← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§67.12-69.3

表达形式的谬误与普遍与个别的混淆

基于亚里士多德《诡辩篇驳斥》第7章(169a33),作者分析了依循表达形式的谬误推理如何因普遍者与个别者共享单数名词而产生欺骗,并阐明了这种欺骗源于对语词的执着以及与他人共同考察的缘由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.39

" Μάλιστα δὲ ἐπίσταται συνεπινεύειν.1" Περὶ τοῦ παρὰ τὸ σχῆμα τῆς λέξεως συμβαίνοντος παραλογισμοῦ τὸν λόγον ποιησάμενος καὶ εἰπὼν ὅτι ἐπὶ τῶν δι’ αὐτοῦ γινομένων παραλογισμῶν τὸ αἴτιόν ἐστι τῆς ἀπάτης τὸ δυσκολαίνειν ἡμᾶς περὶ τὴν διαίρεσιν τῶν ποῖα μὲν ὡσαύτως καὶ ποῖα ὡς ἑτέρως λέγεται, ἔτι περὶ τοῦ αὐτοῦ τούτου διέξεισι. καὶ φησὶν ὅτι μάλιστα δὲ συμβαίνει ἡμᾶς ἀπατᾶσθαι διὰ τὸ οἴεσθαι διὰ τὴν ὁμοιοσχημοσύνην ταὐτὸν εἶναι τόν τε καθόλου ἄνθρωπον καὶ τὸν μερικὸν τὸν Σωκράτην· ἐπεὶ γὰρ κἀκεῖνος ὁ καθόλου ἄνθρωπος λέγεται καὶ οὗτος ὁ μερικὸς ἄνθρωπος, ἀπατώμεθα διὰ τὸ τῆς λέξεως ὁμοιόσχημον. μάλιστα δέ, φησί, δύναται συμπείθειν. ἢ οὕτως· μάλιστα δὲ δύναται πείθειν εἰς τὸ συνεπινεύειν καὶ ὁμολογεῖν τὰς τῶν σοφιστῶν προτάσεις, ὃ πάλιν ταὐτόν ἐστι τῷ μάλιστα δὲ ἀπατᾶσθαι συμβαίνει ἡμᾶς διὰ τὸ νομίζειν ὅτι πᾶν τὸ κατηγορούμενόν τινος τόδε τί ἐστι καὶ ἓν καὶ ταὐτόν ἐστι τῷ ὑποκειμένῳ. γίνεται δὲ τοῦτο διὰ τὸ ἐν ὁμοίῳ σχήματι τῷ ἄνθρωπος τῷ ἑνικῷ ἀμφότερα, τὸ κατηγορούμενον καὶ τὸ ὑποκείμενον, σημαίνεσθαι. τοῦτο δὲ οὐκ ἔστιν ἀληθές· ὡς γὰρ ἐν ταῖς Κατηγορίαις εἴρηται, τῷ μὲν ἑνὶ καὶ τῇ πρώτῃ οὐσίᾳ τὸ τόδε τι ἁρμόττει· “ἄτομον γὰρ καὶ ἓν ἀριθμῷ τὸ δηλούμενόν ἐστιν· ἐπὶ δὲ τῶν δευτέρων οὐσιῶν φαίνεται μὲν ὅσον τῷ σχήματι τῆς προσηγορίας ὅτι τόδε τι σημαίνει, ὅταν εἴπῃ ἄνθρωπον”. πόθεν οὖν γίνεται ἡ ἀπάτη; ἢ ὡς καὶ ἄνωθεν εἴρηται, διὰ τὸ ἀνώμαλον τῆς συνηθείας, ἥτις καὶ τὰ ἀνόμοια πράγματα ὁμοίοις σχήμασι λέξεων εἴωθε πολλάκις σημαίνειν· καὶ γὰρ ὅταν εἴπῃ τις ἄνθρωπον, πιθανὴν φαντασίαν ἐμποιεῖ, ὡς ἄρα ὁ ἄνθρωπος ὅμοιός ἐστι τῷ Σωκράτει καὶ εἷς ἀριθμῷ, ἐπειδὴ εἴδει ἐστὶν εἷς. τὸ δὲ τῷ γὰρ ἑνὶ καὶ τῇ οὐσίᾳ μάλιστα δοκεῖ παρέπεσθαι τὸ τόδε τι ἓν καὶ οὐσίαν τὰς ἀτόμους λέγει οὐσίας, οἷον Σωκράτην, Πλάτωνα καὶ τὰς τοιαύτας. ὡς οὖν ἐπὶ τούτων διὰ τὸ ὁμοίῳ σχήματι τῆς προσηγορίας σημαίνεσθαι τῷ ἑνικῷ (καὶ γὰρ καὶ ὁ Σωκράτης ἄνθρωπος, καὶ ὁ ἄνθρωπος ὁμοίως ἄνθρωπος, ἀλλ’ οὐκ ἄνθρωποι πληθυντικῶς), ὡς οὖν ἐπὶ τούτων διὰ τὸ ἐν ὁμοίῳ σχήματι σημαίνεσθαι φαντασίαν ἐμποιεῖ ὅτι ὁ καθόλου ἄνθρωπος ὅμοιός ἐστι τῷ Σωκράτει καὶ εἷς ἀριθμῷ, οὕτως καὶ ἐπὶ τῶν ἄλλων συμβαίνει γίνεσθαι τῶν παρὰ τὴν ὁμοιότητα τῆς λέξεως γινομένων παραλογισμῶν. οἶμαι δὲ μὴ ἐπὶ πάντων ἁπλῶς τῶν παρὰ τὴν ὁμοιότητα τῆς λέξεως εἰπεῖν τοῦτο, ἀλλ’ ἐπ’ ἐκείνων μόνων ἐφ’ ὧν διὰ τὴν ὁμοιότητα τὰς καθόλου οὐσίας τὰς αὐτὰς εἶναι τῷ ἀριθμῷ ταῖς μερικαῖς συνάγειν πειρῶνται. διὰ τοῦτο γὰρ εἶπε διὸ καὶ τῶν παρὰ τὴν λέξιν οὗτος ὁ τρόπος θετέος, ὡς εἰ ἔλεγεν ‘οὐ μόνον τοὺς ἤδη ῥηθέντας ἀλλὰ καὶ τοὺς τὰ καθόλου τοῖς μερικοῖς τὰ αὐτὰ συνάγοντας διὰ τὴν τῆς λέξεως ὁμοιότητα ταῖς παρὰ τὴν λέξιν ἀπάταις συντακτέον’. εἰπὼν δὲ ὅτι καὶ τοῦτον τὸν τρόπον ἐν τοῖς παρὰ τὴν λέξιν θετέον, αἰτίας τούτου δύο ἐπήγαγε, μίαν μὲν λέγων ὅτι μᾶλλον ἡ ἀπάτη γίνεται μετ’ ἄλλων σκοπουμένοις· ἐκεῖνοι γὰρ πρὸς τοὺς λόγους καὶ τὰ ὀνόματα καὶ οὐχὶ πρὸς τὰ πράγματα τὰς ἐρωτήσεις ποιοῦνται. τοῦτο δὲ τοιοῦτόν ἐστιν· ὅταν μὲν καθ’ ἑαυτοὺς σκεπτώμεθα περί τινος πράγματος, οὐχὶ πρὸς τὰ ὀνόματα καὶ τοὺς λόγους τὴν σκέψιν ποιούμεθα ἀλλὰ πρὸς τὸ πρᾶγμα, καὶ διὰ τοῦτο ἧττον συμβαίνει ἡμᾶς ἀπατᾶσθαι· ὅταν δὲ μετ’ ἄλλων περί τινος σκεπτώμεθα, πρὸς τοὔνομα καὶ τοὺς λόγους τὰς σκέψεις ποιούμεθα, ἐν οἷς καὶ αἱ ἀπάται, ἐπ’ ἄλλου μὲν τῶν ὑπὸ τοῦ ὀνόματος ἢ τοῦ λόγου δηλουμένων τοῦ ἐρωτωμένου τὴν ἀπόκρισιν διδόντος, ἐπ’ ἄλλου δὲ τοῦ συλλογιζομένου λαμβάνοντος.2 διὰ μίαν μὲν οὖν ταύτην αἰτίαν καλῶς ἔχει ἐν τοῖς παρὰ τὴν λέξιν παραλογισμοῖς καὶ τοῦτον τάττειν. δι’ ἑτέραν δέ, ὅτι ἡ ἀπάτη τοῦ τὸν καθόλου ἄνθρωπον τῷ Σωκράτει ταὐτὸν συνάγεσθαι ἐκ τῆς ὁμοιότητος γίνεται, ἡ δ’ ὁμοιότης παρὰ τὴν λέξιν, ὥστ’ εἰκότως [γὰρ] τοῖς παρὰ τὴν λέξιν καὶ κατὰ τοῦτο ὑπαχθήσεται. εἰπὼν δὲ ὅτι, ὅταν καθ’ ἑαυτοὺς σκεπτώμεθα, ἧττον συμβαίνει ἀπατᾶσθαι, διότι οὐ διὰ λόγων καὶ ὀνομάτων ἀλλὰ δι’ αὐτῶν τῶν πραγμάτων τὴν σκέψιν ποιούμεθα, ἐπήνεγκεν ὅτι καὶ καθ’ ἑαυτοὺς ποιουμένους τὴν σκέψιν οὐδὲν κωλύει ἀπατηθῆναι, ὅταν μὴ ἐπὶ τοῦ πράγματος ἀλλ’ ἐπὶ τοῦ λόγου τὴν σκέψιν ποιώμεθα.

“它最倾向于赞同。” 在论述了依循表达形式而产生的谬误推理,并指出通过它而产生的谬误推理中,欺骗的原因在于我们在区分哪些是以相同的方式述说、哪些是以不同的方式述说时感到困难之后,他进一步详细论述了这同一件事。他说,我们受骗的最主要原因,在于由于表达形式的相似性,我们以为普遍的人与个别的人苏格拉底是同一的;因为既然普遍的人被称为“人”,这个个别的人也被称为“人”,我们便由于语词的同形性而受骗。他说,它最能够说服人。或者这样[理解]:它最能够说服人去赞同并认可诡辩家们的前提,而这又等同于:我们受骗的最主要原因,在于认为凡是被述说于某物的事物都是“某个这个”,并且是一且与底层物同一。而这之所以发生,是因为述项与底层物两者都在单数形式的“人”这一相似的形式中被表示。但这并不是真的;因为正如在《范畴篇》中所说,“某个这个”适合于一和第一实体:“因为所表明的是不可分的且在数目上为一的事物;而在第二实体的情况下,只要从称谓的形式来看,每当有人说‘人’时,它看似确实表示某个这个”。那么,欺骗究竟源自何处?抑或正如上文所说,源自习惯用法的参差不齐,它往往惯于用相似的语词形式来表示甚至不相似的事物;因为事实上,每当有人说“人”时,它便产生一种看似合理的表象,仿佛人与苏格拉底相似且在数目上为一,因为在种形式上为一。而在“因为‘某个这个’似乎最随伴着一和实体”这一句中,作为“一”和“实体”,他是指个别的实体,如苏格拉底、柏拉图以及诸如此类者。因此,正如在这些情况下,由于用单数形式的相似称谓形式来表示(因为事实上苏格拉底是“人”,普遍的人同样也是“人”,而不是复数形式的“人们”),正如在这些情况下,由于在相似的形式中被表示,它产生了一种普遍的人与苏格拉底相似且在数目上为一的表象,同样,在依循语词相似性产生的其余谬误推理中也是如此。但我认为,他并不是无条件地对于依循语词相似性的一切情况说这句话,而仅仅是对于那些由于相似性而试图推导出普遍实体与个别实体在数目上同一的情况而言的。因为正是由于这个缘故,他说“因此这一样态也必须被置于依循语言的样态之中”,这仿佛是在说:“不仅是那些已经提及的,而且那些由于语词的相似性而推导出普遍物与个别物同一的,也必须被归入依循语言的欺骗之中”。在说明了这一样态也必须被置于依循语言的样态之中后,他为此提出了两个原因:他说一个原因是,在与他人一同考察时欺骗更易产生;因为他们针对言述和名称进行提问,而不是针对事物本身。而这是具有如下性质的:当我们独自考察某一事物时,我们不是针对名称和言述进行考察,而是针对事物本身,因此我们受骗的情况较少发生;但是当我们与他人一同考察某一事物时,我们针对名称和言述进行考察,而欺骗正存在于其中,此时被提问者是就名称或言述所表明的某一事物给出回答,而进行推论的人则是就另一事物来把握它。因此,由于这一个原因,将这一样态也列入依循语言的谬误推理之中是恰当的。而由于另一个原因,即推导出普遍的人与苏格拉底同一的欺骗源自相似性,而相似性是依循语言的,因此理所当然地,在这方面它也将被归入依循语言的样态之中。而在说明了当我们独自考察时受骗的情况较少发生——因为我们不是通过言述和名称,而是通过事物本身进行考察——之后,他补充说,即使是独自进行考察,每当我们不是就事物而是就言述进行考察时,也完全不妨碍〔我们〕受骗。

语法注2 条
  1. 1.39Μάλιστα δὲ ἐπίσταται συνεπινεύειν.

    引文中的动词 ἐπίσταται 通常表示“知道”或“懂得”,但在此处与不定式 συνεπινεύειν(点头赞同、认可)连用,表示“有能力做……”或“倾向于……”。注疏者在紧接着的文句中将其改述为 δύναται συμπείθειν(能够说服)或 δύναται πείθειν εἰς τὸ συνεπινεύειν(能够说服……赞同),明确了这一句法含义。

  2. 1.39ἐπ’ ἄλλου μὲν τῶν ὑπὸ τοῦ ὀνόματος ἢ τοῦ λόγου δηλουμένων τοῦ ἐρωτωμένου τὴν ἀπόκρισιν διδόντος, ἐπ’ ἄλλου δὲ τοῦ συλλογιζομένου λαμβάνοντος

    此处对比了两个独立属格结构:τοῦ ἐρωτωμένου... διδόντος 和 τοῦ συλλογιζομένου λαμβάνοντος。介词短语 ἐπ’ ἄλλου ... ἐπ’ ἄλλου 意为“就其中一件事而言……就另一件事而言”,表明了所指对象的偏离,两者均指属格 δηλουμένων(由名称或言述所表明的事物)中的不同对象。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:67.12-69.3