- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:65.21-67.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐释了亚里士多德将全部十三种谬误样态归结为对反驳的无知的总结,进而解释了因同音异义、结合与分割、声调及表达形式引起的欺骗,其原因在于人们缺乏区分多重含义的能力。
" Ὥστε πάντες οἱ τρόποι πίπτουσι." Δείξας ἐκ τῆς ἐπαγωγῆς, ὅτι πάντες οἱ τρόποι εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνάγονται, καὶ πάλιν ἡμᾶς ἀναμιμνήσκει τῆς τούτων ἀναγωγῆς, καὶ σαφέστερον ἀπαγγέλλει πῶς οἱ δεκατρεῖς τρόποι εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνάγονται. καὶ φησὶν ὅτι οἱ μὲν παρὰ τὴν λέξιν εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνάγονται διὰ τὸ μὴ ἀληθῆ συνάγειν ἀντίφασιν, ὅπερ ἐστὶν ἴδιον ἐλέγχου, ἀλλὰ φαινομένην· οὐ γὰρ τοῦ ἐλέγχου ἐστὶ τοῦ κυρίως ἴδιον τὸ φαινομένην συνάγειν ἀντίφασιν, ἀλλὰ τούτου μὲν τὸ ἀληθῆ ἀντίφασιν, τοῦ δὲ σοφιστικοῦ τὸ φαινομένην. τοῦ γὰρ ἀποκρινομένου δόντος τὸν σιγῶντα μὴ λέγειν1 ὁ σοφιστὴς οὐ τοῦτο συνάγει, λέγω δὴ τὸ τὸν σιγῶντα λέγειν, ἀλλ’ ὅτι τὰ σιγώμενα δυνατόν ἐστιν ἡμᾶς λέγειν· ὥστε οὐκ ἀληθῶς ὁ ἀποκρινόμενος ἐλέγχεται παρὰ τοῦ σοφιστοῦ ἀλλὰ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν. καὶ οἱ μὲν παρὰ τὴν λέξιν οὕτως ἀνάγονται εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν, οἱ δ’ ἄλλοι (ἄλλους δὲ λέγει τοὺς ἐκτὸς τῆς λέξεως παραλογισμούς) εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνάγονται παρὰ τὸν τοῦ συλλογισμοῦ ὅρον·2 εἰ γὰρ συλλογισμός ἐστι “λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων συμβαίνει”, οἱ δὲ παρὰ τὸ συμβεβηκὸς καὶ τὸ ἑπόμενον καὶ οἱ λοιποὶ οὐκ ἐκ τῶν τεθέντων τῷ ἀποκρινομένῳ τὰ συναγόμενα συμπεραίνονται, δῆλον ὅτι παρὰ τὸν τοῦ συλλογισμοῦ ὅρον ταῦτα συνάγουσι. καὶ εἴη ἂν τὸ παρὰ τὸν τοῦ συλλογισμοῦ ὅρον ἴσον τῷ ‘ἀσυλλόγιστοι δέ εἰσιν οἱ ἐκτὸς τῆς λέξεως παραλογισμοί’.
“因此所有的样态都落入[对反驳的无知之中]。” 在通过归纳表明所有的样态都被归结为对反驳的无知之后,他又使我们再次回想起这些样态的归结,并更加清楚地陈述了十三种样态是如何被归结为对反驳的无知之中的。他说,依循语言的那些样态被归结为对反驳的无知,是因为没有推导出真正的矛盾,而这本是反驳所特有的,反而推导出了表面的矛盾;因为推导出表面的矛盾并不是严格意义上的反驳所特有的,相反,推导出真正的矛盾才属于真反驳,而推导出表面的矛盾则属于诡辩式的反驳。因为当应答者承认“沉默者不说话”时,诡辩家推导出的并不是这一点,我指的是并不是推导出“沉默者说话”,而是推导出“我们可以说出被保持沉默的事物”;因此,应答者并没有真正被诡辩家反驳,而是依循对反驳的无知[才看似被反驳]。依循语言的那些样态就是这样被归结为对反驳的无知的,而其余的那些(作为其余的,他是指语言之外的那些谬误推理)则是违背推论的定义而被归结为对反驳的无知;因为如果推论是“在其中某些事物被设定之后,产生出异于所设定的某物的言述”,而依循偶性、依循后件以及其余的谬误推理并不是从应答者所设定的前提中推断出被推导的事物,显然它们违背了推论的定义而推导出这些事物。而“违背推论的定义”这一说法,就等同于“语言之外的谬误推理是未成推论的”。
"Ἡ δ’ ἀπάτη γίνεται τῶν μὲν παρά." Εἰπὼν πόσοι τε καὶ τίνες εἰσὶν οἱ τρόποι καθ’ οὓς οἱ σοφισταὶ τοὺς διαλεγομένους ἐπηρεάζουσι, μετὰ δὲ ταῦτα δείξας ὅτι πάντας δυνάμεθα λέγειν παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν γίνεσθαι, λέγει καὶ τὴν αἰτίαν καθ’ ἣν παρὰ τῶν σοφιστῶν ἀπατώμεθα. καὶ αἰτιᾶται τὴν ἄγνοιαν ἡμῶν· ἡ ἀπάτη γάρ, φησί, γίνεται ἐπὶ τῶν ὁμωνύμων καὶ τῶν ἀμφιβόλων (λόγον γὰρ τὴν ἀμφιβολίαν λέγει) διὰ τὸ μὴ δύνασθαι διαιρεῖν ποσαχῶς τὸ πρᾶγμα λέγεται· καὶ ὁπηνίκα τι ἐρωτηθῶμεν ὁμώνυμον ἢ ἀμφίβολον, ὡς ἁπλῶς λεγόμενον συγχωροῦμεν καὶ ἀπατώμεθα· ἐπὶ τινῶν γὰρ οὐκ εὐχερές ἐστιν οὐδὲ ῥᾴδιον συνιδεῖν ὅτι τῶν πολλαχῶς λεγομένων ἐστὶ τὸ ἐρωτώμενον, ὡς τὸ ἓν καὶ τὸ ὂν καὶ τὸ ταὐτόν. τῶν δὲ παρὰ τὴν σύνθεσιν καὶ διαίρεσιν παραλογισμῶν αἴτιον αὖθις γίνεται τὸ μὴ εἰδέναι ἡμᾶς ὅτι οὐ ταὐτὸν σημαίνει ὁ λόγος συντιθέμενός τε καὶ διαιρούμενος, ἀλλὰ τοτὲ μὲν ἕτερον νοῦν εἰσάγει, τοτὲ δὲ ἕτερον· οἰόμεθα δὲ ταὐτὸν σημαίνειν τὸν λόγον καὶ συντιθέμενον καὶ διαιρούμενον, ὡς ἐπὶ πολλῶν ἔχει· ἐπὶ γὰρ τῶν πλείστων οὐκ ἄλλο δηλοῖ ὁ λόγος συντιθέμενος καὶ ἄλλο διαιρούμενος ἀλλὰ τὸ αὐτό. ὁμοίως δὲ καὶ ἐπὶ τῶν παρὰ τὴν προσῳδίαν ἔχει παραλογισμῶν· οὐ γὰρ ἴσασιν οἱ ἐρωτώμενοι ὅτι ἄλλο σημαίνει ὁ λόγος ἀνιέμενος καὶ ἐπιτεινόμενος, τουτέστιν ὀξυνόμενος ἢ περισπώμενος. ἐπ’ οὐδενὸς γὰρ τὸ αὐτὸ σημαίνει ἐπιτεινόμενος καὶ ἀνιέμενος, ἢ μᾶλλον οὐκ ἐπὶ πολλῶν· ἐπ’ ὀλίγων δὲ πάντῃ· Θαλῆς γὰρ καὶ Θάλης τὸ αὐτὸ δηλοῖ· καὶ ἄμφω γὰρ ὀνόματα κύρια· ἄγνος δὲ καὶ ἁγνὸς καὶ Ἄργος καὶ ἀργὸς ἄλλο καὶ ἄλλο δηλοῖ, καὶ σχεδὸν ἐπὶ πάντων. ἐπὶ δὲ τῶν παρὰ τὴν ὁμοιοσχημοσύνην γινομένων παραλογισμῶν ἡ ἀπάτη γίνεται διὰ τὸ χαλεπὸν εἶναι διελεῖν ποῖα ὡσαύτως καὶ ποῖα ὡς ἑτέρως λέγεται. τοῦτο δὲ εἴρηται διὰ τὰ ἐνεργητικῶς μὲν ἐκφερόμενα παθῶν δὲ ὄντα σημαντικά, οἷόν ἐστι τὸ ὁρᾶν, τὸ ἀκούειν καὶ τὸ μανθάνειν· ταῦτα γὰρ ἐνεργείας εἰσὶ καὶ πάθους δηλωτικά, καὶ λαμβάνει μὲν ὁ σοφιστὴς ὡς παθητικά, οἴεται δὲ ὁ ἐρωτώμενος ὡς ἐνεργητικὰ καὶ δίδωσιν οὕτως αὐτά, κἀντεῦθεν καὶ ἀπατᾶται. τὸ δὲ σχεδὸν γὰρ ὁ τοῦτο δυνάμενος ποιεῖν ἐγγύς ἐστι τοῦ θεωρεῖν τἀληθές3 τοιοῦτον ἔχει τὸν νοῦν· ὁ δυνάμενος διαίρεσιν ποιεῖσθαι τῶν ἐνεργείας καὶ πάθους σημαντικῶν, ναὶ μὴν καὶ τῶν ὅσα μὲν διαιρούμενα ἄλλο τι σημαίνει, συντιθέμενα δ’ ἕτερον, οὐχ ἥκιστα δὲ καὶ ἐπὶ τῶν ὁμωνύμων, καὶ συνιεὶς τῶν πολλαχῶς εἶναι λεγομένων τὸ ἐρωτώμενον, ὁ τοιοῦτος ὡς δυνάμενος ἐπὶ πάντων διαίρεσιν ποιεῖσθαι οὐ ῥᾳδίως ἀπατηθήσεται, καὶ μὴ ἀπατώμενος ἐγγύς ἐστι τοῦ θεωρεῖν τὸ ἀληθές.
“而欺骗在某些情况下依循……而产生。” 在说明了诡辩家依循其刁难对话者的样态有多少且是何种样态,并在这些之后指明我们能够说所有的样态都是依循对反驳的无知而产生的之后,他也陈述了我们被诡辩家所欺骗的原因。他归咎于我们的无知;他说,因为在同音异义与两义性的情况下(因为他把两义性称为言述),欺骗的产生是由于不能区分该事物是以多少种方式被述说的;每当有某种同音异义或两义性的事物被提问时,我们把它当作被简单述说的东西而加以赞同,并因此受骗;因为在某些事物上,看清被提问的事物属于多重含义被述说的事物并非易事,也不是随手可得的,如同“一”、“存在”和“同一”那样。另一方面,依循结合与分割的谬误推理的原因,再次成为我们不知道言述在被结合时与被分割时并不表示相同的事物,而是有时引入一种意义,有时引入另一种意义;然而我们却认为言述在结合和分割时都表示相同的事物,正如在许多情况下那样;因为在绝大多数情况下,言述在结合时并不表明一件事,在分割时表明另一件事,而是表明同一件事。同样地,在依循声调的谬误推理中也是如此;因为被提问者不知道言述在被放宽[降低]与被拉紧[提高]时表示不同的事物,即在被标以锐音声调或曲音声调时是不同的。因为在被拉紧和被放宽时表示相同事物的,或者根本没有,或者不如说并不在多数情况下;而在极少数情况下完全是同一的;因为泰勒斯[曲音]与泰勒斯[锐音]表明同一事物;因为两者都是专有名词;但阿格诺斯[牡荆]与哈格诺斯[神圣的]、阿尔戈斯[地名]与阿尔戈斯[懒惰的]则表明不同的事物,并且几乎在所有情况下都是如此。而在依循表达形式产生的谬误推理中,欺骗的产生是由于难以区分哪些是以相同的方式述说的,哪些是以不同的方式述说的。这么说是因为那些以主动形式表述出来但却表示被动的事物,比如看、听和学习;因为这些是活动与被动的指示者,诡辩家将它们作为被动事物来获取,而被提问者则认为它们是主动的并如此加以认可,由此而受骗。而“因为几乎能够做到这一点的人,便接近于观照真理”这句话具有如下的意义:能够对表示活动与被动的事物进行区分,乃至对于所有那些在被分割时表示一件事而在被结合时表示另一件事的事物进行区分,尤其在同音异义的情况下也能区分,并且理解被提问的事物属于多重含义被述说的事物的人——这样的人由于能够在所有事物上进行区分,便不会轻易受骗,并且因不受骗而接近于观照真理。
- 1.37τοῦ γὰρ ἀποκρινομένου δόντος τὸν σιγῶντα μὴ λέγειν
独立属格结构“τοῦ ἀποκρινομένου δόντος”(当应答者承认时)支配带不定式的宾格句“τὸν σιγῶντα μὴ λέγειν”(沉默者不说话)作为其宾语。紧接着的“λέγω δὴ τὸ τὸν σιγῶντα λέγειν”同样是由中性宾格冠词 τό 实词化的宾格加不定式结构。
- 1.37παρὰ τὸν τοῦ συλλογισμοῦ ὅρον
介词 παρά 接宾格在此处表示“违背”或“违反”。这与前面“依循对反驳的无知(παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν)”中的原因性用法形成微小对比;后文将其转述为“未成推论(ἀσυλλόγιστοι)”,明确证实其含义为偏离了推论的本质定义(ὅρος)。
- 1.38ἐγγύς ἐστι τοῦ θεωρεῖν τἀληθές
副词 ἐγγύς(接近)支配属格,接冠词不定式 τοῦ θεωρεῖν(观照)作为其补足语。τἀληθές 是 τὸ ἀληθές 的合音,充当不定式 θεωρεῖν 的宾格直接宾语。
