← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§61.1-62.2

限定与论点先取及假原因谬误向无知反驳的归结

亚历山大阐明依循在某方面与无条件的谬误以及对反驳定义的欠缺如何被归结为对反驳的无知(168b11)。随后他论证设定原本之题与假原因的谬误同样经由三段论及反驳的定义而被归结为对反驳的无知(168b22)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.33

" Οἱ δὲ παρὰ τὸ πῇ καὶ ἁπλῶς, ὅτι οὐ τοῦ αὐτοῦ ἡ κατάφασις καὶ ἡ ἀπόφασις." Δεύτερός ἐστιν, ὡς ἐμάθομεν, τῶν ἐκτὸς τῆς λέξεως παραλογισμῶν ὁ παρὰ τὸ πῇ καὶ ἁπλῶς. ὅτι δὲ καὶ οὗτος παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιάν ἐστι, πᾶσι καταφανές· ἔλεγχος γάρ ἐστιν, ὡς πολλάκις εἴρηται, ὅταν ἐξ ὧν δίδωσιν ὁ ἀποκρινόμενος συμβαίνῃ ἀποφάσκεσθαι ὃ κατέφησεν· ἐπὶ δὲ τούτου οὐχ οὕτως· οὐ γάρ, εἰ τοῦ ἀποκρινομένου διδόντος πῇ εἶναι λευκὸν τὸν Αἰθίοπα ὁ ἐρωτῶν δι’ ὅλου τοῦ σώματος μέλανα εἶναι αὐτὸν ἀποδείκνυσιν, εἰς ἀντίφασιν ἤγαγε τὸν προσδιαλεγόμενον.1 δῆλα δὲ τὰ λεγόμενα ἐξ ὧν εἴπομεν, ὅτε τὸν τρόπον τοῦτον κατ’ ἀρχὰς ἐξηγούμεθα. καὶ πάντες μὲν οὖν, φησίν, οἱ παραλογισμοὶ εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀναχθήσονται· φανερώτατοι δὲ μάλιστα πάντων τῶν εἰς αὐτὴν ἀναγομένων οἱ παρὰ τὴν λέξιν, ἔνθεν καὶ οὕτω προσηγορεύθησαν, ὡς τῆς λέξεως αἰτίας γινομένης τοῦ παραλογίζεσθαι. τὸ δὲ παρὰ γὰρ τοῦ λόγου τὴν ἔλλειψιν ἡ φαντασία γίνεται καθολικῶς λέλεκται. τοιοῦτο δέ ἐστι τὸ διὰ τούτου δηλούμενον, ὅτι πᾶς οἱοσδήποτε παραλογισμὸς καὶ πᾶσα φαντασία παραλογισμοῦ παρὰ ἔλλειψίν τινα γίνεται τοῦ λόγου, τουτέστι τοῦ ὁρισμοῦ τοῦ ἐλέγχου. ἢ λόγου τοῦ συλλογισμοῦ φησι καθ’ ὃν ὁ ἀληθὴς ἔλεγχος γίνεται· ὅταν γὰρ μηδέν τι ἐλλείπῃ τοῦ προειρημένου διορισμοῦ, ἔλεγχος ἀληθὴς γίνεται· ὅταν δέ τι ἐλλείπῃ, φαινόμενος.

“而依循在某方面与无条件[的谬误推理],乃是因为肯定与否定并非针对同一事物。” 正如我们所知,在言辞之外的谬误推理中,依循“在某方面”与“无条件”的是第二种。而这也是依循对反驳的无知,对所有人都是显而易见的;因为正如屡次言及的那样,当根据应答者所承认的前提,致使他此前肯定的事项遭到否定时,便是反驳;但在此情形下却非如此;因为并非若应答者承认埃塞俄比亚人在某方面是白的,而提问者证明他在整个身体上是黑的,提问者就已经把对话者引向了矛盾。所言之事根据我们当初注解该方式时所说的话乃是清楚的。他说,实际上所有的谬误推理都将被归结为对反驳的无知;而在所有被归结于此的谬误中,最明显的乃是依循言辞的那些,由此它们也被如此命名,即认为言辞是导致谬误推理的原因。而“因为见象是由于论证的欠缺而产生”这一句是普遍地言说的。通过这一句所表明的意思乃是如此:即任何一个谬误推理以及谬误推理的任何见象,都是由于论说(即反驳的定义)的某种欠缺而产生的。或者他指的是依凭其产生真正反驳的三段论的论说;因为当前述规定毫无欠缺时,产生真正的反驳;而当有所欠缺时,则产生表面上的反驳。

§1.34

"Οἵ τε παρὰ τὸ λαμβάνειν τὸ ἐν ἀρχῇ καὶ τὸ ἀναίτιον." Πάνυ σαφῆ εἰσι ταῦτα τοῦ Ἀριστοτέλους τὰ ῥήματα καὶ οὐδέν τι παρανενοημένον ἔχουσι· δηλοῦσι γὰρ ὅτι καὶ οἱ δύο οὗτοι παραλογισμοί, ὅ τε τὸ ἐν ἀρχῇ λαμβάνων καὶ ὁ τὸ ἀναίτιον ὡς αἴτιον τιθείς, δῆλοί εἰσιν ὡς εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνάγονται2 διὰ τοῦ ὁρισμοῦ τοῦ ἐλέγχου. ἐπειδὴ γὰρ ὁ ἔλεγχος, ὡς πολλάκις εἴρηται, συλλογισμός ἐστιν, ἐν δὲ τῷ συλλογισμῷ οὔτε τὸ ἐν ἀρχῇ κεῖσθαι δεῖ, καὶ τὰ κείμενα δὲ αἴτια χρὴ εἶναι τοῦ συμπεράσματος, ὁ τὸ ἐξ ἀρχῆς αἰτούμενος καὶ τὸ ἀναίτιον ὡς αἴτιον λαμβάνων δῆλον ὡς οὐ συλλογίζεται· εἰ δὲ μὴ συλλογίζεται, οὐδὲ ἐλέγχει. εἰσὶ δὲ καὶ οὗτοι τῶν ἐκτὸς τῆς λέξεως παραλογισμῶν· τέταρτος δὲ ὁ τὸ ἐν ἀρχῇ αἰτούμενος καὶ λαμβάνων, ἕκτος δὲ ὁ τὸ μὴ αἴτιον ὡς αἴτιον τιθείς.

“以及依循设定原本之题与非原因的[谬误推理]。” 亚里士多德的这些话极为清楚,没有任何被误解之处;因为它们表明,这两种谬误推理——即假定原本之题的谬误与把非原因作为原因提出来的谬误——显然也都是通过反驳的定义而被归结为对反驳的无知。因为正如屡次言及的那样,反驳是一种三段论,而在三段论中原本之题既不应当被设定,所设定的前提也必须是结论的原因,所以乞求初始之题并把非原因作为原因采纳的人显然没有进行三段论推论;而如果不作三段论推论,也就没有进行反驳。这些也属于言辞之外的谬误推理;第四种是乞求并设定原本之题的,第六种则是把非原因作为原因提出来的。

语法注2 条
  1. 1.33οὐ γάρ, εἰ τοῦ ἀποκρινομένου διδόντος πῇ εἶναι λευκὸν τὸν Αἰθίοπα ὁ ἐρωτῶν δι’ ὅλου τοῦ σώματος μέλανα εἶναι αὐτὸν ἀποδείκνυσιν, εἰς ἀντίφασιν ἤγαγε τὸν προσδιαλεγόμενον

    句首的否定词 οὐ 统摄整个条件句结构(即归结节的 ἤγαγε),构成“并非如果……就引向了[矛盾]”的整体否定。在条件节内部,属格独立结构(τοῦ ἀποκρινομένου διδόντος + 宾格不定式短语)与该分句的主语及限定动词(ὁ ἐρωτῶν ... ἀποδείκνυσιν + 宾格不定式短语)形成对照。

  2. 1.34δηλοῦσι γὰρ ὅτι καὶ οἱ δύο οὗτοι παραλογισμοί, ὅ τε τὸ ἐν ἀρχῇ λαμβάνων καὶ ὁ τὸ ἀναίτιον ὡς αἴτιον τιθείς, δῆλοί εἰσιν ὡς εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνάγονται

    此处使用了人称结构(δῆλοί εἰσιν ὡς ...),而非无人称结构 δῆλόν ἐστιν ὅτι ...,将从属分句的逻辑主语(καὶ οἱ δύο οὗτοι παραλογισμοί)提升为主格主语(先动/预取结构)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:61.1-62.2