- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:72.1-73.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《诡辩篇驳斥》第8章169b30–169b37,阐释了听众与应答者受骗原因的一致性,指出应答者揭穿谬误的情形,说明验断术何以从属于辩证术,并通过归纳论证指出虚假推论源于对真实推论诸构成要素的偏离或欠缺。
" Ὅτι δὲ ἔχομεν αὐτοὺς τῇ αὐτῇ μεθόδῳ, δῆλον." Εἰπὼν ὅτι “ἔχομεν παρ’ ὅσα οἱ σοφιστικοὶ γένοιντ’ ἂν συλλογισμοί” διὰ τὸ ἔχειν ἡμᾶς “παρ’ ὅσα γίνονται οἱ φαινόμενοι” καὶ μεταξὺ παρενθεὶς τὰ εἰρημένα, πάλιν ἐπάνεισιν ἐπὶ τὸ προκείμενον, καὶ κατασκευάζει τοῦτο καὶ ἀπὸ τῶν ἀκροωμένων λέγων παρ’ ὅσα γὰρ ἄν τῶν μὴ καλῶς ἠρωτημένων φανείη τοῖς ἀκροωμένοις ὡς καλῶς ἠρωτημένα, παρὰ τοσαῦτα ἂν καὶ τῷ ἀποκρινομένῳ δόξειε καλῶς ἠρωτῆσθαι.1 ἀπατηθήσεται δὲ ὁ ἀκροατὴς ἢ διὰ τὴν ὁμωνυμίαν ἢ διὰ τὸ σχῆμα τῆς λέξεως ἢ διά τι τούτων· καὶ ὁ ἀποκρινόμενος ἄρα κατά τι τούτων παραλογισθήσεται. ὥστε ἔσονται συλλογισμοὶ ψευδεῖς διὰ τῶν ἀπηριθμημένων τρόπων ἢ πάντων συνελθόντων εἰς τὸ ἀπατηθῆναί τινα ἢ τινῶν. εἰπὼν δὲ παρὰ τοσαῦτα ἂν καὶ τῷ ἀποκρινομένῳ δόξειεν ἐπάγει ὃ γὰρ μὴ ἐρωτηθεὶς οἴεται δεδωκέναι, κἂν ἐρωτηθεὶς θείη, τουτέστιν ὅπερ ἐν τῇ οἰκείᾳ διανοίᾳ καλῶς ἠρωτῆσθαι ἐνόμισε καὶ ὡς ἀληθεῖ συνένευσε, κἂν ἠρωτήθη, ἐδεδώκει ἄν.2 πλήν, φησίν, ἐπί τινων, οἷον ἐν τοῖς παρὰ τὴν λέξιν καὶ τὸν σολοικισμόν, οὐκ ἄφωνοι διατελοῦσιν οἱ ἀποκρινόμενοι τὸν λόγον συμπεράναντος τοῦ σοφιστοῦ, ἀλλὰ προσερωτῶσι τὸ ἐνδεὲς καὶ τὸ ψεῦδος ἐμφανίζουσιν. εἰπόντος γὰρ τοῦ σοφιστοῦ ‘ὁ δεῖνα κάθηται, ὁ καθήμενος δύναται βαδίζειν’ καὶ ἐπάγοντος ὅτι ὁ δεῖνα βαδίζει, εὐθὺς ὁ καὶ μικρὸν δυνάμενος συνορᾶν προσεπερωτήσοι ἂν τὸ ἐνδεές, τὸ ‘δύναται’, καὶ ἐμφανίσοι τὸ ψεῦδος. πάλιν λέγοντος τοῦ σοφιστοῦ ‘ἆρ’ ὃ φῂς εἶναι, τοῦτ’ ἔστι; φῂς δὲ λίθον εἶναι· ἔστιν ἄρα λίθον’ οὐκ ἄφωνοι διατελοῦσιν οἱ ἀποκρινόμενοι, ἀλλά φασιν ‘οὐχί, ἀλλ’ ἔστιν ἄρα λίθος’. Ἀλλὰ περὶ μὲν τούτων σαφὲς γενήσεται τὸ λεγόμενον, ὅταν τὰς λύσεις τῶν σοφισμάτων καὶ αὐτὸς ἐπαγάγῃ. νῦν δὲ τὸ μικρῷ πρόσθεν εἰρημένον, τὸ ὅτι ἡ πειραστικὴ μέρος ἐστὶ τῆς διαλεκτικῆς, εἴπωμεν. λέγεται τοίνυν ὑπὸ τὴν διαλεκτικὴν εἶναι ἡ πειραστική, διότι καὶ αὐτὴ ψεῦδος δύναται συλλογίζεσθαι διὰ τὴν τοῦ διδόντος ἄγνοιαν ὥσπερ ἡ διαλεκτική, διαφέρουσι δὲ ἀμφότεραι τῆς σοφιστικῆς, ὅτι αἱ μὲν δῆλον ποιοῦσιν ὅτι τὴν ἀντίφασιν συλλογίζονται τῆς τοῦ ἀποκρινομένου θέσεως (οὐ γὰρ ἐρωτῶσιν ἀμφίβολα καὶ ὁμώνυμα καὶ τοιαῦτά τινα), οἱ δὲ σοφισταί, ἂν καὶ συλλογίζωνταί ποτε τὴν ἀντίφασιν, οὐ ποιοῦσι δῆλον εἰ ἀγνοεῖ ὁ προσδιαλεγόμενος· ὁμώνυμα γὰρ ἐρωτώντων καὶ οἷα πολλάκις εἴρηται οὐδεὶς οἶδεν εἰ τὴν ἀντίφασιν συνάγουσι τοῦ τεθέντος παρὰ τοῦ προσδιαλεγομένου, ἢ ὅλως εἰ ἀγνοεῖ ὁ προσδιαλεγόμενος ἂν ἀμφίβολόν ἐστι τὸ ἠρωτημένον ἢ ὁμώνυμον ἢ ἄλλο τι.
“而显然,我们是通过同一种方法掌握它们的。” 他在说明了由于我们拥有“表观推论依循多少种方式产生”,因而“我们掌握了诡辩推论可能依循多少种方式产生”之后,并在中间插入了所提及的那些事项之后,再次回到了当前的主题,并且也从听众的角度确立了这一点,他说:因为在那些没有被恰当提问的事项中,凡是可能在听众看来仿佛被恰当提问的数量有多少,依循同样多的数量,在应答者看来也会显得是被恰当提问了。听众受骗,要么是由于同音异义,要么是由于言辞的形态,要么是由于这些中的某一种;因此应答者也将依据这些中的某一种而被引入谬误。所以,通过这些列举出来的样态,要么是全部样态为了使某人受骗而汇合在一起,要么是其中的某些样态[汇合],就会产生虚假的推论。他在说了“依循同样多的数量在应答者看来也会显得”之后,补充道:“因为他自认为在未被提问时所给予的东西,即使被提问他也会设定”;也就是说,他在自己的思想中认为已经被恰当提问并作为真实而同意的事项,即使他当时被提问,他也会给予的。不过,他说,在某些情况下,例如在因言辞和破格构词所产生的谬误中,当诡辩家得出论证的结论时,应答者们并不会始终保持沉默,而是会追问其所欠缺之处,并揭露出其虚假。因为当诡辩家说“某人坐着,坐着的人能够行走”,并补充说某人正在行走时,哪怕稍微有一点统观能力的人,也会立即追问那所欠缺的词,即“能够”,并揭露出虚假。再如当诡辩家说“你所说存在的那东西,是这个吗?而你说石头存在[宾格];因此存在一块石头[宾格]”时,应答者们并不始终保持沉默,而是说“不对,而应当是:因此存在一块石头[主格]”。不过,关于这些事情,当他本人也提出诡辩题的解决方案时,所说的内容将会变得清楚明白。现在让我们来谈谈刚才提到的那一点,即验断术是辩证术的一部分。验断术被称为从属于辩证术,是因为正如辩证术一样,它本身也能够由于给予者的无知而推导出虚假;但二者与诡辩术不同,因为前者表明自己推导出了应答者论题的矛盾(因为它们不提问歧义、同音异义以及此类的问题),而诡辩家们即使有时推导出了矛盾,也不能表明对话者是否处于无知之中。因为当他们提问同音异义的问题以及屡次谈及的那些问题时,没有人知道他们是否推导出了对话者所设定事项的矛盾,或者当被提问的事项是歧义的、同音异义的或别的什么时,对话者究竟是否出于无知。
"Εἰ οὖν οἱ παραλογισμοὶ τῆς ἀντιφάσεως παρὰ τὸν φαινόμενον ἔλεγχόν εἰσιν." Εἰπὼν ὅτι παρ’ ὅσα εἰσὶν οἱ φαινόμενοι συλλογισμοί, παρὰ τοσαῦτα καὶ οἱ σοφιστικοί, δείκνυσιν ὅτι καὶ οἱ ψευδεῖς παρὰ τοσούτους γίνονται τρόπους παρ’ ὅσους οἱ φαινόμενοι καὶ οἱ σοφιστικοί. εἰ γὰρ ψευδὴς συλλογισμὸς ὁ παρὰ τὸν ἀληθινὸν συλλογισμόν ἐστι, δῆλον ὅτι ὅσα μόριά εἰσι τοῦ ἀληθινοῦ συλλογισμοῦ, παρὰ τοσαῦτα ἔσονται οἱ ψευδεῖς· τοῦ δὲ ἀληθινοῦ συλλογισμοῦ μόριά εἰσι τὸ τοῦ αὐτοῦ καὶ ἑνὸς πράγματος εἶναι καὶ πρὸς τὸ αὐτὸ καὶ κατὰ τὸ αὐτὸ καὶ ὅσα πολλάκις εἴρηται· ψευδὴς ἄρα ἔσται, ὅταν μὴ πρὸς τὸ αὐτὸ μηδὲ κατὰ τὸ αὐτὸ καὶ τὰ ὅμοια γίνηται. εἰπὼν δὲ ὅτι ὁ φαινόμενος παρὰ τὰ μόρια τοῦ ἀληθινοῦ γίνεται (ἐλλείψαντος γάρ τινος μορίου τῶν τοῦ ἀληθινοῦ συλλογισμοῦ σοφιστικὸς φανείη ἂν ἔλεγχος), συνίστησι τοῦτο διὰ τῆς ἐπαγωγῆς λέγων οἷον ὁ παρὰ τὸ μὴ συμβαῖνον διὰ τὸν λόγον, ὁ εἰς τὸ ἀδύνατον. τὸ δὲ λεγόμενόν ἐστι δυνάμει τοιοῦτον· ἐπεὶ συλλογισμός ἐστι λόγος συνάγων ἕτερόν τι τῶν κειμένων ἐκ τῶν κειμένων, ὁ τὸ μὴ αἴτιον ὡς αἴτιον τοῦ συνηγμένου ἀδυνάτου λαβὼν δῆλον ὅτι παρὰ τὸ μόριον τοῦ συλλογισμοῦ τὸ ψεῦδος συνήγαγεν. ἔστι δὲ τὸ κατάλληλον τῆς λέξεως τοιοῦτον· ὁ εἰς τὸ ἀδύνατον δοκῶν ἄγειν τὸν λόγον γίνεται παρὰ τὸ μὴ συμβαῖνον διὰ τὸν λόγον, ἤτοι παρὰ τὸ τὸ μὴ αἴτιον ὡς αἴτιον λαβεῖν.3 ὁμοίως δὲ καὶ ὁ τὰς δύο ἐρωτήσεις μίαν ποιῶν παρὰ τὸν ὁρισμὸν τῆς προτάσεως τὸ ψεῦδος συνάγει. καὶ ὁ ἀπὸ τοῦ συμβεβηκότος ψεῦδός τι συλλογιζόμενος παρὰ τὸ μόριον τοῦ ἀληθινοῦ συλλογισμοῦ τοῦτο συλλογίζεται· ἐκ τῶν καθ’ αὑτὰ γὰρ ὑπαρχόντων ὁ ἀληθὴς συλλογισμὸς ἀλλ’ οὐκ ἀπὸ συμβεβηκότων. ἀλλὰ μὴν καὶ ὁ παρὰ τὸ ἑπόμενον, ὅστις μόριόν ἐστι τοῦ παρὰ τὸ συμβεβηκός, ὡς δέδεικται, διὰ τὴν αὐτὴν αἰτίαν γίνεται.
“因此,如果矛盾的谬误推理依赖于表观的驳斥。” 他在说明了表观推论有多少种,诡辩推论也有多少种之后,指明了虚假的推论依循多少种样态产生,也恰恰与表观推论和诡辩推论所依循的样态数量相同。因为如果虚假推论是偏离真实推论的推论,显而易见,真实推论有多少个组成部分,虚假推论就会依循多少个组成部分产生;而真实推论的组成部分包括:关乎同一且唯一的事物、针对同一事物、在同一方面,以及屡次谈及的所有那些规定;因此,当它并非针对同一事物、亦非在同一方面以及诸如此类的情况发生时,[推论]就是虚假的。他在说明了表观推论是依循真实推论的各个组成部分产生的之后(因为当属于真实推论的某个组成部分有所欠缺时,就会显现出诡辩式的驳斥),通过归纳确立了这一点,他说:“例如依赖于并非由论证得出之结果的推论,即归谬法推论。”而实际上所说的内容具有这样的含义:既然推论是从设定好的前提中推导出不同于设定之前提的某种结论的论证,那么把结论中不可能之事物的非原因当作原因来接受的人,显然是违背推论的组成部分而推导出了虚假。而言辞适切的句法构造乃是这样的:看似将论证引向不可能的谬误,产生于依赖并非由论证得出之结果,也就是依赖于将非原因当作原因来接受。同样,将两个问题合并为一个问题的人,也是违背前提的定义而推导出了虚假。而从偶性推导出某种虚假的人,也是违背真实推论的组成部分而进行推导的;因为真实推论是由自身固有的属性出发的,而不是由偶性出发的。再者,依赖于后件的推论,正如已经指明的那样,它是依赖于偶性之推论的一部分,也是出于同样的原因产生的。
- 1.42παρ’ ὅσα γὰρ ἄν τῶν μὴ καλῶς ἠρωτημένων φανείη τοῖς ἀκροωμένοις ὡς καλῶς ἠρωτημένα, παρὰ τοσαῦτα ἂν καὶ τῷ ἀποκρινομένῳ δόξειε καλῶς ἠρωτῆσθαι
这是一个由关系副词短语 παρ’ ὅσα ἄν 与主句相关副词短语 παρὰ τοσαῦτα ἄν 构成的对应结构,两处均搭配 ἄν 与希求式(φανείη, δόξειε)以表达潜在可能。τῶν μὴ καλῶς ἠρωτημένων 是依附于 παρ’ ὅσα 的部分属格,意为“在那些未被恰当提问的事项中,凡是依循多少……”。
- 1.42ὃ γὰρ μὴ ἐρωτηθεὶς οἴεται δεδωκέναι, κἂν ἐρωτηθεὶς θείη, τουτέστιν ὅπερ ἐν τῇ οἰκείᾳ διανοίᾳ καλῶς ἠρωτῆσθαι ἐνόμισε καὶ ὡς ἀληθεῖ συνένευσε, κἂν ἠρωτήθη, ἐδεδώκει ἄν
注解者将亚里士多德的潜在表达(κἂν ἐρωτηθεὶς θείη,“即便被问也会承认”,搭配希求式)改述为过去的反事实假定(κἂν ἠρωτήθη, ἐδεδώκει ἄν,“即便当时被问,他也本会给予”)。这里的 κἄν 相当于 καὶ εἰ(“即便/即使”)。
- 1.43ὁ εἰς τὸ ἀδύνατον δοκῶν ἄγειν τὸν λόγον γίνεται παρὰ τὸ μὴ συμβαῖνον διὰ τὸν λόγον, ἤτοι παρὰ τὸ τὸ μὴ αἴτιον ὡς αἴτιον λαβεῖν
注解者在此梳理并重构了原文在句法上连贯一致(κατάλληλον)的骨架。主语是由分词短语构成的名词化表达 ὁ εἰς τὸ ἀδύνατον δοκῶν ἄγειν τὸν λόγον(“看似将论证引向不可能的谬误”),介词短语 παρὰ τὸ μὴ συμβαῖνον διὰ τὸν λόγον 表示其原因。在 ἤτοι 之后,παρὰ τὸ τὸ μὴ αἴτιον ὡς αἴτιον λαβεῖν 呈现出嵌套的冠词结构,即定冠词 τὸ 修饰不定式短语 λαβεῖν,其内部包含作为宾语的带冠词短语 τὸ μὴ αἴτιον。
