← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§57.32-59.19

偶性谬误向无知反驳的归结

注解者阐明了亚里士多德在《诡辩驳斥》第6章中依据三段论的定义将根据偶性的谬误归结为对反驳的无知,并辨析了三段论与真正反驳的结构差异以及因中项缺陷导致的推论失效。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.32#1

" Οἱ δὲ παρὰ τὸ συμβεβηκὸς ὁρισθέντος τοῦ συλλογισμοῦ.1" Ἀνήγαγε μὲν ἐν τοῖς ἄνωθεν εἰρημένοις τοὺς παρὰ τὴν λέξιν παραλογισμοὺς εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν. νῦν δὲ καὶ τὸν πρῶτον τῶν ἐκτὸς τῆς λέξεως τὸν παρὰ τὸ συμβεβηκὸς εἰς τὴν τοῦ ἐλέγχου ἀνάγει ἄγνοιαν, καὶ φησὶν ὡς ἀπὸ τοῦ ὁρισμοῦ τοῦ συλλογισμοῦ φανερὸν γενήσεται καὶ ἡ εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν τῶν τοιούτων σοφισμάτων ἀναγωγή. ὅτι δὲ ἀπὸ τοῦ ὁρισμοῦ τοῦ συλλογισμοῦ εἰς τὴν ῥηθεῖσαν ἀνάγεται τοῦ ἐλέγχου ἄγνοιαν, πιστοῦται ἐκ τοῦ τὸν συλλογισμὸν ὁρίσασθαι· εἰ γὰρ συλλογισμός ἐστι “λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων συμβαίνει”, ἐπὶ δὲ τοῦ συμβεβηκότος οὐκ ἀπὸ τῶν κειμένων ἕτερόν τι συνάγεται, ὁ ἀπὸ τοῦ συμβεβηκότος ἄρα οὐκ ἔστι συλλογισμός, διὸ οὐδὲ ἔλεγχος. φανερὸν ἄρα ὡς καλῶς καὶ οὗτος ἀνάγεται εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν· ἀγνοεῖ γὰρ πῶς δεῖ ἐλέγχειν ὁ οὕτως ἐλέγχειν δοκῶν. τούτῳ δὲ τοῦ ἐλέγχου ὁ συλλογισμὸς διενήνοχε, τῷ προσκεῖσθαι ἐπ’ αὐτοῦ τὴν ἀντίφασιν·2 ἔλεγχος γάρ ἐστι συλλογισμὸς μετὰ ἀντιφάσεως τοῦ συμπεράσματος. εἰ γάρ τις συλλογίσαιτο τὸν ἄνθρωπον κατ’ οὐδενὸς λίθου διὰ μέσου τοῦ ζῴου οὕτω λέγων ‘τὸ ζῷον κατὰ παντὸς ἀνθρώπου, τὸ ζῷον κατ’ οὐδενὸς λίθου’, ἐνίσταται δέ τις πρὸς αὐτὸν μὴ οὕτως ἔχειν τὸ συναγόμενον, ἀλλὰ κατά τινὸς λίθου κατηγορεῖσθαι τὸν ἄνθρωπον, εἰ τοῦτο τεθῇ, προσληφθῇ δὲ καὶ ἡ ἑτέρα πρότασις ἡ τὸ ζῷον ἀπὸ τοῦ λίθου ἀποφάσκουσα, ἐν τρίτῳ σχήματι ὁ συλλογισμὸς γενήσεται τὸ ζῷον κατ’ οὐ παντὸς ἀνθρώπου συνάγων, ὅπερ ἐστὶ ψεῦδος· παντὶ γὰρ ἀνθρώπῳ τὸ ζῷον· καὶ οὕτως ὁ συλλογισμὸς τοῦ ἐλέγχου γενήσεται τὴν ἀντίφασιν τοῦ πρώην ἔχων συμπεράσματος. οὗτος οὖν ὁ κυρίως ἔλεγχος, ἐν ᾧ ἡ ἀντίφασις τοῦ συμπερανθέντος παραλαμβάνεται. ὁ δ’ ἀπὸ τοῦ συμβεβηκότος οὐκ ἔλεγχος. ἐν δευτέρῳ δὲ σχήματι καὶ τὸν τοιοῦτον συνακτέον συλλογισμόν. ὅτι μὲν οὖν ὁ ἔλεγχος συλλογισμὸς ἀντιφάσεως, εἴρηταί τε καὶ δέδεικται. ὅτι δὲ καὶ περὶ ἄλλων τινῶν, οὐ μὴν ἀλλὰ καὶ περὶ τούτου καὶ Ἀριστοτέλης αὐτὸς ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν εἴρηκε καὶ ἡμεῖς ἐν ταῖς ἡμετέραις εἰς ἐκεῖνα σχολαῖς, οἱ τῷ τοιούτῳ ἐντυχόντες ὑπομνήματι γνώσονται, ἐν ᾧ καὶ τὸν ἀπὸ τοῦ συμβεβηκότος μὴ ὄντα συλλογισμὸν ἀπεδείξαμεν διὰ τὸ μὴ ἐκ τῶν κειμένων συνάγειν τι ἕτερον. παντὶ γὰρ δῆλον ὡς οὐκ ἔστιν ὁ τοιοῦτος σώζων ἐν ἑαυτῷ τὸν τοῦ συλλογισμοῦ ὁρισμόν· τὸ γὰρ τὸν ἄνθρωπον λέγειν μουσικόν, τὸ δὲ μουσικὸν συμβεβηκός, εἶτα τὸν ἄνθρωπον συνάγειν συμβεβηκὸς καὶ τὴν οὐσίαν ποιὸν πόρρω τῆς συλλογιστικῆς μεθόδου ἐστί. τὸ δὲ οὐ γὰρ εἰ τούτων ὄντων ἀνάγκη τόδε εἶναι3 κατασκευαστικὴ αἰτία ἐστὶ τοῦ μὴ εἶναι τὸν ἀπὸ τοῦ συμβεβηκότος συλλογισμὸν συλλογισμόν. κειμένων μὲν γάρ τινων κατὰ τὴν συλλογιστικὴν μέθοδον κατ’ ἐκείνην συνάγεται συλλογιστικὸν καὶ τὸ συναγόμενον· εἰ δὲ μή, ὡς ἡ τέχνη παρακελεύεται, οἱ ὅροι τεθῶσιν, ἀλλ’ ἄλλως ληφθῶσι καὶ ἄλλως,4 οὐδὲ τὸ συμπέρασμα τεχνηέντως συμπερανθήσεται, ὥσπερ δὴ κἀπὶ τοῦ παραδείγματος γινόμενον φαίνεται. ἀσάφειαν δὲ τῷ λόγῳ ἐνεποίησε διά τε τοῦ τὸν ἐλάττονα ὅρον παραλιπεῖν, εἰ καὶ μὴ πάντῃ, καὶ διὰ τοῦ τὸ τόδε τι ἐπὶ τοῦ συνθέτου λαβεῖν ἐπὶ οὐσίας μόνης λεγόμενον· πᾶσα γὰρ οὐσία τόδε τι σημαίνειν δοκεῖ. δεῖ οὖν καταστῆσαι τὴν λέξιν καὶ οὕτως εἰπεῖν· οὐ γὰρ εἰ τούτων ὄντων ἀνάγκη τόδε εἶναι, ἤτοι οὐ γὰρ εἰ Σωκράτους ὄντος λευκόν ἐστι, τὸ δὲ λευκὸν χρῶμα διακριτικὸν ὄψεως (ἀντὶ γὰρ τοῦ χρώματος τὸ λευκὸν παρέλαβεν), ἀνάγκη τὸν Σωκράτην χρῶμα εἶναι διακριτικὸν ὄψεως διὰ τὸν ἐπισυναχθέντα ψευδῆ συλλογισμόν· τούτου γὰρ δηλωτικὸν τὸ διὰ τὸν συλλογισμόν. ἢ τὸ διὰ τὸν συλλογισμὸν ἀντὶ τοῦ ‘διὰ τὸν φαινόμενον μὲν εἶναι συλλογισμὸν μὴ ὄντα δὲ διὰ τὸ ἀπὸ τοῦ συμβεβηκότος συναγόμενον ψεῦδος’. οὐ γὰρ συλλογισμὸς ὁ τοιοῦτος διὰ τὸ μηδὲ τὸν αὐτὸν μέσον ἐν ἀμφοτέραις λαμβάνεσθαι ταῖς προτάσεσιν, εἰ καὶ τοῖς ἀτέχνοις συλλογισμὸς καὶ τὸ τοιοῦτον δοκεῖ.

“根据偶性而来的[谬误],是在三段论被定义之后[得以明了的]。” 他在上文中把依循词句的谬推归结为对反驳的无知。如今,他也把词句之外的第一个谬误,即根据偶性而来的谬误,归结为对反驳的无知,并说,从三段论的定义出发,此类诡辩向对反驳之无知的归结也将变得明显。至于从三段论的定义出发归结为上述对反驳的无知,则是从对三段论加以定义这一点得到确证的。因为,如果三段论是“在某些事物被设定时,得出有别于所设定事物的某种其他事物的言论”,但在偶性的情况下并非从所设定的事物得出某种其他事物,那么从偶性而来的言论就不是三段论,因此也不是反驳。显然,这个谬误也被恰当地归结为对反驳的无知;因为这样自以为在反驳的人,乃是不知道应当如何反驳。三段论与反驳的不同之处正在于:在它之上附加了矛盾;因为反驳乃是伴有结论之矛盾的三段论。因为如果有人通过“动物”这一中项,这样说道:“动物属于每一个人,动物不属于任何石头”,从而推论出人决不属于任何石头,而有人向他提出异议,认为推导出的结论并非如此,而是人述说于某个石头,那么,如果这一条被设定,并且又附加了把动物从石头上否定的另一个前提,三段论就将在第三格中生成,推导出动物并非属于每一个人,而这是假的;因为动物属于每一个人;这样一来,具有前一结论之矛盾的反驳的三段论便生成了。因此,这才是严格意义上的反驳,在其中采纳了先前所结论者的矛盾。而从偶性而来的则不是反驳。而且在第二格中也必须推导出这样的三段论。因此,反驳是矛盾的三段论这一点,既已被道出也已被证明。亚里士多德本人不仅就其他某些问题,而且尤其是就此问题,在《前分析篇》第二卷中讲过,我们在针对那些著作的讲录中也讲过,凡读到这类注解录的人都会知晓,我们在其中也证明了从偶性而来的言论由于未能从所设定的前提推导出某种不同的事物因而并非三段论。因为对所有人来说都是显而易见的:此类言论并没有在自身中保全三段论的定义;因为说人是懂音乐的,而懂音乐的是偶性,继而推导出人是偶性,即实体是性质,这远离了三段论的方法。而“因为并非如果这些存在,就必然有这个存在”这一句,正是从偶性而来的言论不是三段论的证明性根据。因为如果某些事物按照三段论的方法被设定,推导出的东西也就按照该方法被合三段论地推导出来;但如果词项没有按照技艺所吩咐的那样被设定,而是杂乱地被选取,结论也就不会合乎技艺地被得出,正如在范例中所见到的那样。他在用语中造成晦涩,既是因为省略了小项(即便并非完全省略),也是因为把仅用于实体的“这个”取用于复合体;因为每一个实体似乎都表示“这个”。因此必须整饬词句并如此言之:“因为并非如果这些存在,就必然有这个存在”,也就是说,并非如果苏格拉底存在便有白的存在,而白是分解视觉的颜色(因为他用白代替了颜色),就必然由于所追加推导出的假三段论而使苏格拉底成为分解视觉的颜色;因为“由于三段论”正是表明此点的。或者,“由于三段论”代表“由于那表面看来是三段论、但因从偶性所推导出的假而并非三段论者”。因为此类言论不是三段论,乃是由于在两个前提中都没有采纳相同的词项作为中项,即便在不通技艺的人看来此类言论也是三段论。

语法注4 条
  1. 1.32ὁρισθέντος τοῦ συλλογισμοῦ

    属格绝对结构(genitivus absolutus)。在经文引语(lemma)中省略了主动词,用作时间或手段/原因分词:“在三段论被定义之后/由于三段论被定义”。

  2. 1.32τούτῳ δὲ τοῦ ἐλέγχου ὁ συλλογισμὸς διενήνοχε, τῷ προσκεῖσθαι ἐπ’ αὐτοῦ τὴν ἀντίφασιν

    预先指引(prolepsis)与关系与格:τούτῳ 预指后文带冠词的不定式短语 τῷ προσκεῖσθαι...。动词 διενήνοχε 支配比较属格 τοῦ ἐλέγχου,构成同位结构,意为“三段论与反驳的不同之处正在于:矛盾附加于其上”。

  3. 1.32οὐ γὰρ εἰ τούτων ὄντων ἀνάγκη τόδε εἶναι

    否定词统辖下的条件句缩略结构:否定词 οὐ 位于句首,否定由条件导出的必然结果(ἀνάγκη τόδε εἶναι),即“并非如果这些存在,就必然有这个存在”。τούτων ὄντων 为条件从句内部的属格绝对结构。

  4. 1.32ἀλλ’ ἄλλως ληφθῶσι καὶ ἄλλως

    副词 ἄλλως 的叠用成语(ἄλλως... καὶ ἄλλως),意为“以各种各样的方式”、“杂乱无章地”,与前文的 ὡς ἡ τέχνη παρακελεύεται(“如技艺所吩咐的那样”)相对立,指词项未按逻辑规则而被随意选取。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:57.32-59.19