- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:56.1-56.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解阐述了亚里士多德在168a23中如何将依于措辞的谬误(同音异义、两可、字面形式)因缺乏反驳定义中“关于同一且单一实事”的规定而归结为对反驳的无知,并论证了结合与分割同样依此得以归结。
" Τῶν μὲν γὰρ ἐν τῇ λέξει οἱ μέν εἰσι παρὰ τὸ διττόν." Εἶπεν ὅτι τῶν παραλογισμῶν ἕκαστος ἀναχθήσεται εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν. καὶ ἁπλῶς μὲν ἓν ἔφησεν ἀπελέγχον τοὺς παραλογισμούς, τὸ μὴ ἐκ τῶν κειμένων αὐτοὺς συνάγεσθαι, ὅπερ καὶ ἐν τῷ διορισμῷ τοῦ ἐλέγχου εἴρητο. νῦν δὲ καὶ παρ’ ἓν ἕκαστον τῶν μερῶν τοῦ ἐλέγχου γίνεσθαι τούτους διδάσκει, καὶ πρότερον τὸν ἐκ τῆς ὁμωνυμίας φησὶ γίνεσθαι παρὰ τὸ μὴ ἓν εἶναι τὸ ὄνομα καὶ τὸ πρᾶγμα καὶ τὸν ἐκ τῆς ἀμφιβολίας· τούτους γὰρ ἐδήλωσε διὰ τοῦ ἥ τε ὁμωνυμία καὶ ὁ λόγος. οὗτοί τε οὖν καὶ ἡ ὁμοιοσχημοσύνη τῆς λέξεως, τουτέστιν οἱ παρὰ τὸ σχῆμα τῆς λέξεως, ὅτι παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν γίνονται, δῆλον·1 κεῖται γὰρ τὸν ἔλεγχον εἶναι “τοῦ αὐτοῦ καὶ ἑνός, μὴ ὀνόματος ἀλλὰ πράγματος”· οἱ δὲ ἐκ τῆς ὁμωνυμίας καὶ ἀμφιβολίας ἐξ ὀνομάτων εἰσὶ καὶ λόγων οὐχ ἁπλῶν ἀλλὰ διάφορα σημαινόντων, ναὶ μὴν καὶ ἡ ὁμοιοσχημοσύνη. τό τε γὰρ μανθάνειν δύο σημαίνει καὶ ὁμώνυμον, ἀλλὰ καὶ ὁ ἀμφίβολος λόγος ὁ ‘ὃ ὁρᾷ τις, τοῦτο ὁρᾷ’ λέγων δύο παρεμφαίνει, τόν τε ὁρῶντα καὶ τὸ ὁρώμενον· καὶ τὸ ἐνεργεῖν περὶ τὴν μάθησιν δύο ταῦτα δηλοῖ, ὡς εἴρηται· πάθους γάρ ἐστι καὶ ἐνεργείας σημαντικόν, ὅπερ ἐστὶ τοῦ παρὰ τὸ σχῆμα τῆς λέξεως συλλογισμοῦ. δῆλον οὖν ὡς εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν καὶ οἱ τρεῖς οὗτοι ἀναχθήσονται, ὅτι οὐ πράγματός εἰσιν ἑνός· δεῖ δὲ τὸν συλλογιζόμενον καὶ ἔλεγχον ποιῆσαι βουλόμενον τὸ αὐτὸ καὶ ἓν πρᾶγμα λαμβάνειν. τὸ δὲ σύνηθες γὰρ τὸ πάντα ὡς τόδε τι σημαίνειν περὶ τῆς ἀμφιβολίας δοκεῖ εἰρῆσθαι,2 οὐ περὶ τοῦ παρὰ τὸ σχῆμα τῆς λέξεως παραλογισμοῦ, ὃν ὁμοιοσχημοσύνην, ὡς εἴρηται, ἐνταῦθα λέγει· σύνηθες γὰρ σιγῶντα λέγειν μὴ μόνον τὸν σιγῶντα ἀλλὰ καὶ τὰ σιγώμενα καὶ ὁρῶντα τόν τε ὁρῶντα καὶ τὰ ὁρώμενα. ἐπήγαγε δὲ τοῦτο ἀναμιμνήσκων τοῦ ἔμπροσθεν εἰρημένου, ὅτι εἷς τρόπος τῶν παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν καὶ οὗτος, “ὅταν εἰωθότες ὦμεν οὕτω λέγειν”. καὶ ἡ ἀπὸ τῆς συνθέσεως, φησί, καὶ διαιρέσεως ἀπάτη εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀναχθήσεται· δεῖ γὰρ ἐπὶ τοῦ κυρίως ἐλέγχου τὸ αὐτὸ δηλοῦσθαι καὶ χωρὶς καὶ μετὰ τῆς συνθέσεως· ὅπερ ἐπὶ τῆς συνθέσεως καὶ τῆς διαιρέσεως οὐ συμβαίνει, ἀλλ’ ἕτερον μέν ἐστι τὸ χωρὶς ὑπὸ τῶν ὀνομάτων ἢ ῥημάτων δηλούμενον, ἕτερον δὲ τὸ ὑπὸ τῆς τούτων συνθέσεως.
“因为在措辞中的那些谬误中,有些是依于双重意义的。” 他曾说过,每一个谬误推理都将被归结为对反驳的无知。而且他曾笼统地指出驳斥这些谬误推理的一个要点,即它们并非出自所设定的前提推导出来,而这一点在反驳的限定中也已被言明。但现在他也教导说,这些谬误是依照反驳的每一个组成部分而产生的,并且首先指出,出自同音异义的谬误推理是由于名称与实事不合为一而产生的,出自两可的谬误推理亦然;因为他通过“同音异义和命题”表明了这些。因此显然,这些谬误推理以及措辞的同形性——即依于字面形式的谬误推理——是由于对反驳的无知而产生的;因为已设定反驳是“关于同一且单一的事物,不是关于名称而是关于实事”。而出自同音异义和两可的谬误推理,是出自并非单一而是指示不同事物的名称与言述,确实,同形性亦是如此。因为“学习”意味着两件事因而是同音异义的,而且说“某人所见之物,此物在看”的两可言述也暗示了两者,即看见者与被看见者;而就学习从事活动也表明了这两件事,正如前述;因为它是兼具承受与活动的指示,而这正是属于依于字面形式之推论的。因此显而易见,这三者也将被归结为对反驳的无知,因为它们不是关于单一实事的;而进行推论并意图作出反驳的人,必须采纳同一且单一的实事。至于“因为通例是把一切事物都指示为‘这一个’”这一表述,似乎是关于两可而言的,而不是关于依于字面形式的谬误推理——正如前述,他在这里称之为同形性;因为通例不仅把沉默的人称为“沉默的”,而且把被保持沉默的事物也称为“沉默的”,并且不仅把看见的人而且把被看见的事物也称为“看见的”。他附加上这一点,是为了提醒此前说过的论点,即依于同音异义和两可的方式之一也是“每当我们习惯于这样说的时候”。他说,出自结合与分割的欺骗也将被归结为对反驳的无知;因为在严格意义的反驳中,不论脱离结合还是伴随结合,所表明的必须是同一件事;而在结合与分割的情况下并非如此,名词或动词各自独立所表明的是一回事,而由它们的结合所表明的则是另一回事。
- 1.31οὗτοί τε οὖν καὶ ἡ ὁμοιοσχημοσύνη τῆς λέξεως, τουτέστιν οἱ παρὰ τὸ σχῆμα τῆς λέξεως, ὅτι παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν γίνονται, δῆλον
前置的主格成分 οὗτοί τε οὖν καὶ ἡ ὁμοιοσχημοσύνη... 作为后随 ὅτι 从句内动词 γίνονται 的主语被摄入,形成先取句式(prolepsis)。全句的基本骨架为无人称结构 δῆλον ὅτι...(“……是显而易见的”)。
- 1.31τὸ δὲ σύνηθες γὰρ τὸ πάντα ὡς τόδε τι σημαίνειν περὶ τῆς ἀμφιβολίας δοκεῖ εἰρῆσθαι
由中性定冠词 τὸ 引领的亚里士多德原文引语 σύνηθες γὰρ τὸ πάντα ὡς τόδε τι σημαίνειν 充当主句动词 δοκεῖ 的主语,全句结构为“‘……’这一表述似乎是关于两可而言的”。
