← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§51.19-52.28

非因计因谬误中的真因识别与欺骗机制

注解者通过区分解聚与消灭,论证了在灵魂与生命的例子中产生荒谬的真正原因在于将死亡等同于消灭,并依据亚里士多德的文本,阐明了导致不可能结论的虚假前提在得出结论之前作为必要发问混入其中的欺骗机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.28#2

φαμὲν οὖν πρὸς τοῦτο ὅτι οὐ παρὰ τοῦτο· οὐ γὰρ παρὰ τὸ λέγειν ἡμᾶς τὴν ψυχὴν καὶ τὴν ζωὴν ταὐτὸν συνήχθη τὸ ‘τὸ ζῷον, ᾗ ζῇ, γίνεται’, ἐπεὶ καὶ τούτου μὴ κειμένου οὐδὲν ἧττον διὰ τῶν λοιπῶν προτάσεων τὸ ἀδύνατον συναχθήσεται· ἀλλὰ τὸ ἀδύνατον συνῆκται παρὰ τὸ λέγειν σε τὴν ζωὴν ἐναντίαν τῷ θανάτῳ ὄντι φθορᾷ. ἡ γὰρ φθορὰ οὐ τῇ ζωῇ ἐναντία ἐστὶν ἀλλὰ τῷ ἀψύχῳ σώματι· τῇ δὲ ζωῇ ἡ διάλυσίς ἐστιν ἐναντία. ἡ διάλυσις δὲ οὐ ταὐτὸν τῇ φθορᾷ· οὐ γὰρ ἀνάγκη τὰ διαλυόμενα καὶ ἀπ’ ἀλλήλων χωριζόμενα φθείρεσθαι. ἰδοὺ γάρ τις διέλυσε μὲν ἀπ’ ἀλλήλων τὰ ἐξ ἐρίου καὶ ἐκ σηρῶν νήματα ἀλλήλοις συνημμένα καὶ κεκλωσμένα· ἡ δὲ τούτων διάλυσις οὐκ ἤδη γέγονεν αὐτοῖς καὶ αἰτία φθορᾶς. πάλιν ἐάν τις ἀπὸ τοῦ σωροῦ διακρίνῃ τὸν σῖτον καὶ τὴν κριθὴν ἀλλήλοις ὄντα συμπεφυρμένα, διάλυσις μὲν καὶ διάκρισις γέγονεν ἀπ’ ἀλλήλων, φθορὰ δὲ οὐδαμῶς. εἰ οὖν καὶ ὁ θάνατος διάλυσίς ἐστι καὶ διάκρισις ψυχῆς καὶ σώματος ἀπ’ ἀλλήλων, οὐκ ἂν εἴη ὁ θάνατος φθορά. ὅτι δὲ ὁ θάνατος οὐ ταὐτόν ἐστι τῇ φθορᾷ, δῆλον καὶ ἐκ τοῦ θνήσκειν μὲν λέγεσθαι τὰ ζῶντα, φθείρεσθαι δὲ τὰ νεκρὰ καὶ ἄψυχα τῶν σωμάτων. εἰ δ’ ἦν ὁ θάνατος καὶ ἡ φθορὰ ταὐτόν, ἅμα τῷ χωρισθῆναι τὴν ψυχὴν τοῦ σώματος ἐφθείρετο ἂν τὸ σῶμα· νῦν δὲ οὐκ ἔστι τοῦτο, ἀλλὰ μετὰ πολὺ ἡ φθορὰ τοῦ σώματος γίνεται. τὰ μὲν οὖν λεγόμενα οὕτως ἔχει. τὸ δὲ ἐὰν ἐγκαταριθμηθῇ ἐν τοῖς ἀναγκαίοις ἐρωτήμασι πρὸ τοῦ συμπεράσματος τὸ συμβαῖνον ἀδύνατον1 τοιοῦτόν ἐστιν. ἐὰν ἐν τοῖς ἀναγκαίοις ἐρωτήμασι, τουτέστι ταῖς παρὰ τοῦ ἐρίζοντος λεγομέναις προτάσεσι (ταύτας γὰρ ἀναγκαῖα λέγει ἐρωτήματα, οὐχ ὅτι ἀναγκαῖόν τι συνάγουσιν, ἀλλ’ ὅτι τούτων μὴ ληφθέντων οὐκ ἂν συνήχθη τὸ προκείμενον ἀδύνατον), ἐὰν οὖν ἐν ταῖς τοιαύταις τοῦ ἐρίζοντος προτάσεσιν ἐγκαταμιχθῇ παρ’ αὐτοῦ δὴ τούτου τοῦ σοφιστοῦ πρὸ τοῦ ἐπενεχθῆναι παρ’ αὐτοῦ τὸ συμπέρασμα τὸ συμβαῖνον ἀδύνατον, τουτέστιν ἡ ψευδὴς πρότασις ἡ αἰτία γινομένη τοῦ συμβαίνοντος ἀδυνάτου (δι’ αὐτῆς γὰρ περαίνεται τὸ τοιοῦτον ἄτοπον), δόξει πολλάκις παρὰ τοῦτο γίνεσθαι ὁ ἔλεγχος, ὥσπερ δὴ καὶ ἐνταῦθα γέγονε· συγκατεμίχθη γὰρ τοῖς ἀναγκαίοις ἐρωτήμασι τὸ ‘ἡ ζωὴ ἐναντία τῷ θανάτῳ ὄντι φθορᾷ’· οὐ γάρ ἐστιν, ὡς εἴρηται, ὁ θάνατος φθορὰ ἀλλὰ διάλυσις ψυχῆς καὶ σώματος. συγκατεμίχθη οὖν τοῖς ἀναγκαίοις ἐρωτήμασι τὸ ‘ὁ θάνατος καὶ ἡ φθορὰ ταὐτόν’· οὗ ληφθέντος συνῆκται καὶ ἡ ζωὴ γένεσις καὶ τὸ ζῆν γίνεσθαι καὶ τὸ ζῷον, ᾗ ζῇ, γίνεσθαι. τοὺς τοιούτους δὲ συλλογισμοὺς ἀσυλλογίστους μὲν ἁπλῶς φησι μὴ εἶναι,2 τουτέστι καθόλου, πρὸς δὲ τὸ προκείμενον ἀσυλλογίστους, ὅτι οὐ συλλογίζονται ὃ αἱροῦνται διὰ τὸ ψευδεῖς τὰς προτάσεις λαμβάνειν. κατὰ τοῦτο γοῦν εἰσιν ἀσυλλόγιστοι. τὸ δὲ λανθάνειν πολλάκις οὐχ ἧττον αὐτοὺς τοὺς ἐρωτῶντας3 τοιοῦτόν ἐστιν, ὅτι οὐ μόνον οἱ ἀποκρινόμενοι ἐπιλανθάνονται καὶ νομίζουσι τὰ μὴ ταὐτὰ ὡς ταὐτὰ κἀντεῦθεν ἀπάτῃ ὑπάγονται καὶ σοφίζονται, ἀλλὰ καὶ οἱ ἐρωτῶντες αὐτοὶ τοῦτο πάσχουσιν, ὥσπερ καὶ ὁ Πῶλος τὴν βούλησιν καὶ τὴν δόκησιν ταὐτὸν νομίζων ὡς ἓν ὄντων ἠρώτα τὸν Σωκράτην.

因此我们对此回答说:“不由于此”;因为得出“动物只要活着,就在生成”,并不是由于我们声称灵魂与生命是同一的,因为即便不设立这一[假设],通过其余的前提,不可能之事也同样会被推得;倒是不可能之事的推得,是由于你声称生命与作为消灭的死亡相反。因为消灭并非与生命相反,而是与无生命的身体相反;而与生命相反的是解聚。但解聚与消灭并不是同一回事;因为被解聚和相互分离的事物并不必然被消灭。因为看哪,有人将由羊毛和丝制成的、彼此连结并纺在一起的线从彼此中解开;但这对于它们而言,这种解聚并未立即成为消灭的原因。又如,如果有人从一堆混合在一起的小麦和大麦中将它们区分开来,相互间的解聚与分别确实产生了,但绝非消灭。因此,如果死亡也是灵魂与身体相互间的解聚与分别,死亡就不会是消灭。而死亡与消灭不是同一回事,这也从活物被说成“死去”,而尸体与无生命的身体被说成“被消灭”中显明出来。又如果死亡与消灭是同一回事,那么在灵魂脱离身体的同时,身体就该被消灭了;但事实上并非如此,身体的消灭发生在很久之后。因此所言之事便是如此。 而[亚里士多德所说的]“如果在得出结论之前,所产生的不可能之事被列入必要的发问之中”,其含义如下:如果在必要的发问之中,即在争辩者所陈述的前提之中(因为他把这些称为“必要的发问”,并非由于它们推导出某种必然的东西,而是由于若不预先假定这些,所提出的不可能之事就无法被推得)——因此,如果在争辩者的此类前提之中,在这位诡辩家本人提出结论之前,由他掺入了所产生的不可能之事,即成为所产生的不可能之事的原因的虚假前提(因为正是通过它,这种荒谬才得以成立),反驳就往往显得是由于它而产生的,正如在此处也确实发生过的那样;因为“生命与作为消灭的死亡相反”被掺入了必要的发问之中;因为正如已经说过的,死亡不是消灭,而是灵魂与身体的解聚。“死亡与消灭是同一的”便被掺入了必要的发问之中;既然假定了这一点,也就推导出了生命是生成、活着是生成,以及动物只要活着就在生成。 并且他说,这样的推论并不是完全,即在普遍意义上不是推论,而是相对于所提出的论题而言不是推论,因为由于采用了虚假的前提,它们未能推导它们意图证明之物;至少在这方面,它们是不成推论的。 而[亚里士多德所说的]“这往往同样不被提问者自身察觉”,其含义如下:不仅回答者们会遗忘并将非同一之物视作同一之物,并由此落入欺骗而遭诡辩玩弄,而且提问者自身也遭受这种境况,正如波洛斯把意愿与意见视作同一,把它们当作一体来提问苏格拉底那样。

语法注3 条
  1. 1.28ἐὰν ἐγκαταριθμηθῇ ἐν τοῖς ἀναγκαίοις ἐρωτήμασι πρὸ τοῦ συμπεράσματος τὸ συμβαῖνον ἀδύνατον

    引自亚里士多德原文(167b25–26)。主语是 τὸ συμβαῖνον ἀδύνατον,与被动动词 ἐγκαταριθμηθῇ 搭配。注解者在紧接着的文句中将其阐释为“成为所产生的不可能之事的原因的虚假前提”(ἡ ψευδὴς πρότασις ἡ αἰτία γινομένη...)。

  2. 1.28τοὺς τοιούτους δὲ συλλογισμοὺς ἀσυλλογίστους μὲν ἁπλῶς φησι μὴ εἶναι

    由 φησι(他说/亚里士多德说)支配的带不定式的宾格结构:τοὺς τοιούτους συλλογισμοὺς 作主词宾格,μὴ εἶναι 为不定式,ἀσυλλογίστους 为表语形容词。否定的重叠(ἀ- 与 μή)表达了一种有限度的肯定:“并非简单地/完全不是推论”(即在形式上构成了推论)。

  3. 1.28τὸ δὲ λανθάνειν πολλάκις οὐχ ἧττον αὐτοὺς τοὺς ἐρωτῶντας

    带冠词的不定式短语 τὸ ... λανθάνειν 是对亚里士多德原文(167b36)的逐字引用,作为其后 τοιοῦτόν ἐστιν 的主语/标题置于句首。οὐχ ἧττον 为副词性短语,意为“同样/不亚于”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:51.19-52.28