← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§59.19-60.37

偶性谬误推理中的格之违背与表面反驳

注疏者通过对格的分析,证明依循偶性的谬误推理(三角形之特性、天鹅及狗是父亲的例子)违背了三段论规则因而并非有效的三段论,并解释了不了解真正反驳的知识人为何会被诡辩家显得反驳了。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.32#2

ἄλλως μὲν γὰρ τὸ λευκὸν ἐν τῇ ἐλάττονι προτάσει παρείληπται τῇ λεγούσῃ ‘ὁ Σωκράτης λευκός ἐστι’ καὶ ἄλλως ἐν τῇ μείζονι· ἐν μὲν γὰρ τῇ ἐλάττονι τὸ σύνθετον παρελήφθη, αὐτὴ λέγω ἡ οὐσία μετὰ τῆς ποιότητος, ἐν δὲ τῇ μείζονι μόνη αὐτὴ ἡ ποιότης· οὐ δεῖ δ’ οὕτως ἔχειν τὸν ἀληθῶς συλλογισμόν, ἀλλὰ τὸν αὐτὸν ὅρον καὶ ὁμοίως ἐν ταῖς δυσὶ προτάσεσι παραλαμβάνεσθαι. μᾶλλον δὲ οἶμαι τὸ τοιοῦτον σόφισμα ἀπὸ τοῦ Φαίδρου καὶ ἐνταῦθα παρειλῆφθαι, διὰ τὸ ἐκεῖσε τὸν Σωκράτην ὁμόδουλον ἑαυτὸν ἀποφαίνειν τῷ κύκνῳ, ἵν’ ᾖ ὁ λόγος οὕτως ἐν δευτέρῳ σχήματι ἐκ δύο καταφατικῶν μερικῶν συναγόμενος· ὁ Σωκράτης λευκός, ὁ κύκνος λευκός, ὁ Σωκράτης ἄρα κύκνος, ὡς εἶναι τὸ τοῦτο δέ ἐστι λευκὸν ἴσον τῷ ‘τοῦτο δὲ τὸ λευκὸν κύκνος ἐστί’, καὶ δεῖ παραλαμβάνειν ἀντὶ τοῦ λευκοῦ τὸν κύκνον. τὸ δὲ οὐδ’ εἰ τὸ τρίγωνον δυοῖν ὀρθαῖν ἴσας ἔχει κατασκευαστικόν ἐστι καὶ αὐτὸ τοῦ μὴ εἶναι τοῦ συμβεβηκότος συλλογισμόν. τοῦτο δέ ἐστιν ὅ φησιν· οὐ γὰρ εἰ τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, συμβέβηκε δ’ αὐτῷ καὶ σχήματι εἶναι, ὅ τι σχῆμα, ἐστὶ τοῦτο,1 τουτέστι τοῦτο, λέγω δὴ τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας, ὑπάρξει παντὶ σχήματι· τοῦτο γὰρ τὸ ὅ τι σχῆμα σημαίνει. ἢ οὕτω· οὐδ’ εἰ τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, συμβέβηκε δ’ αὐτῷ σχήματι εἶναι, ὅτι σχῆμα, ἀντὶ τοῦ ‘διότι σχῆμα τὸ τρίγωνον’, ἤδη παντὶ σχήματι τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ὑπάρξει· οὐ γὰρ ὡς ἐπὶ σχήματος ποιοῦμεν τὴν τῶν γωνιῶν ἀπόδειξιν, ἀλλ’ ὡς ἐπὶ τριγώνου. ἡ δὲ τῶν παραλογισμῶν ἀγωγὴ ἐν τρίτῳ σχήματι συναχθήσεται· τὸ τρίγωνον σχῆμά ἐστι, τὸ τρίγωνον τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει, τὸ σχῆμα ἄρα τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει. ὥστε καὶ τὸ τετράγωνον διὰ τὸ εἶναι σχῆμα τὰς γωνίας τοιαύτας ἔχει· τοῦτο δὲ ἄτοπον· οὐ γάρ ἐστι τὸ ὀκτάγωνον τοιοῦτον ἢ τὰ λοιπὰ σχήματα ἢ ὁ κύκλος. ἀλλὰ καὶ ὁ συλλογισμὸς ὁ συνάγων διὰ μέσου τοῦ τριγώνου, ὅτι ἡ ἀρχὴ καὶ τὸ πρῶτον δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, ἐν τρίτῳ συνάγεται σχήματι. δεῖ οὖν οὕτως εἰπεῖν· οὐκ εἰ τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, συμβέβηκε δ’ αὐτῷ καὶ σχήματι εἶναι ἢ πρώτῳ ἢ ἀρχῇ, διότι τοῦτο, τουτέστι τὸ τρίγωνον σχῆμά ἐστιν ἢ ἀρχὴ ἢ πρῶτον, ἤδη πᾶν σχῆμα τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἕξει· οὐ γὰρ ὡς ἐπὶ σχήματος τὰς τῶν γωνιῶν ἀποδείξεις ἀλλ’ ὡς ἐπὶ τριγώνου ποιοῦμεν, οὐδ’ ὡς ἐπὶ πρώτου ἢ ἀρχῆς. ὅμοιος τοῖς ῥηθεῖσιν παραλογισμοῖς ἐστι καὶ οὗτος· ὁ κύων σός ἐστιν· οὗτος πατήρ ἐστιν· ὁ κύων ἄρα σὸς πατήρ ἐστιν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων σοφισμάτων τῶν παρὰ τὸ συμβεβηκός· ἐλλιπὴς γὰρ ἡ λέξις. εἰ οὖν ὁ ἔλεγχος συλλογισμός τίς ἐστιν, ὁ δὲ ἀπὸ τοῦ συμβεβηκότος οὐκ ἔστι συλλογισμός, οὐδὲ ἔλεγχος ἄρα. διὰ δὲ τὸ ἀγνοεῖν τὸν κυρίως ἔλεγχον καὶ οἱ τεχνῖται καὶ ὅλως οἱ ἐπιστήμονες περὶ ἕκαστα ὑπὸ τῶν ἀνεπιστημόνων, ἤτοι τῶν σοφιστῶν, δοκοῦσιν ἐλέγχεσθαι· τοῦτο γάρ ἐστι τὸ ἐλέγχονται.2 ἕκαστος γὰρ ἐπιστήμων, εἰ τύχῃ ἀγνοῶν τίς ὁ ἔλεγχος, ἀπατηθήσεται περὶ ἐκεῖνα, περὶ ἃ ἔστιν ἐπιστήμων, ὑπὸ τοῦ ἀνεπιστήμονος, ὅστις ἐστὶν ὁ σοφιστής· οἷον ὁ περὶ τὰ μαθηματικὰ ἢ τὰ μουσικὰ ἐπιστήμων ἀγνοῶν τὸν ἀπὸ τοῦ συμβεβηκότος συλλογισμὸν ἢ ἔλεγχον ἀπατηθήσεται· ἀπὸ γὰρ τῶν συμβεβηκότων ποιοῦνται πρὸς τοὺς ἐπιστήμονας οἱ ἀνεπιστήμονες τοὺς συλλογισμούς. οἱ δὲ ἐπιστήμονες, εἰ τύχωσι μὴ δυνάμενοι διαιρεῖν καὶ διακρίνειν ποῖοι οἱ ἀπὸ τῶν καθ’ αὑτὸ συλλογισμοὶ καὶ ποῖοι οἱ ἀπὸ τῶν κατὰ συμβεβηκός, ἢ ἐρωτώμενοι συγχωροῦσι τὰ ἐρωτηθέντα καὶ ἐλέγχονται, ἢ μὴ συγχωροῦντες ἀλλὰ τὴν σιωπὴν τιμῶντες καὶ οὕτως συγκατανεύειν τῇ ἐρωτήσει παρὰ τῶν ἀκουόντων ὑπολαμβάνονται διὰ τὸ τὴν σιωπὴν συγκαταθέσεως εἶναι δηλωτικήν.

因为在声称“苏格拉底是白的”的小前提中,“白”是以一种方式被采纳的,而在大前提中则是以另一种方式被采纳的;因为在小前提中采纳的是复合体,即伴随着性质的实体自身,而在大前提中采纳的则仅仅是性质自身。但真正的三段论不应当是这样,而是必须在两个前提中同样地采纳相同的词项。但我更认为,此类诡辩也是从《斐德罗篇》采纳到这里的,因为苏格拉底在那里声称自己与天鹅同为主人的仆人,从而使该论证在第二格中由两个特称肯定前提推导如下:“苏格拉底是白的,天鹅是白的,所以苏格拉底是天鹅”,以至于“而这是白”与“而这个白的东西是天鹅”相等同,并且必须用天鹅代替白。而“如果三角形具有等于两直角[的内角],也并非……”这一句,本身也是对不存在偶性的三段论的确证。他的意思乃是:因为并非如果三角形具有等于两直角的角,且对它而言成为图形也是偶性的,凡是图形的事物就都是这个,也就是这个——我指具有等于两直角的三个角——将属于每一个图形;因为“凡是图形的事物”指的就是这个。或者如此[解释]:即便三角形具有等于两直角的角,且对它而言成为图形也是偶性的,“由于它是图形”,代替“因为三角形是图形”,具有等于两直角的三个角也不会就已经属于每一个图形;因为我们并非就图形做出关于角的证明,而是就三角形做出的。而这些谬误推理的推演将在第三格中被推导出来:“三角形是图形,三角形具有等于两直角的三个角,所以图形具有等于两直角的三个角”。从而正方形也由于是图形而具有这样的角;但这荒谬;因为八边形不是这样的,其余图形或圆也不是这样的。不仅如此,通过三角形作为中项而推导出本原和在先者具有等于两直角的角的三段论,也是在第三格中推导出的。因此必须如此言之:并非如果三角形具有等于两直角的角,且对它而言成为图形、或在先者、或本原也是偶性的,由于这个——即三角形——是图形或本原或在先者,每一个图形就都已经具有等于两直角的三个角;因为我们并非就图形做出关于角的证明,而是就三角形做出的,也不是就在先者或本原做出的。与上述谬误推理相似的还有这一个:“这只狗是你的;这是一位父亲;所以这只狗是你的父亲”。关于依循偶性的其他诡辩也是同样;因为词句是残缺的。因此,如果反驳是某种三段论,而从偶性而来的论证不是三段论,那么它也就不是反驳。并且由于不知道严格意义上的反驳,各个领域的行家乃至知识人整体,都被认为是被无知者即诡辩家所反驳的;因为“他们被反驳”就是这个意思。因为每一位知识人,如果碰巧不知道反驳是什么,就会在他拥有知识的那些事物上被无知者(即诡辩家)所欺骗;例如,通晓数学或音乐的人如果不知道从偶性而来的三段论或反驳,就会受骗;因为无知者乃是从偶性出发对知识人构造三段论的。而知识人如果碰巧不能区分和辨别哪些是从自身属性而来的三段论,哪些是从偶性而来的三段论,要么在被提问时应允了所问之事而被反驳,要么并不应允而是保持沉默,即便如此也被听众认为是对提问表示默许,因为沉默表示同意。

语法注2 条
  1. 1.32ὅ τι σχῆμα, ἐστὶ τοῦτο

    注疏者对原文提出了两种句法解释。第一种将 ὅ τι 作不定关系代词(“凡是图形的事物都是这个”,即具有等于两直角的角);第二种(紧接着在 ἢ οὕτω 处)将 ὅτι 理解为等同于 διότι 的原因连词(“因为三角形是图形”)。

  2. 1.32τοῦτο γάρ ἐστι τὸ ἐλέγχονται

    对亚里士多德原文中动词 ἐλέγχονται(“他们被反驳”)的句法释义。承接紧接在前的 δοκοῦσιν ἐλέγχεσθαι(“他们似乎被反驳”),注疏者说明这里的被动态“被反驳”所表达的是外表上被视作被反驳,而非真正客观的被反驳。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:59.19-60.37