← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§52.29-53.35

将两个发问合为一个的谬误机制

针对亚里士多德所论述的语言表达之外的第七种谬误“将两个发问合为一个”,亚历山大以《高尔吉亚篇》中波洛斯为例,分析了将不同论题混为单一发问的机制,并阐明了回答者为何会陷入因不回答而认亏或表面上遭反驳的两难处境。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.29#1

" Οἱ δὲ παρὰ τὸ τὰ δύο ἐρωτήματα ἓν ποιεῖν, ὅταν λανθάνῃ πλείω ὄντα, καὶ ὡς ἑνός." Ἕβδομος καὶ τελευταῖος τρόπος τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων ἐστὶν ὁ παρὰ τὸ τὰ δύο ἐρωτήματα ἓν ποιεῖν. λέγεται δὲ οὕτως, ὅτι ἕκαστον τῶν ὑποκειμένων καὶ περὶ ὧν ὁ λόγος ἐστὶν ἰδίας ἐρωτήσεως δεόμενον οὐ προτείνεται ἰδίᾳ καὶ ἰδίᾳ ὁ ἐρωτῶν, ἀλλὰ συμμίξας τὰ διάφορα ὑποκείμενα καὶ ὡς περὶ ἑνὸς ἐρωτῶν ἀπατᾷ τὸν ἀποκρινόμενον, ὅταν καὶ αὐτὸς τὴν ἀπόκρισιν ὡς ἑνὸς ὄντος τοῦ ὑποκειμένου δοίη, ὡς ἐπὶ τοῦδε τοῦ σοφίσματος· ὁ δεῖνα Σωκράτην καὶ Πλάτωνα τύπτει· ὁ Σωκράτης καὶ ὁ Πλάτων ἄνθρωπός ἐστιν· ὁ δεῖνα ἄρα ἄνθρωπον ἀλλ’ οὐκ ἀνθρώπους τύπτει. τοιοῦτόν τι πεποίηκε καὶ ὁ Πῶλος ἐν τῷ Γοργίᾳ τὰ πλείω ὡς ἓν ἐρωτήσας τὸν Σωκράτην. ἦν δὲ ἡ ἐρώτησις τοιαύτη· ‘εἰπέ μοι, ὦ Σώκρατες, οὐ δοκοῦσί σοι οἱ ῥήτορες ὥσπερ καὶ οἱ τύραννοι ποιεῖν ἅπαντα ἃ βούλονται καὶ δοκεῖ αὐτοῖς βέλτιστα εἶναι’. τὰ πλείω γὰρ ἐνταῦθα ἠρώτησεν ὡς ἓν ὁ Πῶλος· ἄλλο γὰρ βούλησις καὶ ἄλλο δόκησις. ὃν ὁ Σωκράτης ἐπέπληξε πλείονας ἅμα ἐρωτήσεις ἐρωτήσαντα ὡς τὴν διαφορὰν τῆς βουλήσεως καὶ τῆς δοκήσεως ἀγνοήσαντα καὶ ὡς ἑνὸς ὄντων μίαν τὴν ἐρώτησιν ποιησάμενον. ἐπ’ ἐνίων μὲν οὖν, φησί, ῥᾴδιόν ἐστιν ἰδεῖν ὅτι πλείω ἐρωτήματά ἐστιν· οἷον πότερον ἡ γῆ θάλαττά ἐστιν ἢ ὁ οὐρανός· δῆλον γὰρ ἐνταῦθα ὅτι δύο τυγχάνει τὰ ἐρωτήματα· ἔδει γὰρ οὕτως ἐρωτῆσαι, πότερον ἡ γῆ θάλαττά ἐστιν, εἶτα αὖθις πότερον ὁ οὐρανὸς θάλαττά ἐστιν. ἐπ’ ἐνίων δέ, φησίν, οὐκ ἔστι ῥᾴδιον ἰδεῖν ὅτι πλείω τὰ ἐρωτήματά ἐστιν, καθάπερ εἶχεν ἡ προειρημένη τοῦ Πώλου ἐρώτησις. καὶ διὰ τὸ μὴ εἶναι δῆλον ὅτι πλείω εἰσὶ τὰ ἐρωτώμενα ἢ ὁμολογοῦσι τῷ μὴ ἀποκρίνεσθαι τὸ ἐρωτώμενον ἢ ἐλέγχεσθαι φαίνονται.1 τοιοῦτον δέ ἐστι τὸ λεγόμενον· οἱ ἐρωτώμενοι τὴν τοιαύτην ἐρώτησιν ἢ ὁμολογοῦσι μὴ ἀποκρινόμενοι τὸ ἐρωτώμενον φαῦλοι κοινωνοὶ εἶναι ὡς ἐμποδίζοντες τὸ κοινὸν ἔργον, ὡς εἶναι ἔξωθεν λαμβανόμενον τὸ ‘εἶναι φαῦλοι κοινωνοί’2 (ὁμολογοῦσι γὰρ φαῦλοι εἶναι κοινωνοὶ τῷ μὴ ἀποκρίνεσθαι τὸ ἐρωτώμενον), ἢ τῷ ἀποκρίνεσθαι φαίνονται ἐλεγχόμενοι. ἔστι καὶ οὕτω νοῆσαι τὸ λεγόμενον· οἱ ἐρωτώμενοι ἢ οὐδέν τι ἀποκρίνονται, καὶ ὁμολογοῦσι διὰ τῆς σιωπῆς τρόπον τινά (ἡ γὰρ σιωπὴ δηλοῖ τὸ ναί, τὸ τῆς συγκαταθέσεως πρόσρημα), ἢ ἀπόκρισιν διδόντες ἐλέγχεσθαι φαίνονται. τὸ δὲ ἢ πάλιν, ὧν τὰ μέν ἐστιν ἀγαθὰ τὰ δὲ οὐκ ἀγαθά, πάντα ἀγαθὰ ἢ οὐκ ἀγαθά, καὶ τοῦτο παράδειγμά ἐστι τοῦ τὰ πλείω ὡς ἓν ἐρωτῶντος. ἔδει γὰρ οὕτως εἰπεῖν, πότερον ἡ σωφροσύνη ἀγαθὸν ἢ φαῦλον, καὶ πότερον ἡ ἀκολασία ἀγαθὸν ἢ φαῦλον· ὁ δὲ μίξας ἀμφότερα καὶ ὡς περὶ ἑνὸς ἐρωτήσας οὐκ ἄδηλον ὅτι ἀπατήσει τὸν ἀποκρινόμενον, εἴ γε συνυπαχθεὶς τῇ ἐρωτήσει καταφήσει ἢ ἀποφήσει.

“因将两个发问合为一个而产生的那些[谬误],是在未察觉它们是多个、而当作关于一个事物[发问]的时候。” 语言表达之外的谬误的第七种也是最后一种方式,是因将两个发问合为一个而产生的。其涵义如下:每一个主词以及作为论题所涉及的事物,本来都需要各自独立的发问,但提问者并不分别单独地提出,而是将不同的主词混在一起,当作关于一个事物发问,从而欺骗回答者,当回答者本人也当作主词是一个而作出回答的时候,正如在下面这个诡辩中所见:“某人打苏格拉底和柏拉图;苏格拉底和柏拉图是人;因此某人打人,但不是打多个人。”波洛斯在《高尔吉亚篇》中也做了类似的事情,把多个问题当作一个来向苏格拉底发问。那个发问是这样的:“苏格拉底,告诉我,你难道不觉得修辞学家就像僭主一样,做他们意图做的一切以及对他们显现为最善的一切吗?”因为波洛斯在这里把多个问题当作一个来发问;因为意愿是一回事,显现为善是另一回事。苏格拉底斥责他同时提出了多个发问,因为他不了解意愿与显现为善的区别,并当作它们是一体而做出了单一的发问。因此他说,在某些情况下,很容易看出那是多个发问;例如,“大地是海洋,还是天空是海洋”;因为在这里很明显发问实际上是两个;因为本应当这样发问:“大地是否是海洋”,然后再次发问“天空是否是海洋”。但他指出,在某些情况下,并不容易看出发问是多个,正如前面提到的波洛斯的发问那样。并且由于被发问之物是多个并不明显,他们要么因不回答所问之物而承认[自亏],要么显得被反驳。所说之事的含义如下:被问及此类发问的人,要么因不回答所问之物而承认自己是拙劣的交谈伙伴,因为妨碍了共同的工作——从而“是拙劣的交谈伙伴”是从外部补充进来的(因为他们因不回答所问之物而承认是拙劣的交谈伙伴),要么因作出了回答而显得被反驳。对于所说之事也可以这样理解:被发问者要么什么都不回答,并通过沉默在某种方式上予以认可(因为沉默表示“是”,即赞同的应答词),要么因给出回答而显得被反驳。而“或者再者,在其中一些是善另一些不是善的事物中,是否全部都是善或者都不是善”,这也是把多个问题当作一个来发问者的实例。因为本应当这样说:“节制是善还是恶”,以及“放荡是善还是恶”;但他把两者混淆在一起,当作关于一件事物发问,显而易见他将欺骗回答者,只要回答者顺从了这个发问而作出了肯定或否定。

语法注2 条
  1. 1.29ἢ ὁμολογοῦσι τῷ μὴ ἀποκρίνεσθαι τὸ ἐρωτώμενον ἢ ἐλέγχεσθαι φαίνονται

    关于亚里士多德原文中 ὁμολογοῦσι 的句法补充,注释者提出了两种解读:第一种是将“是拙劣的交谈伙伴(φαῦλοι κοινωνοὶ εἶναι)”作为外部补充的补语,定冠词与格不定式短语 τῷ μὴ ἀποκρίνεσθαι 表示其手段或原因;第二种是将 ὁμολογοῦσι 作绝对用法,意为“(通过沉默)承认/赞同”,即不作回答本身构成了赞同(συγκατάθεσις)。无论哪种解读,τῷ μὴ ἀποκρίνεσθαι 均充当表示原因或手段的与格。

  2. 1.29ὡς εἶναι ἔξωθεν λαμβανόμενον τὸ ‘εἶναι φαῦλοι κοινωνοί’

    这是表示说明或结果的 ὡς + 不定式结构(ὡς εἶναι),意为“从而‘是拙劣的交谈伙伴’是从外部被引入的”。其主语是带中性定冠词的引用短语 τὸ ‘εἶναι φαῦλοι κοινωνοί’,并与谓语分词 λαμβανόμενον 一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:52.29-53.35