοῦτον ἐλέγχων καὶ ἀποδεικνὺς ψευδόμενον συλλογισμὸς ἀληθής ἐστιν ἔλεγχος. ὥστε τὸν μέλλοντα ἀληθῶς ἐλέγχειν δεῖ πάντων ἐπιστήμονα τυγχάνειν· τοιοῦτος γὰρ ὢν ῥᾳδίως ἂν ἐλέγξῃ τὸν μὴ συγχωροῦντα τὴν θέσιν ἢ τὸ συμπέρασμα λαβὼν τὴν ἀντίφασιν. εἰπὼν δὲ ὅτι δεήσει πάντων ἐπιστήμονα εἶναι, ἐπήγαγεν οἱ μὲν γὰρ ἔσονται παρὰ τὰς ἐν γεωμετρίᾳ ἀρχάς, ὥστε γεωμετρικὸν εἶναι δεῖ τὸν μέλλοντα ἐλέγχειν τοὺς παρὰ τὰς ἀρχὰς τῆς γεωμετρίας συλλογιζομένους καὶ ἰατρικὸν τοὺς παρὰ τὰς τῆς ἰατρικῆς καὶ μουσικὸν ὡσαύτως τοὺς παρὰ 〈τὰς〉 τῆς μουσικῆς, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· ὥστε εἴ τις ἅπαντας ἐλέγχειν μέλλει, δεῖ τοῦτον ἐπιστήμονα πάντων εἶναι.
“被驳斥者依循多少种方式被驳斥。” 他说,依循多少种方式某些人显得在表观上被驳斥,这已经讲过,表观的驳斥也已被界定,全部共有十三种;当采用这全部或其中某些样态时,谬误推理与表观的驳斥便会产生。然而,依循多少种方式被驳斥者真正地被驳斥,没有人能够列举或传授,也无法把真正被驳斥者借以被驳斥的那些样态置于某个确定的数目之中;因为证明有多少,对于接受了矛盾命题的人来说,针对那些不承认从所给前提推导出的结论的人,就能够产生同样多的驳斥。他说,因此,除非有人通晓一切科学并在所有科学中都达到最高峰,否则不应企图掌握真正进行驳斥的人借以做出真正驳斥的方式有多少且是怎样的;因为如果他不是这样的人,他怎能真正彻底驳斥在某门科学中犯错的人呢?而这一点,即通晓一切科学,并不属于单一的技艺,而且是不可能的;因为真正被证明的事物是无限的;因此,真正的驳斥也是无限的。而在“因为各门科学或许是无限的”这句话中,他按照自己的见解说了“或许”;因为在他看来,宇宙是永恒的,正如他自己在《论天》中所证明的那样,各门科学也将无限增长。因此,不应探求真正的驳斥依循多少种样态产生。然而,正如存在表观的驳斥一样,一般而言存在真正的驳斥,这是显而易见的。他说,因为对于所有能够通过所谓的直接证明加以论证的事物,既可以通过它本身,也可以通过归谬证明来确立这些事物,并驳斥不承认从所设前提推导出的结论、反而确立与真实相反命题的人;而驳斥此人并证明其说谎的推论,就是真正的驳斥。因此,打算进行真正驳斥的人必须通晓万物;因为若是这样的人,在接受了矛盾命题之后,便能轻易驳斥不承认论题或结论的人。在说过必须通晓万物之后,他接着补充道“因为某些驳斥将依循几何学中的原理”,从而,打算驳斥违背几何学原理进行推论的人必须是几何学家,驳斥违背医学原理的人必须是医生,驳斥违背音乐原理的人同样必须是音乐家,在其他学科上也是如此;所以,如果有人打算驳斥所有人,此人就必须通晓万物。
"Ἀλλὰ μὴν καὶ οἱ ψευδεῖς ἔλεγχοι ὁμοίως ἐν ἀπείροις." Ἄπειροι μέν εἰσι, φησίν, οἱ ἀληθεῖς ἔλεγχοι, ἄπειροι δὲ καὶ οἱ ψευδεῖς. ψευδεῖς δὲ ἐλέγχους οὐ τοὺς σοφιστικούς φησιν ἐνταῦθα ἀλλὰ τοὺς δοκοῦντας μὲν εἶναι ἀπὸ τῶν οἰκείων ἀρχῶν τῆς ἐπιστήμης, περὶ ἧς τὸν λόγον ποιοῦνται, μὴ ὄντας δέ. ὥστε ἐπειδὴ ἄπειροι οἱ ἀληθεῖς εἰσιν ἔλεγχοι, ἄπειροι ἂν εἶεν καὶ οἱ ψευδεῖς. καὶ τὰ μὲν λεγόμενα δῆλα. ἡ δὲ λέξις ἡ οἷον κατὰ γεωμετρίαν ὁ γεωμετρικὸς ἐλλιπῶς εἴρηται. εἴη δ’ ἂν τὸ πλῆρες τοιοῦτον· ὁ γεωμετρικὸς ψευδὴς ἔλεγχος κατὰ γεωμετρίαν ἐστὶν ὁ παρὰ τὰς ἀρχὰς τῆς γεωμετρίας γινόμενος, ὁποῖος ἦν ὁ τοῦ Βρύσωνος τετραγωνισμός. οὐ μόνον δὲ τοὺς μὴ ἀπὸ τῶν ἀρχῶν ὡρμημένους τῆς ἐπιστήμης, ὑφ’ ἣν ἐστι τὸ πρόβλημα, δοκοῦντας δὲ εἶναι ψευδεῖς ἐλέγχους φησὶν ἀλλὰ καὶ τοὺς ἐκ τῶν οἰκείων μὲν τῆς ἐπιστήμης ἀρχῶν κατά τι δὲ παραλογιζομένους,2 οἷά εἰσι τὰ τοῦ Εὐκλείδου ψευδογραφήματα.
“然而虚假的驳斥同样存在于无限之中。” 他说,真正的驳斥是无限的,虚假的驳斥同样是无限的。但他在这里所说的虚假驳斥并非指诡辩式的驳斥,而是指那些看似出自他们所讨论的那门科学的固有原理、实际上却并非如此的驳斥。因此,既然真正的驳斥是无限的,虚假的驳斥也当是无限的。所说的道理是清楚的。而“例如在几何学中几何学的驳斥”这句言辞说得有所省略。完整的话应当是这样的:几何学中的几何学虚假驳斥,是违背几何学原理产生的驳斥,正如布赖森的化圆为方那样。他所说的虚假驳斥,不仅指那些并非出发自论题所属科学的原理、却看似如此的驳斥,而且也指那些虽然出发自该科学固有的原理、但在某方面进行了谬误推理的驳斥,例如欧几里得的《伪作图篇》就是这类情况。
- 1.47λαβοῦσι τὴν ἀντίφασιν
与格分词 λαβοῦσι 充当 τοσοῦτοι δύνανται καὶ ἔλεγχοι γίνεσθαι 这一主句谓语结构的关系与格(或施事与格),语义上指驳斥方(“对于采纳了矛盾命题的人来说”),与使用宾格表示的应答者(πρὸς τοὺς μὴ τιθεμένους ...)形成对照。
- 1.48οὐ μόνον δὲ τοὺς μὴ ἀπὸ τῶν ἀρχῶν ὡρμημένους τῆς ἐπιστήμης, ὑφ’ ἣν ἐστι τὸ πρόβλημα, δοκοῦντας δὲ εἶναι ψευδεῖς ἐλέγχους φησὶν ἀλλὰ καὶ τοὺς ἐκ τῶν οἰκείων μὲν τῆς ἐπιστήμης ἀρχῶν κατά τι δὲ παραλογιζομένους
动词 φησίν 支配两个用宾格表示的并列带冠词分词短语(οὐ μόνον τοὺς μὴ ... ὡρμημένους ... δοκοῦντας δέ 与 ἀλλὰ καὶ τοὺς ... παραλογιζομένους)作为直接宾语,ψευδεῖς ἐλέγχους 充当谓语宾格,构成双重宾格句式:“他不仅将……称为虚假驳斥,也将……称为虚假驳斥”。
