- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:5.27-7.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者界定了诡辩、真正的反驳、表象的反驳、伪反驳以及谬误推论,并通过具体例证逐一阐明亚里士多德关于反驳的定义诸要件(事物同一、排除同义、避免乞题,以及在同一方面、关系、方式与时间)。随后探讨了题名中“智者的反驳”与“表象的反驳”之间的并列关系及其概念差异。
ἀλλ’ ἀναγκαῖόν ἐστιν εἰπεῖν τί τέ ἐστι σόφισμα καὶ τί ἀληθὴς ἔλεγχος καὶ τί φαινόμενος ἔλεγχος καὶ τί παρεξέλεγχος καὶ τί παραλογισμός. σόφισμα μὲν οὖν ἐστι, καθὼς καὶ αὐτὸς ἐν τοῖς Τοπικοῖς φησι, ταὐτὸν τῷ ἐριστικῷ συλλογισμῷ. οἷον ἆρα ἔστι σιγῶντα λέγειν;1 οὔ φησιν ὁ ἀποκρινόμενος· τί δέ, ὅταν ξύλα καὶ λίθους λέγῃς, ἆρ’ οὐ σιγῶντα λέγεις; ἰδοὺ γοῦν ἐνταῦθα παρὰ τὴν ἀμφιβολίαν τὸ σόφισμα γέγονεν. ἔλεγχος δέ ἐστιν ἀληθὴς “ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνός,2 μὴ ὀνόματος ἀλλὰ πράγματος, καὶ ὀνόματος μὴ συνωνύμου ἀλλὰ τοῦ αὐτοῦ, ἐκ τῶν δοθέντων ἐξ ἀνάγκης, μὴ συναριθμουμένου τοῦ ἐν ἀρχῇ, κατὰ ταὐτὸ καὶ πρὸς ταὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ”. εἰ γὰρ ἐρωτήσει τις ‘ἆρά γε ὁ κύων ζῷόν ἐστιν;’ εἶτα καταφήσομεν καὶ ἐπαγάγοι ὁ ἐρωτῶν ὅτι ὁ τὰ καύματα ποιῶν οὐκ ἔστι ζῷον, οὐκ ἂν ἐλέγχοι διὰ τὸ μὴ πρὸς τὸ αὐτὸ πρᾶγμα ποιήσασθαι τὸν ἔλεγχον. ἐπειδὴ δὲ πολλάκις καὶ ἀπὸ συνωνύμων ἀπάτη γίνεται, οἷον ὡς ὅταν ἐρωτήσῃ τις ‘ἆρά γε ζῷον περιπατεῖ;’, εἶτα καταφήσει ὁ ἀποκρινόμενος καὶ ὁ σοφιστὴς ἐπαγάγῃ ὅτι ἔστι τι καὶ ἠρεμοῦν, διὰ τοῦτο ἐπήγαγεν ὅτι “καὶ ὀνόματος μὴ συνωνύμου.” ἀλλὰ μηδὲ τὸ ἐν ἀρχῇ συναριθμεῖσθαι. τί δὲ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι, εἴρηκεν ἐν τῷ δευτέρῳ τῶν Προτέρων. ὀφείλει δὲ ὁ ἔλεγχος καὶ “κατὰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτὸ” εἶναι. εἰ γὰρ μήτε ὁμώνυμον μήτε συνώνυμον εἴη τὸ ἠρωτημένον μήτε τὸ ἐν ἀρχῇ ληφθῇ, κατ’ ἄλλο δὲ καὶ ἄλλο μέρος λέγοιμέν τι τῷ αὐτῷ ὑπάρχειν καὶ μὴ ὑπάρχειν, οὐκ ἂν ἐλέγχοιμεν. οἷον ἆρά γε ὁ Αἰθίοψ μέλας; ναί· ἀλλὰ μὴν τοὺς ὀδόντας οὐ μέλας, ὥστε ὁ αὐτὸς καὶ μέλας καὶ οὐ μέλας. ἀλλ’ οὐ κατὰ τὸ αὐτὸ ὁ ἔλεγχος γέγονε. καὶ εἰ μὴ πρὸς τὸ αὐτὸ εἴη, οὐδὲ οὕτως ἔσται κυρίως ἔλεγχος. οἷον εἴ τις εἴπῃ τὰ δέκα διπλασίονα εἶναι καὶ μή· οὐ γὰρ πρὸς τὸ αὐτὸ λέγονται ἀλλὰ πρὸς ἄλλο καὶ ἄλλο. ἔστω δὲ καὶ “ὡσαύτως” λεγόμενον, ὅπερ ἐστὶ δηλωτικὸν τοῦ δυνάμει ἢ ἐνεργείᾳ. οἷον ἆρά γε ὁ κοιμώμενος ὄψιν ἔχει; ναί, φησί· τί δέ, ὁ ὄψιν ἔχων οὐχ ὁρᾷ; ναί· ὁ κοιμώμενος ἄρα ὁρᾷ· οὐκ ἐλέγχει γὰρ οὗτος ὁ λόγος τὸν λέγοντα μὴ ὁρᾶν τὸν κοιμώμενον, διότι ὁ λέγων ‘ὁ ὄψιν ἔχων ὁρᾷ’ σημαίνει καὶ τὸν ἔχοντα καὶ μὴ ἐνεργοῦντα δυνάμενον δὲ ἐνεργεῖν καὶ τὸν ἤδη ἐνεργοῦντα. “καὶ ἐν τῷ αὐτῷ χρόνῳ”. οἷον ἆρά γε οἱ ἄνθρωποι ἀγαθοί; ἀλλὰ μὴν ἐπὶ τοῦ σιδηροῦ γένους οὐκ ἀγαθοί. ἀλλὰ τὸ τοιοῦτον οὐκ ἂν εἴη ἔλεγχος ἀληθὴς μὴ ἐπὶ τοῦ αὐτοῦ χρόνου συλλογισάμενος.3 ὅταν οὖν μὴ κατὰ τὸν διορισμὸν τούτου τοῦ ἐλέγχου, λέγω δὴ τοῦ ἀληθοῦς, ἐλέγχῃ τις τὸν προσδιαλεγόμενον ἀλλ’ ἢ καθ’ ὁμωνυμίαν ἢ κατά τινα τῶν σοφιστικῶν τρόπων, τηνικαῦτα ἐλέγχοι ἂν οὐκ ἀληθῶς ἀλλὰ σοφιστικῶς. καὶ τὸν τοιοῦτον ἔλεγχον οὐδ’ ἔλεγχον ὀνομάζει ὁ Ἀριστοτέλης ἀλλὰ φαινόμενον ἔλεγχον καὶ παρεξέλεγχον ὡς ἔξω ὄντα τοῦ κυρίως καὶ ἀληθοῦς ἐλέγχου, περὶ οὗ καὶ αὐτὸς ὁ Ἀριστοτέλης ἐρεῖ μετὰ μικρόν. παραλογισμὸς δέ ἐστιν ἡ γινομένη ἀπάτη ἢ διὰ τὴν ὕλην ἢ διὰ τὸ εἶδος τοῦ συλλογισμοῦ. ὡς ἐπὶ τὸ πολὺ δὲ ἐσημειωσάμεθα τὸν Ἀριστοτέλην παραλογισμὸν ὀνομάζοντα τὸν μὴ ὑγιῶς ἔχοντα κατὰ τὸ σχῆμα συλλογισμόν. Περὶ δὲ τῶν σοφιστικῶν ἐλέγχων. τινὲς τῶν ἐξηγησαμένων ἐνταῦθα ἐκ παραλλήλου, ὡς ἔφαμεν, τεθεῖσθαί φασι τῶν σοφιστικῶν ἐλέγχων καὶ τῶν φαινομένων ὡς πάντων τῶν σοφιστικῶν οὐκ ὄντων κυρίως ἐλέγχων ἀλλὰ φαινομένων. εἴη δ’ ἄν τις καὶ διαφορὰ σοφιστικοῦ ἐλέγχου καὶ φαινομένου ἐλέγχου· σοφιστικὸν μὲν γὰρ ἔλεγχον ἐρεῖς τὸν τὴν ὕλην ἔχοντα ψευδῆ καὶ ἀπὸ φαινομένων ἐνδόξων ἐπιχειροῦντα τὸ δὲ σχῆμα ὑγιὲς ἔχοντα, φαινόμενον δὲ ἔλεγχον καὶ παραλογισμὸν τὸν κατὰ τὸ συλλογιστικὸν εἶδος ἐσφαλμένον τῆς ὕλης ὅπως δήποτε ἐχούσης, ἐπειδὴ προειρήκαμεν ὅτι ὁ παραλογισμὸς κυρίως τῷ Ἀριστοτέλει ἐπὶ τῶν μὴ καλῶς ἐχόντων κατὰ τὸ σχῆμα εἴληπται.
然而,有必要说明何为诡辩,何为真正的反驳,何为表象的反驳,何为伪反驳,以及何为谬误推论。诡辩正如他本人在《论题篇》中所言,与争辩推论是同一的。例如:“沉默者说话[或:说出沉默的事物]是可能的吗?”应答者说:“不可能。”“那么,当你谈论木头和石头时,你不是在说出沉默的事物吗?”看啊,正是在这里,由于歧义而产生了诡辩。另一方面,真正的反驳是“针对同一且单一事物的矛盾,不是针对名称而是针对实在事物,且不是针对同义的名称而是针对同一的名称,从被给予的前提中必然得出,未将初始论点[开端之物]计算在内,在同一方面、相对于同一事物、以同样的方式并且在同一时间发生。”因为若有人发问:“狗是动物吗?”,随后我们予以肯定,而提问者补充说导致酷热者[天狼星]不是动物,他并未构成反驳,因为他并未针对同一实在事物进行反驳。又因为欺骗也常常由于同义词而产生——正如有人发问:“动物在行走吗?”,随后应答者予以肯定,而智者补充说也有某种静止之物——正因如此,他补充了“且不是针对同义的名称”。此外,初始论点亦不可被计算在内。至于何为乞求初始论点,他在《前分析篇》第二卷中已有说明。反驳还必须“在同一方面且相对于同一事物”。因为即使所问之物既非同名异义亦非同义,初始论点亦未被假定,但若我们在不同的部分上说某事物属于且不属于同一对象,我们便未构成反驳。例如:“埃塞俄比亚人是黑色的吗?”“是的。”“然而就牙齿而言并非黑色,因此同一个人既是黑色又不是黑色。”但这一反驳并未在同一方面发生。若非相对于同一事物,同样也不会构成严格意义上的反驳。例如,若有人说十是两倍且不是[两倍];因为它们并非相对于同一事物而言,而是相对于不同的事物而言。还应当加上“以同样的方式”,这是对潜在还是现实的指示。例如:“睡眠者具有视力吗?”他说:“是的。”“那么,具有视力者难道不看吗?”“看。” “因此睡眠者在看。”因为这一论辩并未反驳说睡眠者不看的人,原因在于说“具有视力者在看”的人既指具有视力且未运用、但能够运用的人,亦指已经在运用视力的人。“并且在同一时间”。例如:“人类是善的吗?然而在铁的时代他们不是善的。”但这样的推论由于未就同一时间进行推论,因而不是真正的反驳。因此,当某人并非按照这种反驳(我指的是真正的反驳)的规定来反驳对话者,而是按照同名异义或按照智者式的某种方式进行反驳时,彼时他的反驳不是真实的,而是智者式的。这样的反驳,亚里士多德甚至不称之为反驳,而是称之为表象的反驳和伪反驳,因其处于严格且真正的反驳之外,关于这一点亚里士多德本人稍后亦将论述。谬误推论则是由于推论的质料或形式而产生的欺骗。然而我们指出,亚里士多德大体上是将那些在格[形式]上不健全的推论称为谬误推论。“论智者的反驳。”正如我们所说,某些注疏家认为,“智者的反驳”与“表象的反驳”在此处是并列置之的,因为一切智者的反驳都不是严格意义上的反驳,而是表象的反驳。然而在智者的反驳与表象的反驳之间也可以有某种区别:因为你会把那种质料为假、从表象的通行见解出发进行论证而格健全的反驳称为智者的反驳,而把不论质料如何、在推论形式上有误的反驳称为表象的反驳和谬误推论,既然我们此前已说过,对于亚里士多德而言,谬误推论在严格意义上乃是针对那些在格上不妥当的推论而言的。
- 1.1ἆρα ἔστι σιγῶντα λέγειν;
宾格分词 σιγῶντα 构成了句法上的两可歧义(ἀμφιβολία),它既可作不定式 λέγειν 的逻辑主语(“沉默之人说话”),亦可作其宾语(“谈论沉默的事物”)。提问者首先在主语意义上诱使对方承认不可能,随后通过转为宾语意义(如谈论无声的木石)来制造诡辩反驳。
- 1.1ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνός
接在名词 ἀντίφασις 之后的属格 τοῦ αὐτοῦ καὶ ἑνός 为宾格性属格(客体属格),意为“关于同一且单一事物的矛盾”。紧随其后的 μὴ ὀνόματος ἀλλὰ πράγματος 亦在语法上与此属格结构并列,规定矛盾必须落实在实际指称的对象上而非停留在名称层面。
- 1.1μὴ ἐπὶ τοῦ αὐτοῦ χρόνου συλλογισάμενος
阳性主格单数分词 συλλογισάμενος 未在语法上与中性主语 τὸ τοιοῦτον 一致,而是受阳性谓语名词 ἔλεγχος 吸引(或依意义与隐含的 λόγος/συλλογισμός 一致)。该分词引导因果分句,说明此类论辩之所以不是真正的反驳,是因为它未针对同一时间进行推论。
