- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:56.32-57.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《辨谬篇》168a23,阐明结合与分割的谬误因意义的不同而归结为对反驳的无知,并进一步论证即便使用同义词(外衣与披风),若缺乏名称的同一性,也不能构成真正的反驳。
τὰ γὰρ γράμματα χωρὶς καὶ τὸ ‘ἐπίσταται’ χωρὶς οὐ ταὐτὸν σημαίνει καὶ συντεθέντα,1 ὡς ἐπὶ τοῦ ‘γράμματα ἐπίσταται’· ἀλλὰ καὶ ‘ὁ Σωκράτης κάθηται, ὁ καθήμενος δύναται βαδίζειν, ὁ Σωκράτης βαδίζει’ οὐ ταὐτὸν σημαίνει, ὥσπερ εἴρηται καὶ πρότερον. ταῦτα εἰπὼν λέγει τὴν αἰτίαν δι’ ἣν ἀναχθήσονται οἱ προειρημένοι παραλογισμοὶ εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν· ἔστι δὲ αὕτη τὸ μὴ τὸ αὐτὸ σημαίνειν τὸ ὁμώνυμον καὶ τὸν ἀμφίβολον λόγον. νοηθήσεται δὲ καὶ περὶ τῆς συνθέσεως καὶ διαιρέσεως τοῦτο εἰρῆσθαι, ὅτι εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν οὗτοι ἀναχθήσονται παρὰ τὸ μὴ ταὐτὸ σημαίνειν. τὸ γὰρ ‘βαδίζει’ καὶ τὸ ‘δύναται βαδίζειν’, ναὶ μὴν καὶ τὸ ‘οὗ καταλύεις’ καὶ τὸ ‘οὐ καταλύεις’ οὐ ταὐτὸν σημαίνει· ὁ γὰρ ἀμφίβολος λόγος καὶ τὸ ὄνομα τὸ διαφέρον οὐ ταὐτὸν σημαίνουσι. χρεὼν δὲ εἶναι καὶ τοῦτο, ἤγουν τὸ ὄνομα μὴ διάφορα σημαίνειν· ὥσπερ γὰρ τὸ πρᾶγμα ἓν καὶ ταὐτὸν εἶναι δεῖ, εἰ μέλλει ἔλεγχος γενέσθαι, οὕτω καὶ τὸ ὄνομα οὐ πολλῶν εἶναι δηλωτικόν. ὥσπερ γάρ, φησίν, οὐ γίνεται ἔλεγχος, ἂν ἐπ’ ἄλλου μὲν πράγματος ὁ ἐρωτώμενος καταφήσῃ, ἐπ’ ἄλλου δὲ τὴν ἀντίφασιν τὴν δοκοῦσαν συναγάγῃ2 ὁ ἐρωτῶν, οὕτω, κἂν τὸ πρᾶγμα μὲν ἓν ᾖ πολυώνυμον δέ, μὴ ἐπὶ τοῦ αὐτοῦ δὲ ὀνόματος, ἐφ’ οὗ κατέφησεν ὁ ἐρωτώμενος, συναγάγῃ τὴν ἀντίφασιν ὁ ἐρωτῶν, οὐ δοκεῖ ἔλεγχος ἀληθὴς γίνεσθαι, ἀλλ’ ἔτι ἐρωτήματος δεῖ εἰ ταὐτόν ἐστι τοῦτο κἀκεῖνο. οἷον εἴ τις οὕτως συλλογίσεται· πότερον καὶ Σκύθαι καὶ οἱ ἄλλοι ἄνθρωποι τὰ δυνατὰ ὁρᾶν ὁρῶσιν ἢ τὰ ἀδύνατα; τὰ δυνατὰ δήπου· οὐκοῦν καὶ σὺ καὶ ἐγώ; ναί· ὁρᾷς δὲ τὰ ἡμέτερα λώπια; ναί· δυνατὰ οὖν ὁρᾶν ἐστι ταῦτα· ὁρᾷ ἄρα τὰ ἡμέτερα ἱμάτια· ἀλλὰ καὶ οὐχ ὁρᾷ· ἐπὶ τούτου, εἰ καὶ ταὐτόν ἐστι τὸ λώπιον καὶ τὸ ἱμάτιον, ἀλλ’ ὅμως διὰ τὸ πολλοὺς τῶν ἀκουόντων ἀορισταίνειν δεῖται ὁ λόγος ἐρωτήματος εἰ ταὐτόν ἐστι τὸ λώπιον τῷ ἱματίῳ. δεῖ οὖν ὥσπερ τὸ πρᾶγμα εἶναι ταὐτὸν καὶ ἕν, εἰ μέλλει ἔλεγχος ἔσεσθαι, οὕτω καὶ τὸ ὄνομα τὸ αὐτὸ καὶ ἓν εἶναι καὶ μὴ ἱματίου προκειμένου ἀποδεικνύναι λώπιον ἀλλὰ ἱμάτιον. ἀληθὴς μὲν γὰρ ὁ συλλογισμός ἐστι κἀκεῖνος ὁ ἀντὶ ἱματίου λώπιον συλλογισάμενος, ἀλλ’ ἐπειδή, εἰ ἀγνοεῖ τις ὅτι ταὐτόν ἐστι τὸ ἱμάτιον τῷ λωπίῳ, θροηθήσεται οὐκ ἀπεικότως κἀντεῦθεν ζητήσει τὸ διὰ τί, διὰ τοῦτό φησι μὴ συλλογίζεσθαι τὸν οὕτω συλλογιζόμενον.3
因为单独的“字母”与单独的“懂得”,与它们结合起来时所表明的并不相同,正如在“他懂得字母”中那样;而且正如前面也已说过的,“苏格拉底正坐着,坐着的人能行走,[因此]苏格拉底行走”所表明的也并不相同。说了这些之后,他陈述了上述谬误推理将被归结为对反驳的无知的原因;而这原因就是同音异义的名词与两可的言述并不指示同一件事。并且也可以理解为,这一点也是关于结合与分割而言的,即它们也是由于不指示同一件事而被归结为对反驳的无知。因为“行走”与“能行走”,确实还有“你住宿之处”与“你不住宿”,所表明的并不相同;因为两可的言述与不同的名称所表明的并不相同。而且这也是必要的,即名称不应指示不同的事物;因为正如若要产生反驳,实事必须是单一且同一的一样,名称也同样不可指示多种事物。他说,因为正如如果被问者就一件实事作出肯定,而提问者就另一件实事推导表面上的矛盾,反驳便不能产生那样;同样,即使实事是单一的却有多重名称,提问者若不是在被问者所肯定的同一名称上推导矛盾,似乎就不能产生真正的反驳,反而仍需要发问这一个与那一个是否相同。例如,若有人这样进行推论:“斯基泰人和其他人看到的是能看之物还是不能看之物?”“当然是能看之物。”“那么你和我也是如此吗?”“是的。”“那你看到我们的披风[lōpia]了吗?”“看到了。”“那么这些就是能看的;所以我们的外衣[himatia]在看;但它们也并没有在看。”在这种情况下,即使披风与外衣是同一事物,但由于听者中有许多人无法确定,这一论证仍需要发问披风与外衣是否相同。因此,正如若要产生反驳,实事必须是同一且单一的一样,名称也必须是同一且单一的,而不可在设定了外衣时去证明披风,而必须证明外衣。因为代替外衣而推导出披风的那个推论固然也是真的,但由于如果有人不知道外衣与披风是同一回事,他理所当然会感到困惑,并由此追问“为什么”,所以他说以这种方式推论的人并不是在推论。
- 1.31οὐ ταὐτὸν σημαίνει καὶ συντεθέντα
καὶ συντεθέντα 中的 καί 与前文的 ταὐτόν 呼应,构成表示同一与比较的句式(ταὐτὸν ... καί),意为“与结合时[相同]”。
- 1.31ὥσπερ γάρ, φησίν, οὐ γίνεται ἔλεγχος ... οὕτω, κἂν ... συναγάγῃ
此句为 ὥσπερ ... οὕτω 的呼应结构,在后半主句中嵌套了让步条件从句(κἂν τὸ πρᾶγμα μὲν ἓν ᾖ ... μὴ ἐπὶ τοῦ αὐτοῦ δὲ ὀνόματος ... συναγάγῃ)。其中 μὴ ἐπὶ τοῦ αὐτοῦ δέ 的 δέ 与前面的 μέν 相应,构成条件从句内部的对照。
- 1.31διὰ τοῦτό φησι μὴ συλλογίζεσθαι τὸν οὕτω συλλογιζόμενον
这是由 φησί 统辖的宾格带不定式结构,宾格分词短语 τὸν οὕτω συλλογιζόμενον(如此推论的人)作为不定式 μὴ συλλογίζεσθαι 的逻辑主语。
