- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:53.35-54.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注释亚里士多德《诡辩篇反驳》第5章(167b38),论述了将多个发问合为一个的谬误中,仅凭肯定或否定产生表面反驳的情况,以及通过增补前提产生真正反驳的情况(以“盲”的界说与时间限定的被忽视为例)。
εἰ γὰρ ἐρωτηθείς τις, πότερον ἡ σωφροσύνη καὶ ἡ ἀκολασία ἀγαθόν ἐστιν ἢ φαῦλον, εἴπῃ ὅτι ἀγαθόν, συμβήσεται τὴν ἀκολασίαν μὴ οὖσαν τῶν ἀγαθῶν εἶναι ἀγαθόν· εἰ δ’ ἀποφήσει, συμβήσεται πάλιν τὴν σωφροσύνην οὖσαν τῶν ἀγαθῶν μὴ εἶναι ἀγαθόν. καὶ ποτὲ μὲν οὕτως φησὶ γίνεσθαι φαινόμενον ἔλεγχον ἐκ τοῦ μόνον φῆσαι ἢ ἀποφῆσαι ἐν τῇ ἐρωτήσει τῇ τὰ πλείω ὡς ἓν πυνθανομένῃ· τὸ γὰρ φάναι τῶν μὴ ἀγαθῶν τι εἶναι ἀγαθὸν ἢ τῶν ἀγαθῶν τι μὴ ἀγαθὸν ψεῦδος. ποτὲ δὲ συμβήσεται καὶ ἔλεγχον γενέσθαι ἀληθινὸν προσληφθέντων τινῶν· οἷον εἴ τις ἔροιτο ‘ἆρά γε ὃ ἐφ’ ἑνός, τοῦτο καὶ ἐπὶ πολλῶν;’ καὶ τοῦτο λαβὼν προσλάβοι ‘ἐπεὶ τυφλόν ἐστι τὸ μὴ ἔχον ὄψιν πεφυκὸς δὲ ἔχειν, καὶ τυφλὰ ἔσται τὰ μὴ ἔχοντα ὄψιν πεφυκότα δὲ ἔχειν, καὶ εἰ λευκόν ἐστι τὸ ἔχον χρῶμα διακριτικὸν ὄψεως, καὶ λευκὰ ἔσται τὰ ἔχοντα χρῶμα διακριτικὸν ὄψεως’. καὶ γὰρ ἐπὶ τούτων οὐ μία ἐστὶν ἡ ἐρώτησις· τὸ γὰρ ‘ἆρά γε, εἰ τυφλόν ἐστι τὸ μὴ ἔχον ὄψιν πεφυκὸς δὲ ἔχειν, καὶ τυφλὰ ἔσται τὰ μὴ ἔχοντα ὄψιν πεφυκότα δὲ ἔχειν;’ οὐκ ἔστιν ἓν ἐρώτημα. ἐπειδὴ γὰρ ἐκεῖνό ἐστι τυφλὸν ὃ πεφυκὸς ὄψιν ἔχειν οὐκ ἔχει, οἷον τὸ διὰ πήρωσιν μὴ ἔχον ὄψιν, τὸ δὲ μήπω πεφυκὸς ἔχειν ὄψιν, ὡς τὸ σκυλάκιον, καταχρηστικῶς φαμεν τυφλόν (οὔπω γὰρ τοῦτο πέφυκεν ἔχειν ὄψιν), πῶς οὐκ ἂν εἴη διάφορα ἐρωτῶν ὁ λέγων ‘ἆρά γε, εἰ τυφλόν ἐστι τὸ μὴ ἔχον ὄψιν πεφυκὸς δὲ ἔχειν, καὶ τυφλὰ ἔσται τὰ μὴ ἔχοντα ὄψιν πεφυκότα δὲ ἔχειν’; εἰ γὰρ τὸ μὲν ἕν ἐστι τυφλὸν διὰ πήρωσιν, ὃ καὶ τυφλὸν εἰπεῖν ἀληθές ἐστι, τὰ δὲ διὰ τὸ μήπω πεφυκέναι ἔχειν, ἃ καὶ καταχρώμενοί φαμεν τυφλά, ὡς ἐπὶ τῶν σκυλακίων (οὐ γὰρ ἀληθές ἐστιν εἰπεῖν ὅτι τυφλά), δύο οὖν οὐσῶν τῶν ἐρωτήσεων οὐ μία ἔσται πρὸς ταῦτα ἀπόκρισις.1 εἰ δέ τις συναρπασθείη ὑπὸ τῆς ἐρωτήσεως καὶ ὥσπερ μιᾶς αὐτῆς οὔσης εἴπῃ ὅτι ναί, τυφλά ἐστιν, ὅταν τὰ μὲν σκυλάκια βλέπῃ τὸ δὲ μή (οὐ γὰρ δυνατόν ἐστι τὸ πεπηρωμένον βλέψαι), ἔσονται ἢ πάντα ὁρῶντα ἢ πάντα τυφλά. ‘διὰ τίνα γὰρ λόγον’, εἴποι ἂν ὁ σοφιστὴς πρὸς τὸν ἀποκρινόμενον, ‘τὰ μὲν ἔσται ὁρῶντα, τὸ δὲ μὴ ὁρῶν; ἐπεὶ γὰρ ἀμφότερα ἔφησας εἶναι τυφλὰ μὴ ἔχοντα ὄψιν πεφυκότα δὲ ἔχειν, ἢ ἀμφότερα ἀνάγκη ὁρᾶν ἢ μηδέτερον’. τὸ δὲ τοιοῦτον σόφισμα οὐ μόνον γέγονε παρὰ τὸ τὰ δύο ἐρωτήματα ὡς ἓν ἐρωτηθῆναι ἀλλὰ καὶ παρὰ τὴν ἔλλειψιν τοῦ κυρίως καὶ ἀληθῶς ἐλέγχου· εἴρηκε γὰρ ἐν αὐτῷ μετὰ τῶν ἄλλων καὶ τὸ ὅτι δεῖ λαβεῖν “ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ”, τουτέστι τὸ ἐρωτώμενον μὴ εἶναι τοιοῦτον ὡς τὸν μὲν ἐρωτῶντα ἄλλου χρόνου λαμβάνειν τὸ ὑποκείμενον, τὸν δὲ ἀποκρινόμενον ἑτέρου. τοῦτο δέ ἐστι καὶ ἐνταῦθα· οὐ γὰρ πᾶν τὸ πεφυκὸς ἔχειν ὄψιν καὶ μὴ ἔχον τυφλόν ἐστιν, ἀλλὰ τὸ μὴ ἔχον ὅτε πέφυκεν ἔχειν.2
因为如果有人被问及“节制与放荡是善还是恶”,若回答说是善,就会得出并非属于善的事物的放荡是善;但若予以否定,又会得出属于善的事物的节制不是善。并且他说,有时像这样,仅仅通过在把多个问题当作一个来询问的发问中作出肯定或否定,就会产生表面上的反驳;因为断言非善之物中的某物是善,或断言善之物中的某物不是善,都是虚假的。但有时,在增补了某些前提的情况下,也会得出产生了真正的反驳;例如有人提问说:“在单数上成立的,在复数上也成立吗?”并且在取得这一同意之后,又增补道:“既然缺乏视觉而按本性应当拥有的是盲,缺乏视觉而按本性应当拥有的那些事物也将是盲的;以及,如果拥有分解视觉之颜色的事物是白,拥有分解视觉之颜色的那些事物也将是白的。”因为即使在这些情况下,发问也不是单一的;因为“如果缺乏视觉而按本性应当拥有的是盲,缺乏视觉而按本性应当拥有的那些事物也将是盲的吗?”这并不是一个发问。因为既然按本性应当拥有视觉却未拥有的那种事物,例如由于残疾而缺乏视觉的事物,是盲,而尚未达到按本性应当拥有视觉之阶段的事物(如小狗)我们只是转借地称为盲(因为这尚未达到按本性应当拥有视觉之阶段),那么说“如果缺乏视觉而按本性应当拥有的是盲,缺乏视觉而按本性应当拥有的那些事物也将是盲的吗”的人,岂不显然是在发问不同的事物吗?因为既然一方是因残疾而盲(称其为盲也是真实的),而另一方是因尚未达到按本性应当拥有的阶段(如小狗的情形,我们转借地称其为盲,因为称它们为盲并不是真实的),所以在发问是两个的情况下,针对它们的回答绝不能只有一个。但如果有人被发问所蒙蔽,当作发问是单一的而回答说“是的,是盲的”,那么当小狗看得见而另一个看不见的时候(因为致残者是不可能看见的),要么全都看得见,要么全都盲。“因为凭什么理由,”诡辩家会对回答者说,“前者是看得见的,而后者是看不见的呢?因为既然你曾说两者都是缺乏视觉而按本性应当拥有的盲者,那么必然要么两者都看得见,要么两者都看不见。”而且这样的诡辩不仅是因把两个发问当作一个来发问而产生的,也是因缺乏严格且真正意义上的反驳[的界说]而产生的;因为他在该界说中与其他要件一同说过,必须假定“以同样的方式并且在同一时间”,也就是说,所问之物不能使得提问者是在一个时间上理解主词,而回答者是在另一个时间上理解主词。而这一点在这里也适用;因为并非一切按本性应当拥有视觉而缺乏视觉的事物都是盲,而是在其按本性应当拥有之时却缺乏视觉的事物才是盲。
- 1.29εἰ γὰρ τὸ μὲν ἕν ἐστι τυφλὸν διὰ πήρωσιν, ὃ καὶ τυφλὸν εἰπεῖν ἀληθές ἐστι, τὰ δὲ διὰ τὸ μήπω πεφυκέναι ἔχειν, ἃ καὶ καταχρώμενοί φαμεν τυφλά, ὡς ἐπὶ τῶν σκυλακίων (οὐ γὰρ ἀληθές ἐστιν εἰπεῖν ὅτι τυφλά), δύο οὖν οὐσῶν τῶν ἐρωτήσεων οὐ μία ἔσται πρὸς ταῦτα ἀπόκρισις.
该句的句法骨架为 εἰ γὰρ τὸ μὲν ἕν ἐστι... τὰ δὲ [ἐστὶ]... οὐ μία ἔσται... ἀπόκρισις。在 εἰ γάρ 引导的条件从句内部展开了 τὸ μέν 与 τὰ δέ 的对照,随后插入了带有推论小词 οὖν 的属格绝对结构(δύο οὖν οὐσῶν τῶν ἐρωτήσεων),最终引出主句断言 οὐ μία ἔσται πρὸς ταῦτα ἀπόκρισις。
- 1.29ἀλλὰ τὸ μὴ ἔχον ὅτε πέφυκεν ἔχειν
此句与前面的 οὐ γὰρ πᾶν τὸ πεφυκὸς... τυφλόν ἐστιν 形成对照。句法上在 ἀλλά 之后承前省略了 [τυφλόν ἐστι],实质词化的分词 τὸ μὴ ἔχον 充当主语,而时间关系从句 ὅτε πέφυκεν ἔχειν 作状语限定分词 μὴ ἔχον(“在其本性应当拥有之时却不拥有之物”)。
