- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:62.3-63.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者探讨了亚里士多德关于“后件谬误是偶性谬误的一部分”(168b27)的命题,阐明其归结为对反驳的无知的推论结构,并借助是否换位辨析了偶性谬误与后件谬误的区别。
" Οἱ δὲ παρὰ τὸ ἑπόμενον μέρος εἰσὶ τοῦ συμβεβηκότος." Πέμπτος μέν ἐστι τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων ὁ παρὰ τὸ ἑπόμενον παραλογισμός. ὑπάγει δὲ καὶ τοῦτον εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν συλλογιζόμενος. συλλογίζεται δὲ οὕτω· οἱ παρὰ τὸ ἑπόμενον παραλογισμοὶ μέρη εἰσὶ τοῦ συμβεβηκότος· οἱ ἀπὸ τοῦ συμβεβηκότος παραλογισμοὶ εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνάγονται· δῆλον οὖν ὡς καὶ οἱ παρὰ τὸ ἑπόμενον εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνάγονται. τὸ γὰρ ξανθὸν τὸ ἑπόμενον τῷ μέλιτι καὶ τὸ διάβροχον εἶναι τὴν γῆν ὑετοῦ κατενηνεγμένου συμβεβήκασι, τὸ μὲν τῷ μέλιτι, τὸ δὲ τῇ γῇ. καὶ ὅτι μὲν μέρος εἰσὶ τοῦ συμβεβηκότος οἱ παρὰ τὸ ἑπόμενον, δῆλον. φανερὰ δέ ἐστι καὶ ἡ τούτων διαφορά· διαφέρουσι γὰρ οἱ παρὰ τὸ ἑπόμενον ἔλεγχοι τῶν παρὰ τὸ συμβεβηκός, ὅτι οἱ μὲν παρὰ τὸ συμβεβηκὸς ἐφ’ ἑνὸς μόνου λαμβάνονται, τουτέστιν ἐφάπαξ, καὶ οὐκ ἀντιστρέφονται. ἐφ’ ἑνὸς γὰρ μόνου λῆψιν τὸ μὴ ἀντιστρέφειν λέγει,1 ὡς ἐπὶ τούτου· τὸ μέλι ξανθόν, τὸ ξανθὸν χρῶμα, τὸ χρῶμα ποιότης, τὸ μέλι ἄρα ποιότης. ἢ τὸ ἐφ’ ἑνὸς λαβεῖν τοιοῦτόν τι σημαίνει, ὡς ὁ σοφιστὴς τὸ συμβεβηκὸς καὶ τὸ ὑποκείμενον ὡς ἓν καὶ ταὐτὸν λαμβάνει καὶ μίαν φύσιν οἴεται ἑκατέρων· ἐπειδὴ γάρ, φησί, τὸ μέλι καὶ τὸ ξανθὸν ταὐτόν, τὸ δὲ ξανθὸν χρῶμα, τὸ μέλι ἄρα χρῶμα· καὶ πάλιν ἐπειδὴ τὸ λευκὸν κύκνος, ὁ δὲ κύκνος οὐσία, καὶ τὸ λευκὸν οὐσία· ἢ οὕτως· ὃ ἐγώ εἰμι, σὺ οὐκ εἶ· ἄνθρωπος δ’ εἰμὶ ἐγώ· σὺ ἄρα ἄνθρωπος οὐκ εἶ. οἱ μὲν οὖν παρὰ τὸ συμβεβηκὸς ἐφ’ ἑνὸς μόνου λαμβάνονται, οἱ δὲ παρὰ τὸ ἑπόμενον ἀεὶ ἐν πλείοσι, τουτέστιν ἀεὶ ἐν ἀντιστροφῇ· οἷον εἰ ὁ κλέπτης νύκτωρ πλανᾶται, καὶ ὁ νύκτωρ πλανώμενος κλέπτης ἐστί· καὶ εἰ ὁ τυραννήσειν μέλλων ὅπλα παρασκευάζει, καὶ ὁ ὅπλα παρασκευάζων τυραννήσειν μέλλει· ἀλλὰ μὴν ὁ Σωκράτης νύκτωρ πλανᾶται, καὶ ὁ Περικλῆς ὅπλα παρασκευάζει· κλέπτης ἄρα ὁ Σωκράτης, καὶ ὁ Περικλῆς τυραννήσειν μέλλει. ὥστε ὅταν μὲν ἀντιστρέψωμεν τοὺς ὅρους, ὡς ἐπὶ τούτων ἔχει τῶν εἰρημένων, καὶ μετὰ τὴν ἀντιστροφὴν προσλάβωμεν ὅρον, παρὰ τὸ ἑπόμενον τὸ τοιοῦτον λέγεται σόφισμα· ὅταν δὲ μὴ ἀντιστρέψωμεν, ἀλλ’ εὐθὺς τῇ ληφθείσῃ προτάσει προσλάβωμεν ἑτέραν πρότασιν, ὡς ὅταν λέγωμεν ‘τὸ μέλι ξανθόν, τὸ ξανθὸν χρῶμα’, παρὰ τὸ συμβεβηκός ἐστι τὸ σόφισμα. μέρος ἄρα ἐστὶ τὸ παρὰ τὸ ἑπόμενον τοῦ παρὰ τὸ συμβεβηκός· διαιροῦνται γὰρ οἱ παρὰ τὸ συμβεβηκὸς εἴς τε τοὺς λαμβάνοντας τοὺς ὅρους ὡς ἀντιστρέφοντας καὶ εἰς τοὺς μὴ τοιούτους. ἀλλ’ ἴσως ἐρωτήσειέ τις, ὅτι διὰ τί οὐκ εἶπεν ‘οἱ παρὰ τὸ ἑπόμενον ἀεὶ ἐν ἀντιστροφῇ’, ἀλλ’ ἀεὶ ἐν πλείοσιν.2 ἢ διότι ἄλλο μέν ἐστι τὸ λέγειν ‘ὁ κύκνος λευκός’ καὶ ἄλλο τὸ λέγειν ‘τὸ λευκὸν κύκνος’· ἐκείνως μὲν γὰρ ὁ κύκνος ἐστὶν ὑποκείμενον, τὸ δὲ λευκὸν κατηγορούμενον, οὕτως δὲ τὸ ἔμπαλιν ὑπόκειται μὲν τὸ λευκόν, κατηγορεῖται δὲ ὁ κύκνος. οἱ μὲν οὖν παρὰ τὸ ἑπόμενον παραλογισμοὶ τοιοῦτοί εἰσι, δηλονότι ἀντιστρέφοντες τοὺς ὅρους καὶ ἕτερον προσλαμβάνοντες, καὶ τοιοῦτοι ἀποτελούμενοι.
“依循后件的[谬误推理]是偶性的一部分。” 在言辞之外的诡辩中,依循后件的谬误推理是第五种。他通过三段论推论,把这也纳入对反驳的无知之中。他是这样推论的:依循后件的谬误推理是偶性的一部分;出自偶性的谬误推理被归结为对反驳的无知;因此显而易见,依循后件的谬误推理也被归结为对反驳的无知。因为随蜜而来的黄色,以及降雨时地面湿透,都是偶性,前者属于蜜,后者属于地面。依循后件的谬误推理是偶性的一部分,这是清楚的。而它们的差异也是明显的;因为依循后件的反驳与依循偶性的反驳之所以不同,乃在于依循偶性的反驳只在一种情况下被采纳,即只采纳一次,而且不被换位。因为他所说的“只在一种情况下采纳”,指的是不换位,正如在此例中:“蜜是黄的,黄是颜色,颜色是性质;因此蜜是性质。”或者“在一种情况下采纳”意味着这样的事情:即诡辩者把偶性与底层主体当作一体且相同之物,并认为二者具有同一种本性;因为他说,“既然蜜与黄色是相同的,而黄色是颜色,所以蜜是颜色”;又如,“既然白色是天鹅,而天鹅是实体,所以白色也是实体”;抑或如此:“我是其所是的那个东西,你却不是;但我是一个人;因此你不是人。”因此,依循偶性的反驳只在一种情况下被采纳,而依循后件的反驳则总是在多数中被采纳,也就是说,总是在换位中被采纳;例如,“如果盗贼在夜间游荡,那么在夜间游荡的人也就是盗贼”;以及“如果将要成为僭主的人准备武器,那么准备武器的人也就是将要成为僭主的人”;“然而苏格拉底在夜间游荡,伯里克利在准备武器;因此苏格拉底是盗贼,伯里克利将要成为僭主”。因此,每当我们换位诸项(如在这些前述事例中那样),并在换位之后再附加一个项时,这样的诡辩就被称为依循后件的;而每当我们不进行换位,而是在已被采纳的命题之后直接附加另一个命题时(正如我们说“蜜是黄的,黄是颜色”时那样),该诡辩就是依循偶性的。因此依循后件的乃是依循偶性的一部分;因为依循偶性的谬误被区分为把诸项作为可换位的而加以采纳的,以及并非如此的。但也许有人会问:为什么他没有说“依循后件的总是处于换位中”,而是说“总是在多数中”?难道不是因为说“天鹅是白的”是一回事,而说“白是天鹅”则是另一回事吗?因为在前一种方式中,天鹅是底层主体,白是述谓;而在后一种方式中则相反,白是底层主体,天鹅是述谓。因此,依循后件的谬误推理就是这样一类的,显然是换位诸项并附加另一个项,以此种方式构成的。
- 1.35ἐφ’ ἑνὸς γὰρ μόνου λῆψιν τὸ μὴ ἀντιστρέφειν λέγει
由动词 λέγει 支配的双重宾格结构。主语为亚里士多德,直接宾语是 τὸ μὴ ἀντιστρέφειν(“不换位”),而 ἐφ’ ἑνὸς γὰρ μόνου λῆψιν(“只在一种情况下采纳”)用作谓词性宾格。
- 1.35ἀλλ’ ἴσως ἐρωτήσειέ τις, ὅτι διὰ τί οὐκ εἶπεν ‘οἱ παρὰ τὸ ἑπόμενον ἀεὶ ἐν ἀντιστροφῇ’, ἀλλ’ ἀεὶ ἐν πλείοσιν
连词 ὅτι 出现在疑问短语 διὰ τί 之前的赘用(pleonastic)结构。在后古典期及拜占庭希腊语散文中,引入间接或直接疑问时常有此类重叠用法。
