← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§69.4-70.9

语言之外谬误导致欺骗的原因

作者阐明亚里士多德在《辩谬篇》第7章(169b3–17)中所论述的依循语言之外的谬误推理(偶性、后件、某方面与断然、言述欠缺、预期理由、复合问题)中欺骗产生的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.40

" Τῶν δὲ παρὰ τὸ συμβεβηκὸς διὰ τὸ μὴ δύνασθαι." Εἰπὼν περὶ τῶν παρὰ τὴν λέξιν παραλογισμῶν καὶ τὰς αἰτίας παραθέμενος, καθ’ ἃς ἀπατώμεθα ἐν ἑνὶ ἑκάστῳ τῶν ἕξ, νῦν καὶ περὶ τῶν ἐκτὸς τῆς λέξεως ἑπτὰ παραλογισμῶν, πῶς συμβαίνει ἡμᾶς καὶ ἀπὸ τούτων ἀπατᾶσθαι, διέξεισι. καὶ φησὶν αἰτίαν περὶ τῶν παρὰ τὸ συμβεβηκὸς παραλογισμῶν τὸ μὴ δύνασθαι διακρίνειν τὸ ταὐτὸν καὶ τὸ ἕτερον καὶ ἓν καὶ πολλά. καὶ εἴρηται περὶ τούτων ἐν τῷ πρώτῳ τρόπῳ τῶν ἐκτὸς τῆς λέξεως (ἐκεῖνος γὰρ ἦν ὁ παρὰ τὸ συμβεβηκός), ὅπως τὸ ἕτερον ὡς ταὐτὸν καὶ τὰ πολλὰ ὡς ἓν συνάγειν ἐπειρῶντο οἱ σοφισταί, καὶ οὐ δεῖ πάλιν τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγειν. τὸ δὲ μηδὲ τοῖς ποίοις τῶν κατηγορημάτων πάντα ταὐτὰ καὶ τῷ πράγματι συμβέβηκεν1 ἴσον ἐστὶ τῷ ‘ποίοις τῶν κατηγορουμένων πάντα ταὐτὰ καὶ τοῖς ὑποκειμένοις συμβέβηκεν’, ὡς εἶναι τοιοῦτον τὸ λεγόμενον· ἐν τοῖς παρὰ τὸ συμβεβηκὸς παραλογισμοῖς γίνεται ἡ ἀπάτη παρὰ τὸ μὴ δύνασθαι διαιρεῖν τὸ ταὐτὸν καὶ τὸ ἕτερον καὶ ἓν καὶ πολλὰ καὶ παρὰ τὸ μὴ δύνασθαι διακρίνειν ποίοις τῶν κατηγορουμένων πάντα, ὅσα κατ’ αὐτῶν λέγεται, δύναται καὶ κατὰ τῶν ὑποκειμένων λέγεσθαι. ἐπεὶ δέ, ὡς δέδεικται, μέρη εἰσὶ τῶν παρὰ τὸ συμβεβηκὸς οἱ παρὰ τὸ ἑπόμενον, ὁμοίως ἔχει καὶ ἐπὶ τῶν παρὰ τὸ ἑπόμενον παραλογισμῶν· ὡς γὰρ ἐν τοῖς παρὰ τὸ συμβεβηκὸς ἀπατώμεθα, οὕτω καὶ ἐν τοῖς παρὰ τὸ ἑπόμενον. τὸ δὲ ἔτι καὶ ἐπὶ πολλῶν φαίνεται καὶ ἀξιοῦται οὕτως δυνάμει τοιοῦτόν ἐστιν· ἐπεὶ γὰρ ἐπὶ τινῶν ἀντιστρέφει τὰ ὑποκείμενα πρὸς τὰ ἑπόμενα, ὡς ὁ ἄνθρωπος πρὸς τὸ γελαστικὸν καὶ ὁ ἵππος πρὸς τὸ χρεμετιστικόν, καὶ ἐπὶ ἄλλων πολλῶν τοῦτο ἀξιοῦται, ἵνα, εἰ ἕπεται τὸ λευκὸν τῇ χιόνι, ἀντιστρέψῃ καὶ ἡ χιὼν πρὸς τὸ λευκόν, καὶ εἰ τὸ ξανθὸν τῷ μέλιτι, καὶ τὸ μέλι πρὸς τὸ ξανθόν, καὶ εἰ τὸ γεγονὸς ἀρχὴν ἔχει, καὶ τὸ ἀρχὴν ἔχον γεγονέναι. ἐπὶ δὲ τῶν παρὰ τὴν ἔλλειψιν τοῦ λόγου καὶ ἐν τοῖς παρὰ τὸ πῇ καὶ ἁπλῶς παραλογισμοῖς ἡ ἀπάτη γίνεται διὰ τὸ νομίζειν μηδὲν διαφέρειν ἁπλῶς τι συγχωρεῖν ἢ πῇ. ὡς γὰρ οἰόμενοι μηδέν τι πλέον σημαίνειν τοῦ πῇ τὸ ἁπλῶς δίδομεν καὶ ἀπατώμεθα, ὡς ἐπὶ τοῦδε δῆλον· ἆρά γε τὸ ἀποβαλεῖν, ὅπερ ἔχει τις, οὐ κακόν ἐστιν; ἀλλὰ μὴν ἔχει τις νόσον· τὸ ἀποβαλεῖν ἄρα νόσον κακόν ἐστιν. ἡ ἀπάτη ἐνταῦθα γέγονε παρὰ τὸ πῇ· οὐ γάρ, εἰ κακόν ἐστι τὸ ἀποβαλεῖν τινα ὧν ἔχει τις, καὶ ἁπλῶς ἐστι κακόν. ἀλλὰ καὶ ἐπὶ τῶν τὸ ἐν ἀρχῇ αἰτούντων καὶ τῶν τὰ πλείω ἐρωτήματα ἓν ποιούντων ἡ ἀπάτη γίνεται διὰ τὸ παρὰ μικρόν·2 οὐ γὰρ ἐξακριβούμεθα τὸν τῆς προτάσεως λόγον λέγοντα πρότασιν εἶναι τὴν ἓν καθ’ ἑνὸς ἔχουσαν, οὔτε τὸν τοῦ συλλογισμοῦ ὅρον τὸν λέγοντα ἕτερόν τι δεῖν τῶν κειμένων συνάγεσθαι, κἀντεῦθεν ἀπατώμεθα. οὐκ ἐξακριβούμεθα δὲ ταῦτα διὰ τὴν εἰρημένην αἰτίαν, ἥτις ἐστὶ τὸ παρὰ μικρόν. ἢ εἰ θέλεις, νόησον εἰρημένην αἰτίαν καὶ τὸ μὴ εἰδέναι τὸν τῆς προτάσεως λόγον καὶ τοῦ συλλογισμοῦ.

“在依循偶性的谬误中,由于不能够……” 在论述了依循语言的谬误推理并列举了我们在那六种中的每一种中受骗的原因之后,现在他也详细论述语言之外的七种谬误推理,说明我们如何也会由于这些而受骗。他说,关于依循偶性的谬误推理,其原因在于不能够区分同一与差异、一与多。关于这些,在语言之外的第一种样态中(因为那正是依循偶性的样态)已经谈过,诡辩家们是如何试图将不同的事物推导为同一的,将多数的事物推导为一的,因而无需关于同样的事情再次重复同样的话。而“也[不能区分]对于何种述项而言,所有同样的事物也偶合于事物本身”这一句等同于“对于何种被述说的事物而言,所有同样的事物也偶合于底层物”,以至于所说的内容具有如下性质:在依循偶性的谬误推理中,欺骗源于不能够划分同一与差异、一与多,并且源于不能够区分在被述说的事物中,凡是就它们而说的一切事物,究竟对于其中的何者也能就底层物而说。既然正如已被指明的那样,依循后件的谬误是依循偶性的谬误的一部分,那么在依循后件的谬误推理中也是同样的情况;因为正如我们在依循偶性的谬误中受骗一样,我们在依循后件的谬误中也是如此。而“此外在许多情况下看起来也是如此,并且人们如此要求”这句话潜在地具有如下含义:因为既然在某些情况下底层物与其后件能够换位,例如人与能发笑者、马与能嘶鸣者,那么在许多其他情况下这也同样被要求,以至于如果白色随伴着雪,雪也与白色换位,如果黄褐色随伴着蜂蜜,蜂蜜也与黄褐色换位,如果生成之物具有开端,具有开端之物也已经生成。然而,在依循言述欠缺的谬误中,以及在依循就某一方面而言与断然而言的谬误推理中,欺骗之所以产生,是由于认为断然同意某事与就某一方面同意某事毫无分别。因为我们以为断然而言并不比就某一方面而言多表示任何东西,便加以赞同从而受骗,正如在这一例证中显而易见的那样:“失去自己所拥有的东西难道不是一件坏事吗?但是某人确实患有疾病;因此失去疾病是一件坏事。”这里的欺骗是依循就某一方面而言而产生的;因为即使某人失去自己所拥有的某些东西是一件坏事,并不因此断然也是一件坏事。此外,在那些乞求原初论点[预期理由]的人以及将多个问题合而为一[复合问题]的人那里,欺骗是依循微小的差异而产生的;因为我们没有精确把握说明前提是‘一物对一物有所陈述’的前提定义,也没有精确把握说明必须推导出‘不同于所设定之物的某物’的推论定义,从而由此受骗。而我们未能精确把握这些,正是由于所说的原因,即微小的差异。或者如果你愿意,也可以将不知道前提与推论的定义理解为所说的原因。

语法注2 条
  1. 1.40τὸ δὲ μηδὲ τοῖς ποίοις τῶν κατηγορημάτων πάντα ταὐτὰ καὶ τῷ πράγματι συμβέβηκεν

    引自亚里士多德原文(169b4–6),在句法上充当依附于前文“不能够区分”(τὸ μὴ δύνασθαι διακρίνειν)的间接疑问句,意为“[也不能区分]对于何种述项而言,所有同样的事物也偶合于事物”。亚历山大通过将“事物”(τῷ πράγματι)替换解释为“底层物”(τοῖς ὑποκειμένοις)、将“述项”(κατηγορήματα)替换解释为“被述说的事物”(κατηγορούμενα)来澄清其句法关系。

  2. 1.40τὸ παρὰ μικρόν

    副词短语 παρὰ μικρόν(“微小地”、“差一点”)与中性定冠词 τό 结合而被名词化,表示“微小的差异”或“难以察觉的细微区别”,充当说明欺骗发生原因的主语或原因结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:69.4-70.9