← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§55.1-55.35

谬误向对反驳的无知的归结与分类

论述了亚里士多德在《诡辩驳斥篇》第6章开头提出的两种谬误分类方案(划分为依于措辞与在措辞之外的十三种方式,或将所有谬误推理归结为“对反驳的无知”),并解释了如何通过反驳的定义及其各构成要素的缺失来实现后者的归结。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.30

" Ἢ δὴ οὕτως διαιρετέον." Εἰπὼν δύο εἴδη εἶναι τῶν παραλογισμῶν καθ’ οὓς φαίνονται ἐλέγχειν οἱ σοφισταὶ τοὺς ἐντυγχάνοντας, καὶ διδάξας ὅσοι τε καὶ τίνες οἱ τρόποι οἱ ὑπὸ τὰ εἴδη ταῦτα τῶν σοφισμῶν τελοῦντες, καὶ τὸ μὲν [τὰ] παρὰ τὴν λέξιν ὀνομάσας τὸ δ’ ἐκτὸς τῆς λέξεως, καὶ τοὺς μὲν παρὰ τὴν λέξιν τρόπους σοφιστικοὺς ἓξ εἶναι παραδούς, ὁμωνυμίαν, ἀμφιβολίαν, σύνθεσιν, διαίρεσιν προσῳδίαν, σχῆμα λέξεως, τοὺς δ’ ἐκτὸς τῆς λέξεως ἑπτὰ εἶναι σαφέστατα ἐκθέμενος, τὸν παρὰ τὸ συμβεβηκός, τὸν παρὰ τὸ ἁπλῶς ἢ πῇ καὶ μὴ κυρίως λέγεσθαι μέρη, τὸν παρὰ τὸν διορισμὸν τοῦ συλλογισμοῦ καὶ ἐλέγχου, τὸν παρὰ τὸ ἐν ἀρχῇ λαμβάνειν, τὸν παρὰ τὸ ἑπόμενον, τὸν παρὰ τὸ μὴ αἴτιον ὡς αἴτιον καὶ τὸν παρὰ τὸ δύο ἐρωτήματα ἓν ποιεῖν, νῦν λέγει ὅτι ἢ οὕτως διαιρετέον τοὺς σοφιστικοὺς ἐλέγχους, καὶ λεκτέον ὅτι οἱ μέν εἰσι παρὰ τὴν λέξιν, οἱ δὲ ἐκτὸς τῆς λέξεως, καὶ οἱ μὲν παρὰ τὴν λέξιν ἓξ ὄντες εἰσὶν οἵδε, οἱ δὲ ἐκτὸς τῆς λέξεως ἑπτὰ τυγχάνοντές εἰσιν οἵδε, ἢ πάντας τοὺς φαινομένους συλλογισμοὺς καὶ ἐλέγχους ἀνακτέον εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν.1 καὶ λέγει πῶς ἀναχθήσονται, μᾶλλον δὲ αὐτὸς ἀνάγει πάντας. ἐπειδὴ γὰρ ἔλεγχός ἐστιν, ὡς εἴρηται, “τοῦ αὐτοῦ καὶ ἑνός, μὴ ὀνόματος ἀλλὰ πράγματος, καὶ ὀνόματος μὴ συνωνύμου ἀλλὰ τοῦ αὐτοῦ καὶ ἑνὸς ὑποκειμένου, ἐκ τῶν δοθέντων τῷ ἀποκρινομένῳ, μὴ συναριθμουμένου τοῦ ἐν ἀρχῇ, καὶ κατὰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ”,2 ὁ ταῦτα ἀγνοήσας ἤ τι τούτων ἐξ ἀνάγκης περιπεσεῖται τῷ ψεύδει καὶ ἀπατηθήσεται. ἐπειδὴ οὖν, ὡς εἴρηται, ἔλεγχός ἐστι συλλογισμὸς ἀντιφάσεως, ὁ δὲ συλλογισμὸς ἐκ τῶν κειμένων ἐστίν, ὁ ἀγνοῶν ὅ τι ποτέ ἐστι συλλογισμός, καὶ ὅτι ἐκ τῶν κειμένων δεῖ συμβαίνειν τὸ συμπέρασμα, ἀπατηθήσεται παρὰ τοῦ μὴ συλλογιζομένου μηδὲ ἐκ τῶν κειμένων συνάγοντος τὴν δοκοῦσαν ἀντίφασιν. τοιοῦτοι δ’ ἦσαν οἱ μὴ ἐκ τῶν κειμένων συνάγοντες τὴν ἀντίφασιν, οἱ τὸ μὴ αἴτιον ὡς αἴτιον παραλαμβάνοντες παραλογισμοὶ καὶ οἱ τὸ ἐν ἀρχῇ αἰτοῦντες καὶ οἱ παρὰ τὸ ἑπόμενον. πρῶτον μὲν οὖν, φησίν, ἁπλῶς ἀναχθήσονται πάντες οἱ παραλογισμοὶ εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ὡς ἀσυλλόγιστοι καὶ μὴ ἐκ τῶν κειμένων συνάγοντες,3 ὅπερ ἐστὶν ἴδιον τοῦ κυρίως συλλογισμοῦ. ἔπειτα ἀναχθήσονται πάντες οὗτοι καὶ εἰς τὰ μέρη τοῦ ὁρισμοῦ τοῦ ἐλέγχου, καὶ δειχθήσεται ὡς παρὰ τὴν ἔλλειψίν τινος τῶν ἐν τῷ ἐλέγχῳ τὸ σόφισμα συνίσταται, ἢ παρὰ τὸ ὁμώνυμόν τι ληφθῆναι ἢ παρὰ τὸ ἀμφίβολον ἢ ἕτερόν τι.

“或者确实应当这样来划分。” 在说明了诡辩家们据以显得反驳了对话者的谬误推理有两个种类,并阐明了属于这些诡辩种类的诸方式有多少且是何种,将一方命名为“依于措辞”,另一方命名为“在措辞之外”,指明了依于措辞的诡辩方式有六种,即同音异义、两可、结合、分割、音调、字面形式,并且极其清楚地列举了在措辞之外的方式有七种,即依于偶性、依于简单地或在某方面而不严格地被称为部分、依于对三段论和反驳的限定、依于假定初始问题、依于后件、依于把非原因当作原因,以及依于把两个发问当作一个之后,他现在说,要么应当这样来划分诡辩式的反驳,并断言有些是依于措辞的,有些是在措辞之外的,依于措辞的有六种即是这些,而在措辞之外的有七种即是这些;要么应当把所有表面上的三段论和反驳都归结为“对反驳的无知”。而且他阐明了它们将如何被归结,或者说他自己把它们全部予以归结。因为既然反驳如前所述是“关于同一且单一的事物,不是关于名称而是关于实事,也不是关于同义名称而是关于同一且单一的主体,出自回答者所给定的前提,未把初始问题计算在内,依于相同方面、针对相同事物、以相同方式并在同一时间”,那么凡是对这些或其中任何一项无知的人,必然会陷入虚假并受骗。因此,既然如前所述,反驳是关于矛盾的三段论,而三段论是出自所设定的前提的,那么对三段论到底是什么、以及结论必须从所设定的前提中产生这一点一无所知的人,就会受骗于没有进行三段论推导、也没有从所设定的前提中推导出表面矛盾的人。而未能从所设定的前提中推导出矛盾的谬误推理,正是那些把非原因当作原因采纳的谬误推理、乞求初始问题的谬误推理以及依于后件的谬误推理。他说,首先,所有谬误推理将直接作为不成三段论且未从所设定前提中推导出结论者,被归结为对反驳的无知,而这一点〔即从所设定前提中推导出结论〕正是严格意义上的三段论的本性。其次,所有这些谬误推理也将被归结到反驳之定义的各个组成部分中,并且将被表明,诡辩是由于反驳中所包含的某项要素的缺失而构成的,要么是由于采纳了同音异义的词项,要么是由于两可,要么是由于其他某种原因。

语法注3 条
  1. 1.30Εἰπὼν δύο εἴδη εἶναι τῶν παραλογισμῶν ... νῦν λέγει ὅτι ἢ οὕτως διαιρετέον ... ἢ πάντας τοὺς φαινομένους συλλογισμοὺς καὶ ἐλέγχους ἀνακτέον εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν.

    长周期的句式骨架。从句首开始的一连串分词短语(Εἰπὼν, καὶ διδάξας, καὶ ... ὀνομάσας, καὶ ... παραδούς, ... ἐκθέμενος)构成了前置总结(对前文讨论的概括),主句由 νῦν λέγει ὅτι 引出。在 ὅτι 引导的名词性从句中,相关连词 ἢ ... ἢ ...(“要么……要么……”)将两个动词性形容词 διαιρετέον 和 ἀνακτέον 相对置,展示了亚里士多德所提出的两种替代性分类方案。

  2. 1.30ἔλεγχός ἐστιν, ὡς εἴρηται, “τοῦ αὐτοῦ καὶ ἑνός, μὴ ὀνόματος ἀλλὰ πράγματος, καὶ ὀνόματος μὴ συνωνύμου ἀλλὰ τοῦ αὐτοῦ καὶ ἑνὸς ὑποκειμένου, ἐκ τῶν δοθέντων τῷ ἀποκρινομένῳ, μὴ συναριθμουμένου τοῦ ἐν ἀρχῇ, καὶ κατὰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ”

    引用了《诡辩驳斥篇》第5章(167a23以下)所给出的反驳之严格定义。开头的属格 τοῦ αὐτοῦ καὶ ἑνός 是依附于 ἔλεγχος(反驳)的宾格性属格(或规定内容的属格),意为“针对同一且单一事物的[反驳]”。紧随其后的 μὴ ὀνόματος ἀλλὰ πράγματος 与其同格并列,其后又附加了关于前提条件的说明(ἐκ τῶν δοθέντων...)以及规定方面、关系、方式与时间一致性的四个状语成分(κατὰ τὸ αὐτὸ 等)。

  3. 1.30ὡς ἀσυλλόγιστοι καὶ μὴ ἐκ τῶν κειμένων συνάγοντες

    连词 ὡς 与形容词 ἀσυλλόγιστοι 及现在分词短语 μὴ ... συνάγοντες 相结合,表明了进行归结的依据或视角(“作为……/由于是不成三段论且未推导出的……”)。在性、数、格上与全句的主语 πάντες οἱ παραλογισμοί(阳性主格复数)保持一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:55.1-55.35