- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:73.31-75.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者梳理了将各谬误归纳还原至驳斥定义之组成部分的论述,得出谬误推理的分类已穷尽的结论,并进一步阐明诡辩式的驳斥并非无条件成立的驳斥,而是取决于应答者的无知与赞同的相对性驳斥。
" Ἔτι τὸ μὴ ἐπὶ τοῦ πράγματος." Καὶ ὁ παρὰ τὴν ἀμφιβολίαν τρόπος σοφιστικός· τοῦτον γὰρ δηλοῖ λέγων τὸ μὴ ἐπὶ τοῦ πράγματος ἀλλ’ ἐπὶ τοῦ λόγου συμβαῖνον, διότι τὸ ἔστιν ἄρα σιγῶντα λέγειν’ οὐκ ἐπὶ τοῦ πράγματος ἀλλ’ ἐπὶ τοῦ λόγου συμβαίνει. καὶ οὗτος δῆλον ὅτι παρὰ τὸ μόριόν ἐστι τοῦ ἀληθινοῦ λόγου. καὶ ὁ παρὰ τὸ πῇ καὶ ἁπλῶς παρὰ τὸ μόριόν ἐστι τοῦ ἐλέγχου· τοῦτον γὰρ σημαίνει διὰ τοῦ εἶτ’ ἀντὶ τοῦ καθόλου τὴν ἀντίφασιν.1 καὶ τὸ μὲν καθόλου τέθεικεν ἀντὶ τοῦ ἁπλῶς, τὴν ἀντίφασιν δὲ ἀντὶ τοῦ πῇ· δόντων γὰρ ἡμῶν ἁπλῶς ὅτι ὁ Αἰθίοψ μέλας, συνάγει ὅτι τοὺς ὀδόντας λευκός, ἤτοι πῇ λευκός· ἢ πάλιν λεγόντων ‘οὐδεὶς ἐπιορκῶν ἅμα εὐορκεῖ’ ἐπιφέρει ‘ὀμόσας τις ἐπιορκήσειν ἐπιώρκησεν· ἅμα ἄρα ἐπιορκεῖ καὶ εὐορκεῖ’. ὅτι δὲ καὶ οἱ μὴ κατὰ ταὐτὸ καὶ πρὸς τὸ αὐτὸ καὶ παρὰ τὸ ἐπί τι παρὰ τὰ μόριά εἰσι τοῦ ἀληθινοῦ λόγου, παντί που δῆλον καὶ εἴρηται πολλάκις καὶ οὐ δεῖ πάλιν μηκύνειν.
“此外,并非针对事态本身。” 依赖于歧义的样态也是诡辩式的;因为通过说“并非针对事态本身而是针对言辞而发生的”,他表明了这一点,原因在于“因此沉默者有可能言说”并非在事态本身中发生,而是在言辞中发生的。显而易见,这一个也是违背真实论证之组成部分的。依赖于就某方面与无条件的[混淆]之样态,也是违背驳斥之组成部分的;因为通过“随后用矛盾取代全称”,他指明了这一点。他用“全称”来取代“无条件地”,而用“矛盾”来取代“就某方面”;因为当我们无条件地承认埃塞俄比亚人是黑色的时,他却推导出了他在牙齿上是白色的,亦即在某方面是白色的;或者再如,当我们说“任何发假誓的人都不会同时恪守誓言”时,他反驳道:“某人发誓要发假誓,并且发了假誓;因此他同时在发假誓并恪守誓言”。而那些并非在同一方面、并非针对同一事物以及依赖于针对某事物的样态,也是违背真实论证之组成部分的,这对任何人来说想必都是清楚明白的,并且已经屡次讲过,无需再次长篇大论。
"Ἔτι παρὰ τὸ τὸ ἐν ἀρχῇ μὴ ἐναριθμουμένου." Τὸ ἐν ἀρχῇ αἰτεῖσθαι καὶ λαμβάνειν ὅτι παρὰ τὸ μόριόν ἐστι τοῦ ἀληθινοῦ συλλογισμοῦ καὶ διὰ ἔλλειψιν τοῦ ἀληθοῦς γίνεται ἐλέγχου, πολλάκις εἴρηται. οὕτως οὖν δείξας διὰ τῆς ἐπαγωγῆς ὅτι παρὰ τὰ μόρια τοῦ ἀληθινοῦ συλλογισμοῦ τὸ ψεῦδος καὶ οἱ φαινόμενοι ἔλεγχοι γίνονται, συμπεραίνεται λέγων ὥστε ἔχομεν παρ’ ὅσα γίνονται οἱ παραλογισμοί· παρὰ πλείονα μὲν γὰρ τῶν τρόπων τούτων οὐδεὶς ἂν γένοιτο, παρὰ δὲ τὰ εἰρημένα ἔσονται πάντες.
“此外,由于开端的论题未被算入。” 乞求并假定开端的论题是违背真实推论之组成部分的,并且是由于真实驳斥的欠缺而产生的,这一点已经屡次讲过。因此,在通过归纳指明了虚假以及表观的驳斥是违背真实推论的各个组成部分而产生的之后,他得出结论说:“所以,我们掌握了谬误推理依循多少种方式产生”;因为不可能依循多于这些样态的方式产生出任何谬误,而所有的谬误都将依循所提及的这些样态产生。
"Ἔστι δὲ ὁ σοφιστικὸς ἔλεγχος." Τοὺς σοφιστικοὺς ἅπαντας καὶ φαινομένους συλλογισμοὺς ἀναγαγὼν εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν, ἔτι γε μὴν διδάξας ὡς οἱ σοφιστικοὶ ἔλεγχοι διὰ ἔλλειψιν τοῦ κυρίως καὶ ἀληθοῦς ἐλέγχου γίνονται, καὶ διὰ τῆς ἐπαγωγῆς τὸ λεγόμενον πιστωσάμενος, ἐφιστάνει λέγων2 ὅτι ὁ σοφιστικὸς ἔλεγχος οὐχ ἁπλῶς ἐστιν ἔλεγχος, ἀλλὰ πρὸς τὸν ἀποκρινόμενον δοκεῖ εἶναι ἔλεγχος. εἰ μὲν γὰρ τύχῃ οὗτος εἶναι τῶν ἀμαθῶν, συγχωρήσει τε τὰ λεγόμενα, οἷα ἂν ὦσι, καὶ ἀπατηθήσεται, καὶ δοκήσει ἐλεγχθῆναι. εἰ μέντοι γε τῶν συνιέντων τις εἴη, οὐκ εὐθὺς ὁμολογήσει τὰ ἐρωτώμενα, κἀντεῦθεν ἐπίσχει καὶ τὸν δοκοῦντα ἐλέγχειν καὶ συλλογίζεσθαι. ὡσαύτως δὲ καὶ ὁ σοφιστικὸς συλλογισμὸς οὐχ ἁπλῶς ἐστι συλλογισμὸς ἀλλὰ πρὸς τινα, ἤγουν τὸν ἀγνοοῦντα τὰς δυνάμεις τῶν λέξεων καὶ πρὸς τὸν συγχωροῦντα τὸ μὴ ἁπλῶς λεγόμενον ὡς ἁπλῶς λέγεσθαι καὶ τὰ λοιπὰ πάντα. ὅτι δὲ πρός τινα ἐστὶν ὁ σοφιστικὸς ἔλεγχος, κατασκευάζει ἀπὸ τοῦ μὴ δύνασθαι τὸν σοφιστὴν ποιῆσαι τὸν ἔλεγχον, ἐὰν μὴ λάβῃ παρὰ τοῦ ἀποκρινομένου τὸ ὁμώνυμον ὡς ἓν σημαῖνον. ὁμοίως καὶ ὁ παρὰ τὴν ὁμοιοσχημοσύνην συλλογισμός, ἐὰν μὴ λάβῃ παρὰ τοῦ ἀποκρινομένου τὸ σημαίνειν τὸ ἐρωτώμενον πρᾶγμα μόνον τόδε τι, ἤτοι τὸ ἐνεργητικὸν ῥῆμα ἐνεργείας μόνης δηλωτικόν, οὐδ’ οὗτος ἀπατήσει. εἰ μὲν οὖν μὴ λάβῃ ὁ σοφιστής, οὔτε ἁπλῶς συλλογισμὸν ποιεῖ οὔτε πρὸς τὸν ἐρωτώμενον. ἐὰν δὲ λάβῃ τὸ ὁμώνυμον ὡς μὴ ὁμώνυμον, πρὸς μὲν τὸν ἐρωτώμενον πεποίηκε τὸν ἔλεγχον, ἀληθῶς δὲ καὶ κυρίως ἔλεγχον οὐ πεποίηκε, διότι οὐχ ἓν εἴληφε, τουτέστι μὴ ὁμώνυμον, ἀλλὰ φαινόμενον, καὶ παρὰ ἀνεπιστήμονος ἀκροατοῦ. ὥστε οὐχ ἁπλῶς ἐστιν ἔλεγχος ὁ σοφιστικὸς ἔλεγχος ἀλλὰ πρός τινα.
“而诡辩式的驳斥是。” 在将所有诡辩式的和表观的推论归结为对驳斥的无知之后,而且进一步指明了诡辩式的驳斥是由于本义且真实的驳斥有所欠缺而产生的,并通过归纳证实了所说的内容之后,他提醒指出:诡辩式的驳斥并不是无条件意义上的驳斥,而只是相对于应答者显得是驳斥。因为如果这人碰巧是无知者之一,他就会对所说的任何话表示赞同,受骗,并显得被驳斥了。然而,如果他是明理者之一,他就不会立刻同意被提问的事项,并由此制止那看似在进行驳斥和推论的人。同样,诡辩式的推论也不是无条件意义上的推论,而是相对于某个人的,亦即相对于不知道词句潜能的人,以及相对于承认没有被无条件言说的事项是被无条件言说的人,以及所有诸如此类的人。至于诡辩式的驳斥是相对于某个人的,他是从以下事实来确立的:如果诡辩家没有从应答者那里得到同音异义词仅表示单一含义的设定,他就无法实施驳斥。同样,依赖于言辞形态相似的推论,如果它没有从应答者那里得到被提问的事物仅表示某个特定个体、亦即主动动词仅表示活动的设定,它也就无法行骗。因此,如果诡辩家没有得到这些设定,他既不能无条件地进行推论,也不能相对于被提问者进行推论。但如果他把同音异义词当作非同音异义词接受下来,他便相对于被提问者实施了驳斥,却没有实施真正且本义上的驳斥,因为他所接受的并不是单一的事项,亦即并非不具同音异义的事项,而仅仅是表观的,并且是从无知的听众那里得来的。所以,诡辩式的驳斥不是无条件的驳斥,而是相对于某个人的驳斥。
- 1.44διὰ τοῦ εἶτ’ ἀντὶ τοῦ καθόλου τὴν ἀντίφασιν
由中性属格冠词 τοῦ 引导并作介词 διά 之宾语的整个结构是对亚里士多德原文(170a6)紧缩表述的直接引用。亚历山大紧接着对这套句法进行了拆解,指明由介词 ἀντί 支配的属格短语 τοῦ καθόλου 对应于 ἁπλῶς(无条件地),而宾格短语 τὴν ἀντίφασιν(省略谓语结构中的宾语)则对应于 πῇ(在某一方面)。
- 1.46Τοὺς σοφιστικοὺς ἅπαντας καὶ φαινομένους συλλογισμοὺς ἀναγαγὼν εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν, ἔτι γε μὴν διδάξας... καὶ διὰ τῆς ἐπαγωγῆς τὸ λεγόμενον πιστωσάμενος, ἐφιστάνει λέγων
在主句的主动词 ἐφιστάνει(提请注意、停下来指出)之前,修饰主语(亚里士多德)的三个不定过去时分词(ἀναγαγών, διδάξας, πιστωσάμενος)并列出现,构成了总括此前论证进程的伴随分词短语。紧随主句动词的分词 λέγων 则引导了表达具体指出内容的 ὅτι 从句。
