← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§64.12-65.20

把多重问题合而为一的谬误向反驳无知的归结

本节注解亚里士多德《诡辩篇反驳》第6章(169a6)关于“把多个问题合而为一”的语言外谬误,阐明其因违反命题单一主谓项的定义而被归结为对反驳的无知,并剖析了承诺、保留应答或沉默造成表面反駁的机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.36

" Οἱ δὲ παρὰ τὸ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν." Καὶ ὁ ἕβδομος τῶν ἐκτὸς τῆς λέξεως παραλογισμῶν, ὁ παρὰ τὸ τὰ δύο ἐρωτήματα ἓν ποιεῖν γινόμενος, ὅτι εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνάγεται, δῆλον· ἐπειδὴ γάρ, ὡς πολλάκις εἴρηται, ὁ ἔλεγχος συλλογισμός ἐστιν ἀντιφάσεως, ἐν δὲ τῷ συλλογισμῷ ἕνα δεῖ εἶναι τὸν ὑποκείμενον καὶ ἕνα τὸν κατηγορούμενον, ἐν δὲ τῇ τὰ πλείω ἐρωτήματα ἐρωτώσῃ τοῦτο οὐκ ἔστι, δῆλον ὡς οὐκ ἂν εἴη συλλογισμός. γίνεται οὖν, φησίν, ἐν τῷ μὴ διαιρεῖν τὸν ἀποκρινόμενον τὸν τῆς προτάσεως λόγον, τουτέστιν ἐν τῷ μὴ δύνασθαι αὐτὸν διαιρεῖν τὴν κυρίως πρότασιν ἐκ τῆς δοκούσης προτάσεως κἀντεῦθεν ἀπατᾶσθαι. πρότασις μὲν γάρ ἐστιν ἡ ἓν καθ’ ἑνὸς ὑποκειμένου κατηγοροῦσα· αὕτη δὲ ἡ τοῦ σοφιστοῦ πλείω καθ’ ἑνὸς λέγουσα οὐκ ἔστι πρότασις. τὸ δὲ ὁ γὰρ αὐτὸς ὅρος ἑνὸς μόνου καὶ ἁπλῶς τοῦ πράγματος1 τοιοῦτόν ἐστιν, ὅτι καὶ τὸ κατηγορούμενον ἓν ὀφείλει εἶναι καὶ τὸ ὑποκείμενον ἓν καὶ ὁ αὐτὸς ὅρος ἀμφοτέρων. ἢ μᾶλλον οὕτω· ὁ αὐτός, φησίν, ὅρος ἑνὸς μόνου, τουτέστιν ἓν μόνον ὀφείλει εἶναι τὸ κατηγορούμενον, καὶ ἁπλῶς εἰπεῖν καὶ τοῦ ὑποκειμένου· πρᾶγμα γάρ, ὡς πολλάκις εἴπομεν, τὸ ὑποκείμενον λέγει. τὸ δὲ οἷον ἀνθρώπου καὶ ἑνὸς μόνου ἀνθρώπου παράδειγμα ἐπήγαγεν κατηγορουμένου καὶ ὑποκειμένου, ἄνθρωπον μὲν λέγων τὸν κατηγορούμενον, ἕνα δὲ μόνον ἄνθρωπον τὸν ὑποκείμενον· εἰ γὰρ κατηγορεῖται ὁ ἄνθρωπος, καθ’ ἑνὸς μόνου κατηγορηθήσεται τοῦ Σωκράτους, οὐ κατὰ Σωκράτους καὶ Πλάτωνος καὶ Ἀλκιβιάδου. καταχρηστικώτερον δὲ τῷ τοιούτῳ ἐχρήσατο παραδείγματι. σαφῶς δὲ καὶ αὐτὸς ὁ Ἀριστοτέλης τὰ ἑξῆς ἀπαγγέλλει, πλὴν ἐν τῇ λέξει τῇ φανερὸν ὅτι καὶ οὗτος ἐν τῇ τοῦ ἐλέγχου ἀγνοίᾳ τὸ οὗτος περὶ τοῦ παραλογισμοῦ εἴρηκε τοῦ ἐκ τοῦ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν ὡρμημένου. εἰ μὲν οὖν δέδωκε, φησίν, ὁ ἐρωτηθεὶς ὡς πρὸς μίαν ἐρώτησιν, ἔσται ἔλεγχος. κυρίως μὲν οὖν οὐδ’ οὕτως ἔλεγχός ἐστι, πλὴν ἐπειδήπερ μὴ προσσχὼν τοῖς ἐρωτωμένοις δέδωκεν ὡς μίαν ἐρώτησιν ἐρωτηθείς, λέγεται ἠλέγχθαι. εἰ δὲ μὴ δέδωκεν ἀλλὰ φαίνεται, δηλονότι δεδωκώς2 (τοῦτο γὰρ δεῖ ἔξωθεν προσεπινοεῖν), ἔσται φαινόμενος ἔλεγχος. ἀλλὰ πότε δὴ μὴ δεδωκὼς φαίνεται δεδωκέναι; ἢ δηλονότι, ὅταν τὸ ‘ἴσως’ ἢ τὸ ‘τρόπον τινά’ ἢ τὸ ‘ἔστω’ ἐν ταῖς ἀποκρίσεσι προσεπιφθέγγηται· οἷον εἴ τις ἤρετο ‘ἆρά γε ὁ τοῦτον τύπτων ἄνθρωπον τύπτει;’, ὁ δὲ ἀποκρινόμενός φησιν ἴσως ἢ ὅτι τρόπον τινὰ ἢ ὅτι ἔστω, ἐκ τοῦ λόγου φαίνεται μὲν δεδωκέναι, οὐ δέδωκε δέ. οὕτω καὶ Πρωταγόρας καὶ Θρασύμαχος καὶ ἄλλοι πολλοὶ τὰς ἀποκρίσεις φαίνονται ποιούμενοι· τὸ γὰρ ‘ἴσως’ ἢ τὸ ‘ἔστω’ καὶ τὰ τοιαῦτα οὐ δοκοῦσιν εἶναι συγχωρούντων ἀλλὰ μὴ ἀρεσκομένων τῇ ἐρωτήσει. τυχὸν δὲ καὶ μὴ ἀποκρινόμενοι ἀλλὰ σιγῶντες φαίνονται δεδωκέναι, καὶ διὰ τοῦτο καὶ ἐλέγχεσθαι φαίνονται, ἀλλ’ οὐ κυρίως ἐλέγχονται.

“而依循把多个问题合而为一的那些。” 语言之外的第七种谬误推理,即依循把两个问题合而为一而产生的谬误推理,它被归结为对反驳的无知,这也是显然的;因为正如多次说过的,反驳是关于矛盾的推论,而在推论中主项必须是一个,谓项也必须是一个,但在提出多个问题的前提中这并不存在,显然这不会是推论。他说,因此它产生于应答者没有区分命题的表述,即产生于他无法把真正的命题与表面的命题区分开来并由此受骗。因为命题乃是把一件事物谓述于一个主项的表述;而诡辩家的这种把多件事物归于一个主项的表述则不是命题。而“因为对于唯一的、且端而言之事物本身的定义也是同一的”这一文句的意思如下:即谓项应当是一个,主项也应当是一个,两者的定义是同一的。或者更确切地说是这样:他说,“对唯一的相同定义”,即谓项应当只是一个,简而言之对于主项也是如此;因为正如我们多次说过的,他把主项称作“事物”。而“比如人以及唯一的一个人”这一文句,是他引入的关于谓项和主项的例子,将人作为谓项,而将唯一的一个人作为主项;因为如果谓述人,它将只谓述于唯一的一个即苏格拉底,而不是谓述于苏格拉底、柏拉图和阿尔基比亚德。不过,他是较为转借地使用了这样的例子。亚里士多德本人也清楚地陈述了接下来的内容,只是在“显然这也在对反驳的无知之中”这句文辞中,他说“这”,是指由把多个问题合而为一所引发的那个谬误推理。他说,因此,“如果被提问者如同针对单一问题那样作出了认可,就会产生反驳”。尽管在严格意义上即使如此也不是反驳,但既然他没有留意被提问的内容,而是如同被问及单一问题那样作出了认可,他就被称为已经被反驳了。 “但如果他没有认可,却显得” ——显然是显得认可了(因为必须从外部补充理解这一点)——“就会产生表面的反驳”。那么究竟在什么时候,他未曾认可却显得认可了呢?显然是当他在回答中附带说出“也许”或“在某种程度上”或“且作如此”的时候;例如有人问“打这个人的人是在打人吗?”,而回答者说“也许”或“在某种程度上”或“且作如此”,从其言辞来看他似乎作出了认可,但实际上并未认可。普罗泰戈拉、色拉叙马霍斯以及许多其他人似乎也是这样作出回答的;因为“也许”或“且作如此”以及诸如此类的言辞,似乎不属于让步的人,而是属于对问题感到不满的人。也许他们甚至根本不予回答而是保持沉默,从而显得认可了,正因如此他们也显得被反驳了,但在严格意义上并未被反驳。

语法注2 条
  1. 1.36τὸ δὲ ὁ γὰρ αὐτὸς ὅρος ἑνὸς μόνου καὶ ἁπλῶς τοῦ πράγματος

    注解者对此处引自亚里士多德的文句提出了两种句法解读。第一种解读认为 ὅρος 对称地要求谓项为单一且主项为单一,二者的定义相同。第二种(由 ἢ μᾶλλον οὕτω 引导的更优读法)则将 ὁ αὐτὸς ὅρος 与 ἑνὸς μόνου(指谓项单一)相连,而 ἁπλῶς τοῦ πράγματος 则是补充延伸至主项(“简而言之对于主项亦然”),其中 πρᾶγμα 被理解为主项(τὸ ὑποκείμενον)的代称。

  2. 1.36εἰ δὲ μὴ δέδωκεν ἀλλὰ φαίνεται, δηλονότι δεδωκώς

    ἀλλὰ φαίνεται 之后的省略补充。由于 φαίνεται 缺少显式的补足分词或不定式,注解者明确指出必须根据前文的 δέδωκεν 从外部补出完成时分词 δεδωκώς(τοῦτο γὰρ δεῖ ἔξωθεν προσεπινοεῖν)。译文均据此补足为“显得[认可了]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:64.12-65.20