- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:70.10-71.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德169b18,解释了表观推论与诡辩推论的对应关系、不依据事物的验断推论之性质,以及辩证术与验断术能够揭示无知,而诡辩驳斥因歧义性而无法揭示无知的原因。
" Ἐπεὶ δ’ ἔχομεν παρ’ ὅσα γίνονται οἱ φαινόμενοι συλλογισμοί." Ἐπειδὴ φαινόμενος συλλογισμὸς καὶ σοφιστικὸς συλλογισμὸς ταὐτόν ἐστιν, ὡς ἐν ἀρχῇ τοῦ παρόντος βιβλίου δέδεικται, ἔχομεν δὲ παρ’ ὁπόσα οἱ φαινόμενοι συλλογισμοὶ γίνονται (ταῦτα δέ ἐστιν οἱ εἰρημένοι δεκατρεῖς τρόποι), δῆλον ὡς ἔχομεν καὶ παρ’ ὁπόσα γίνονται οἱ σοφιστικοὶ συλλογισμοί. παρ’ ὅσα γὰρ οἱ φαινόμενοι, παρὰ τοσαῦτα καὶ οἱ σοφιστικοί· παρὰ δὲ τοὺς εἰρημένους τρόπους οἱ φαινόμενοι· παρὰ τούτους ἄρα καὶ οἱ σοφιστικοί. τὸ δὲ παρ’ ὅσα γίνονται οἱ φαινόμενοι ἴσον ἐστὶ τῷ ‘δι’ ὅσα’· δι’ ὅσους γὰρ τρόπους καὶ δι’ ὅσας αἰτίας οἱ φαινόμενοι, διὰ τοσούτους οἱ σοφιστικοί. εἰπὼν δὲ ὅτι παρ’ ὅσα γίνονται οἱ φαινόμενοι, παρὰ τοσαῦτα καὶ οἱ σοφιστικοί, λέγει ὅτι οὐ μόνον τὸν φαινόμενον συλλογισμόν· οὗτος δέ ἐστιν ὁ μὴ τὸ σχῆμα ἔχων ὑγιές, ὡς καὶ ἐν ἀρχῇ τοῦ βιβλίου εἴρηται, οἷος ὁ ἐκ δύο καταφατικῶν ἐν δευτέρῳ σχήματι ἢ ὁ ἐκ δύο μερικῶν ἔν τινι τῶν σχημάτων πειρώμενός τι συνάγειν· οὐ μόνον οὖν φησι τὸν φαινόμενον συλλογισμὸν γίνεσθαι παρὰ τοὺς εἰρημένους τρόπους ἀλλὰ καὶ τὸν ὄντα μὲν φαινόμενον δὲ οἰκεῖον τοῦ πράγματος, μὴ ὄντα δὲ οἰκεῖον· τοῦτο γὰρ δεῖ προσυπακούειν.1 οὗτος δέ ἐστιν ὁ ὑγιῶς μὲν συλλογιζόμενος μὴ κατὰ τὸ πρᾶγμα δέ, ὅπερ οὐ τῆς σοφιστικῆς λέγει εἶναι ἀλλὰ τῆς πειραστικῆς· οἱ γὰρ πειραστικοὶ πρὸς ὠφέλειαν τοῦ προσποιουμένου τὸ πρᾶγμα εἰδέναι μὴ εἰδότος δὲ τοὺς λόγους ποιούμενοι ἐλέγχουσι μὲν τὸν ἀποκρινόμενον καὶ εἰς ἀντιφάσεις συνθλίβουσιν αὐτόν, ἀλλ’ οὐκ ἐκ τῶν οἰκείων τοῦ πράγματος περὶ οὗ τοὺς λόγους ποιοῦνται, ἀλλ’ ἔκ τινων δοκούντων μὲν οἰκείων εἶναι τοῦ πράγματος μὴ ὄντων δέ. διὰ τοῦτο γὰρ μὴ κατὰ τὸ πρᾶγμα ἐλέγχειν οἱ τοιοῦτοι λέγονται, ὅτι τὰς μὲν ἀρχὰς φυλάττουσι τοῦ πράγματος, παραλογίζονται δὲ τὸν ἀκροατὴν μεταξύ τι παρεντιθέντες, δι’ οὗ γίνεται ἡ παραγωγή· “τῷ γὰρ τὰ ἡμικύκλια γράφειν μὴ ὡς δεῖ”, ὡς ἐν τῷ πρώτῳ τῶν Τοπικῶν εἴρηται, “καὶ γραμμάς τινας ἄγειν μὴ ὡς ἂν ἀχθεῖεν ὁ παραλογισμὸς γίνεται”, καὶ δοκεῖ μὲν ἐκ τῶν οἰκείων τοῦ πράγματος εἶναι, οὐκ ἔστι δέ. εἶτα καὶ τὴν αἰτίαν τίθησι τοῦ πῶς ὁ πειραστικὸς δύναται ἐλέγχειν τὸν προσποιούμενον εἰδέναι καὶ μὴ εἰδότα λέγων ἔστι δὲ ἡ πειραστικὴ μέρος τῆς διαλεκτικῆς. εἰ οὖν ἡ πειραστικὴ μέρος ἐστὶ τῆς διαλεκτικῆς, αὐτὴ δὲ ἡ διαλεκτικὴ δύναται συλλογίζεσθαι ψεῦδος δι’ ἄγνοιαν τοῦ διδόντος, συλλογίζεται καὶ τὸ μέρος αὐτῆς τὸ τοιοῦτον. πῶς δέ ἐστιν ἡ πειραστικὴ μέρος τῆς διαλεκτικῆς, προϊὼν ἐρεῖ, καὶ ἡμεῖς τὰ δοκοῦντα ἐκεῖσε ἐροῦμεν. ἀλλ’ ὁ μὲν διαλεκτικὸς καὶ πειραστικὸς δῆλον ποιοῦσι τὸν ἀποκρινόμενον ὡς ἀγνοεῖ διὰ τὸ τὰ συμπεράσματα συνάγειν ἐκ τῶν δοκούντων καὶ συγκεχωρημένων τῷ ἀποκρινομένῳ· ἔχομεν δὲ τούτων πολλὴν ἀφθονίαν ἔν τε τῷ Πρωταγόρᾳ καὶ τῷ Γοργίᾳ καὶ τοῖς ἄλλοις διαλόγοις τοῦ Πλάτωνος, ἐν οἷς κατὰ τῶν σοφιστῶν ἀγωνίζεται. ὁ δὲ σοφιστικός, ἂν συλλογίζηται τὴν ἀντίφασιν, οὐ ποιεῖ δῆλον εἰ ἀγνοεῖ ὁ ἀποκρινόμενος· ὁμώνυμα γὰρ καὶ ἀμφίβολα καὶ οἷα πολλάκις εἴρηται τὰ ἐρωτήματα προφέροντος τίς οἶδε τῶν ἀκροωμένων, πρὸς τίνα τῶν ὑπὸ τούτων τῶν ἐρωτημάτων σημαινομένων ὁ μὲν ἐρωτᾷ, ὁ δὲ ἀποκρίνεται; κἂν γὰρ τύχῃ ὁ ἀκροατὴς εἰδὼς ὁσαχῶς τὸ ἐρώτημα λέγεται, ὅμως ἐμποδίζεται διακρῖναι εἰ ἐλήλεγκται ὁ ἀποκρινόμενος.2 ἐπὶ γὰρ τοῦ ‘ἆρ’ ἔστι σιγῶντα λέγειν;’ τίς οἶδε τῶν ἀκροωμένων περὶ τίνος τῶν σιγώντων ἥ τε ἐρώτησις καὶ ἀπόκρισις γέγονεν, ἵνα διακρίνῃ τὸν ἀποκρινόμενον εἰ ἀγνοεῖ ἢ μή; ὁμώνυμα γὰρ ἐρωτώντων τῶν σοφιστῶν καὶ ἀμφίβολα οὐδεὶς οἶδεν εἰ τὴν ἀντίφασιν συνάγουσι τοῦ τεθέντος παρὰ τοῦ προσδιαλεγομένου, ἢ ὅλως εἰ ἀγνοεῖ ὁ προσδιαλεγόμενος ἂν ἀμφίβολόν ἐστι τὸ ἠρωτημένον ἢ ὁμώνυμον ἢ μὴ καλῶς συντεθὲν ἢ διαιρεθέν. εἰ γάρ τις ἐρωτηθείη παρὰ σοφιστοῦ ‘ἆρά γε ὁ κύων καύματα ποιεῖ;’, ὁ δὲ εἴπῃ ‘οὔ’ διὰ τὸ τὸν χερσαῖον κύνα μὴ ποιεῖν καύματα, ἐμποδίζεται ὁ ἀκροατὴς ἐληλεγμένον ἔχειν τὸν ἀποφήσαντα·3 ὅσον γὰρ ἐπὶ τούτῳ, τῷ χερσαίῳ φημὶ κυνί, ἠλήθευκεν ὁ ἀποκρινόμενος καὶ οὐκ ἐλήλεγκται.
“既然我们已经掌握了表观推论依循多少种方式产生……” 由于表观推论与诡辩推论是同一回事,正如在本卷书的开头所指明的那样,而我们已经掌握了表观推论依循多少种方式产生(这些便是所说的十三种样态),显而易见,我们也掌握了诡辩推论依循多少种方式产生。因为表观推论依循多少种产生,诡辩推论也就依循多少种产生;而表观推论依循所说的这些样态产生;因此诡辩推论也依循这些产生。而“表观推论依循多少种产生”等同于“通过多少种”;因为表观推论通过多少种样态和多少种原因产生,诡辩推论也就通过多少种产生。他在说明了表观推论依循多少种产生,诡辩推论也就依循多少种产生之后,说不仅是表观推论——这指的是格不健全的推论,正如在本书开头也已经说过的,例如第二格中由两个肯定命题组成的推论,或者在某个格中试图从两个特称命题推导出某种结论的推论——因此他说,不仅表观推论依循所说的这些样态产生,而且那些确实是[推论]但看起来切合于事物本身而实际上并不切合的推论亦是如此;因为必须在思想中补充这一点。而这指的是健全地进行推论但不依据事物本身的推论,他说这不属于诡辩术,而属于验断术。因为验断论者为了那个假装懂得事物但并不懂得的人的益处而展开论述,他们驳斥应答者并将其逼入矛盾,但并非从他们展开论述所针对的事物的本性特征出发,而是从某些看似切合事物但实际上并不切合的事物出发。正是由于这个原因,这样的人才被称为不依据事物进行驳斥:因为他们保留了事物的原初原理,却通过在中间插入某种东西来欺骗听众,从而产生误导;“因为由于没有按照应当的方式画半圆”,正如在《论题篇》第一卷中所说,“并且没有按照本可以引出的方式引出某些线,便产生了谬误推理”,并且它看似源于事物本有的特征,其实不然。接着他也提出了验断论者何以能够驳斥那个假装懂得而并不懂得的人的原因,他说:“验断术是辩证术的一部分。”如果验断术是辩证术的一部分,而辩证术本身能够由于给予者的无知而推导出虚假,那么辩证术的这一部分也同样如此推导。至于验断术如何是辩证术的一部分,他在后文将会阐明,我们在那里也会陈述相应的看法。但是,辩证家和验断论者通过从应答者所认可和同意的事项中推导出结论,使应答者的无知显露出来;我们在柏拉图的《普罗泰戈拉篇》、《高尔吉亚篇》以及他与诡辩家们争辩的其他对话篇中,有大量关于这些的实例。相反,诡辩论者即使推导出了矛盾,也不能使应答者是否无知显露出来。因为当他提出同音异义或歧义的提问,以及那些屡次谈及的这类提问时,听众中又有谁知道,在这些提问所表示的含义中,究竟针对哪一个,提问者在问,而应答者在答呢?因为即使听众碰巧知道该提问有多少种说法,他也同样受阻而无法辨别应答者是否已被驳斥。例如在“沉默者有可能说话吗?”这一问题上,听众中又有谁知道提问和应答究竟是关于哪一种沉默者进行的,以便能够辨别应答者是否无知呢?因为当诡辩家们提出同音异义和歧义的问题时,没有人知道他们是否推导出了对话者所设定事项的矛盾,或者当被问的事项是歧义的、同音异义的、或是结合与分离不当时,对话者究竟是否无知。因为如果某人被诡辩家提问:“狗会引起酷暑吗?”,而他由于陆地上的狗不引起酷暑而回答“否”,听众便受阻而无法将做出否定回答的人视为已被驳斥;因为就这一点而言,我指的是陆地上的狗,应答者说的是真话,并没有被驳斥。
- 1.41ἀλλὰ καὶ τὸν ὄντα μὲν φαινόμενον δὲ οἰκεῖον τοῦ πράγματος, μὴ ὄντα δὲ οἰκεῖον· τοῦτο γὰρ δεῖ προσυπακούειν.
在 τὸν ὄντα 之后承接前文省略了 συλλογισμόν,与后面的对仗结构 φαινόμενον δὲ οἰκεῖον τοῦ πράγματος, μὴ ὄντα δὲ οἰκεῖον(“虽确为[推论],但看似切合事物本身而实际上并不切合”)相连。正如注释者通过 τοῦτο γὰρ δεῖ προσυπακούειν 明确指出的那样,此处指示了对亚里士多德原文中省略成分的意会与补充。
- 1.41κἂν γὰρ τύχῃ ὁ ἀκροατὴς εἰδὼς ὁσαχῶς τὸ ἐρώτημα λέγεται, ὅμως ἐμποδίζεται διακρῖναι εἰ ἐλήλεγκται ὁ ἀποκρινόμενος.
由 κἄν(καὶ ἐάν)引导的让步从句,其后接虚拟语气 τύχῃ 及补充说明的分词 εἰδώς(“即使听众碰巧知道”)。主句由 ὅμως ἐμποδίζεται 支配不定式 διακρῖναι,后者带有由 εἰ ἐλήλεγκται 引导的间接疑问从句作为宾语。
- 1.41ἐμποδίζεται ὁ ἀκροατὴς ἐληλεγμένον ἔχειν τὸν ἀποφήσαντα
被动态动词 ἐμποδίζεται 支配不定式短语 ἐληλεγμένον ἔχειν。动词 ἔχειν 与完成时被动分词 ἐληλεγμένον 相结合,不仅构成迂回完成体,更表示“将[做出否定的人]视作/把握为已被驳斥的状态”,以宾格 τὸν ἀποφήσαντα 为其对象。
