- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:63.9-64.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大依次考察了亚里士多德关于天鹅与雪、梅利梭斯论无限以及大小与相等关系的例证,阐明后件的换位谬误是如何产生的,以及它如何基于对定义上的同一与数上的同一之混淆。
ὅρα δὲ καὶ τὸ τοῦ Ἀριστοτέλους παράδειγμα. ἐπειδὴ γὰρ ὁ κύκνος καὶ ἡ χιὼν τῷ λευκῷ ταὐτόν ἐστιν (ἄμφω γὰρ λευκά), τὸν κύκνον χιόνα ἀξιοῦσιν εἶναι· νομίσαντες γὰρ ὅτι, ἐπειδὴ ἡ χιὼν λευκή, καὶ τὸ λευκὸν χιόνα διὰ τῆς ἀντιστροφῆς † λέγοντες, ἔστι δὲ καὶ ὁ κύκνος λευκόν, ὑπολαμβάνομεν ὅτι καὶ ὁ κύκνος χιών ἐστι.1 καὶ διὰ τοῦτο γίνεται ὁ παρὰ τὸ ἑπόμενον ἔλεγχος. ἔστι δ’ οὐκ ἀναγκαῖον, ἐπειδὴ ὁ κύκνος κατὰ συμβεβηκός ἐστι λευκόν. τοιοῦτόν ἐστι καὶ ὁ τοῦ Μελίσσου λόγος, ὡς καὶ ἐν τοῖς προλαβοῦσιν ἐδείξαμεν· λαβὼν γὰρ ὅτι τὸ γεγονὸς ἀρχὴν ἔχει καὶ νομίσας ἀντιστρέφειν συνεπεράνατο λέγων· εἰ τὸ γενόμενον ἀρχὴν ἔχει, καὶ τὸ ἀρχὴν ἔχον γέγονεν· ὥστε, εἴ τι μὴ γέγονεν, ἀρχὴν οὐκ ἔχει· τὸ δὲ μὴ ἀρχὴν ἔχον ἄπειρον· ὥστε τὸ μὴ γεγονὸς ἄπειρον· τὸ δὲ ὂν οὐ γέγονεν· τὸ ὂν ἄρα ἄπειρον. τὸ δὲ ἢ τὸ ἴσοις γίνεσθαι καὶ τὸ αὐτὸ μέγεθος λαμβάνειν ὅτι μὲν παρὰ τὸ ἑπόμενόν ἐστι, δῆλον.2 ἔστι δὲ καὶ τὸ σόφισμα τόδε τοιοῦτον· εἰ τὰ τὸ αὐτὸ καὶ ἓν μέγεθος λαμβάνοντα ἴσα ἐστί, καὶ τὰ ἴσα γινόμενα τὸ αὐτὸ μέγεθος καὶ ἓν λαμβάνουσι· Σωκράτης δὲ καὶ Θεαίτητος ἴσα ἐστί· Σωκράτους ἄρα καὶ Θεαιτήτου τὸ μέγεθος ταὐτὸν καὶ ἕν ἐστιν· ἀλλὰ μὴν οὐκ ἔστι ταὐτόν. τίνα δὲ ἂν εἴη τὰ τὸ αὐτὸ καὶ ἓν μέγεθος λαμβάνοντα; ἢ δηλονότι τὰ πολυώνυμα· ὃ γὰρ μέγεθος λαμβάνει ὁ ἄνθρωπος, τοῦτο καὶ ὁ βροτός, καὶ ὃ τὸ ἱμάτιον, τοῦτο καὶ τὸ λώπιον. ὥστε τὰ τὸ αὐτὸ μέγεθος λαμβάνοντα καὶ ἴσα ἐξ ἀνάγκης γίνεται· οὐ μὴν καὶ τὰ ἴσα γινόμενα τὸ αὐτὸ λαμβάνει μέγεθος· οὐ γὰρ ταὐτὸν τὸ τοῦ Σωκράτους μέγεθος τῷ τοῦ Θεαιτήτου, εἰ καὶ ἴσα ἐστίν, ἀλλ’ ἕτερον. ὁμοίως, φησί, καὶ ἐπὶ τῶν ἴσων γινομένων· γίνεται γὰρ καὶ ὁ παραλογισμὸς οὗτος παρὰ τὸ ἑπόμενον. τὰ μὲν γὰρ τὸ αὐτὸ μέγεθος καὶ ἓν λαμβάνοντα ἴσα γίνεσθαι ἀληθές, οὐ μὴν καὶ τὰ ἴσα γινόμενα τὸ αὐτὸ μέγεθος λαμβάνει. γίνεται δὲ ὁ παραλογισμὸς διὰ τὸ ἐκεῖ μὲν τὸ ταὐτὸ καὶ ἓν μέγεθος ταὐτὸν λέγειν τῷ ὅρῳ· ὁ γὰρ Σωκράτης καὶ ὁ Πλάτων, εἰ τύχῃ καὶ ἄμφω τριπήχεις ὄντες, τὸ αὐτὸ καὶ ἓν μέγεθος ἔχοντες ἴσοι εἰσί· ταὐτὸν γάρ ἐστι τῷ ποσῷ τὸ ἀμφοτέρων μέγεθος· οὐ μὴν καὶ τὰ ἴσα γινόμενα τὸ αὐτὸ μέγεθος ἔχουσιν· οὐ γὰρ οἱ αὐτοὶ πάλιν ἴσοι ὄντες τὸ αὐτὸ τῷ ἀριθμῷ μέγεθος ἔχουσιν· ἄλλο γὰρ τὸ μέγεθος τὸ ἐν τῷ Σωκράτει καὶ ἕτερον τὸ ἐν τῷ Πλάτωνι. ἐκεῖ μὲν οὖν, ὡς εἴπομεν, τὸ αὐτὸ τῷ εἴδει καὶ τῷ ὅρῳ λαμβάνεται, ἐνταῦθα δὲ τῷ ἀριθμῷ. ἐπισκεπτέον δέ, φησί, τοῦτο καὶ ἄλλως.3 αὐτὸς μὲν συλλογισάμενος τὸν παρὰ τὸ ἑπόμενον παραλογισμὸν εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνήγαγεν· ἐπισκέψασθαι δὲ λέγει, μήποτε καὶ καθ’ ἕτερόν τινα τρόπον εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀναχθήσεται, ἢ παρὰ τὸ ἄλλον καὶ ἄλλον λαμβάνειν τὸν μέσον ἢ κατ’ ἄλλο τι τῶν ἐν τῷ ὁρισμῷ τοῦ ἐλέγχου ἀπηριθμημένων.
且看亚里士多德的例子。因为既然天鹅和雪在白上是同一的(因为二者都是白的),人们便主张天鹅是雪;因为我们认为,既然雪是白的,通过换位白也是雪,并且天鹅也是白的,于是我们便以为天鹅也是雪。正是由于这个原因,产生了依循后件的反驳。但这并不是必然的,因为天鹅乃是偶然地是白的。梅利梭斯的论证也是如此,正如我们在前文中所表明的那样;因为他预设了生成之物具有开端,并以为这一命题可以换位,便推导出结论说:“如果生成之物具有开端,那么具有开端之物也是生成的;因此,如果有某物未曾生成,它就没有开端;而没有开端之物是无限的;因此未曾生成之物是无限的;而存在者未曾生成;所以存在者是无限的。”而“或者变得相等以及采纳同一大小”显然是依循后件的。这个诡辩也是如下这类的:“如果采纳同一且单一大小的诸物是相等的,那么变得相等的诸物也采纳同一且单一的大小;苏格拉底与泰阿泰德是相等的;因此苏格拉底与泰阿泰德的大小是同一且单一的”;然而它并不是同一的。那么,采纳同一且单一大小的究竟会是哪些事物呢?显然是异名同实之物;因为人所采纳的大小,会死者也采纳这个大小;衣服所采纳的,斗篷也采纳这个。因此,采纳同一大小之物必然也会变得相等;然而变得相等之物并不采纳同一大小;因为苏格拉底的大小即使与泰阿泰德的大小相等,也并非同一,而是互异的。他说,在变得相等之物的情形中也是同样如此;因为这一谬误推理也是依循后件而产生的。因为采纳同一且单一大小之物变得相等,这是真实的;然而变得相等之物并不采纳同一大小。而谬误推理之所以产生,乃是因为在那一前提中,“同一且单一的大小”是在定义上说是同一的;因为苏格拉底和柏拉图如果碰巧都是三肘长,具有同一且单一的大小,他们就是相等的;因为二者的大小在量上是同一的;然而变得相等之物并不具有同一大小;因为同样这些人反过来作为相等者,并不具有在数上同一的大小;因为在苏格拉底之中的大小是一回事,而在柏拉图之中的大小则是另一回事。因此在那一命题中,正如我们所说,所采纳的是在形式和定义上同一的大小,而在此处所采纳的则是在数上同一的大小。他说,“这也应当以另一种方式加以考察”。他本人通过推论,把依循后件的谬误推理归结为对反驳的无知;但他认为应当考察的是,是否也可以依循某种其他方式将其归结为对反驳的无知,或者是依循把中项作为互不相同之物来采纳,或者是依循反驳定义中所列举的其他某项。
- 1.35νομίσαντες γὰρ ὅτι, ἐπειδὴ ἡ χιὼν λευκή, καὶ τὸ λευκὸν χιόνα διὰ τῆς ἀντιστροφῆς † λέγοντες, ἔστι δὲ καὶ ὁ κύκνος λευκόν, ὑπολαμβάνομεν ὅτι καὶ ὁ κύκνος χιών ἐστι.
从属于第一人称复数主动词 ὑπολαμβάνομεν 的阳性复数主格分词 νομίσαντες 之后,ὅτι 从句缺少限定动词而转为宾格短语 τὸ λευκὸν χιόνα,构成了破格构文(anacoluthon)。虽然中间的 † λέγοντες 提示文本可能存在讹误,但基本句式框架十分清晰:即由于认为白通过换位也是雪,且天鹅也是白的,我们便以为天鹅也是雪。
- 1.35τὸ δὲ ἢ τὸ ἴσοις γίνεσθαι καὶ τὸ αὐτὸ μέγεθος λαμβάνειν ὅτι μὲν παρὰ τὸ ἑπόμενόν ἐστι, δῆλον.
由中性定冠词 τὸ 引导的短语 ἢ τὸ ἴσοις γίνεσθαι καὶ τὸ αὐτὸ μέγεθος λαμβάνειν(引自亚里士多德 168b31 处的词句)作为全句的话题主语置于句首,后接解释性的 ὅτι 从句与述语 δῆλον(“……是显而易见的”)。
- 1.35ἐπισκεπτέον δέ, φησί, τοῦτο καὶ ἄλλως.
动形容词 ἐπισκεπτέον 采用非人称用法,支配中性宾格代词 τοῦτο 作为其直接宾语。插入的 φησί 指亚里士多德(168b37)。后续的 μήποτε... ἀναχθήσεται 则构成依附于考察概念的间接审思疑问句。
