- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:50.6-51.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者探讨了言辞之外的第六种谬误“把非原因当作原因”(Bekker 167b21),说明在归谬法中将由无关前提得出的荒谬结论强加给对方假设的做法应当以“不由于此”来回应,并通过乌鸦的例证以及关于灵魂与生命的论证加以阐述。
" Ὁ δὲ παρὰ τὸ μὴ αἴτιον ὡς αἴτιον, ὅταν προσληφθῇ τὸ ἀναίτιον." Οὗτος ὁ τρόπος ἕκτος ἐστὶ τῶν ἐκτὸς τῆς λέξεως παραλογισμῶν. ὃ δὲ ἐνταῦθα παρὰ τὸ μὴ αἴτιον ὡς αἴτιον καλεῖ, τοῦτο ἐν τοῖς δευτέροις τῶν Προτέρων ἀναλυτικῶν “μὴ παρὰ τοῦτο” ὠνόμασε. γίνεται δὲ τοῦτο ἐν τοῖς δι’ ἀδυνάτου συλλογισμοῖς, ὅταν καὶ δίχα τῆς ὑποθέσεως οὐδὲν ἧττον περαίνηται τὸ ἀδύνατον, συναγόντων τῶν σοφιστῶν τὸ τοιοῦτον ἀδύνατον καὶ λεγόντων ὅτι διὰ τὴν ὑπόθεσιν ἡμῶν τῶν προσδιαλεγομένων αὐτοῖς τοῦτο γέγονε τὸ ἀδύνατον, μηδαμῶς τῆς ὑποθέσεως ἡμῶν αἰτίας οὔσης τοῦ συμβαίνοντος ἀδυνάτου· τότε γὰρ μάλιστα ἔστι λέγειν τὸ “μὴ παρὰ τοῦτο”. ἔσται δὲ δῆλον τὸ λεγόμενον ὧδε· εἴ τις λέγει τὸ ζῷον παντὶ λευκῷ καὶ ἡμῶν λεγόντων μὴ εἶναι ἀληθές (οὐ γὰρ πᾶν λευκὸν ζῷόν ἐστι) πειρᾶται ἐλέγχειν ἡμᾶς1 λέγων ‘εἰ γὰρ ψεῦδος τὸ παντί, ἔσται ἀληθὲς τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ ζῷον οὐ παντὶ λευκῷ’, ἔπειτα τῇ θέσει ταύτῃ τῇ λεγούσῃ τὸ ζῷον οὐ παντὶ λευκῷ δεικνὺς ἀδύνατόν τι ἑπόμενον, ψεῦδος μὲν εἶναι λέγει τὸ τὸ ζῷον οὐ παντὶ λευκῷ, ἀληθὲς δὲ εἶναι εἰσάγει τὸ ὃ αὐτὸς ἔλεγε, τὸ πᾶν λευκὸν εἶναι ζῷον. δείκνυσι δὲ τοῦτο οὕτως συλλογιζόμενος· τὸ ζῷον καθ’ ὑμᾶς οὐ παντὶ λευκῷ, τὸ λευκὸν παντὶ πτηνῷ, τὸ πτηνὸν παντὶ κόρακι, τὸ λευκὸν ἄρα παντὶ κόρακι· ἀλλὰ μὴν τοῦτο ψεῦδος· ψευδὴς ἄρα καὶ ἡ ὑπόθεσις ᾗ τὸ ἀδύνατον ἠκολούθησε καὶ ἀφ’ ἧς γέγονε τὸ ψεῦδος· ἦν δὲ ἡ λέγουσα ὅτι τὸ ζῷον οὐ παντὶ λευκῷ· ἀληθὲς ἄρα τὸ παντί. πρὸς τοῦτο ῥητέον· οὐ παρὰ τοῦτο· οὐ γὰρ παρὰ τὴν ὑπόθεσιν τὴν λέγουσαν τὸ ζῷον οὐ παντὶ λευκῷ συνῆκται τὸ λευκὸν παντὶ κόρακι, ἀλλὰ παρὰ τὴν σὴν τὴν λέγουσαν τὸ λευκὸν παντὶ πτηνῷ· ἀφαιρεθείσης γὰρ τῆς ὑποθέσεως ἡμῶν τῆς, ὡς λέγεις, αἰτίας γενομένης τοῦ ἀτόπου πάλιν τὸ ψεῦδος συνάγεται. δείκνυσι δὲ καὶ αὐτός, ὅπως οὐ γίνεται παρὰ τὴν ὑπόθεσιν ἡμῶν τὸ ψεῦδος ἀλλὰ παρὰ τὴν τῶν σοφιστῶν, καὶ ἐπὶ παραδείγματός τινος. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον. λέγει τις ἀληθῶς ὅτι ἡ ψυχὴ καὶ ἡ ζωὴ ταὐτὸν τῷ αἰτίῳ. πειρᾶται οὖν ὁ σοφιστὴς δεικνύναι τοῦτο ψεῦδος καὶ φησίν· εἰ ἔστιν ἡ ψυχὴ καὶ ἡ ζωὴ ταὐτὸν τῷ αἰτίῳ, οὐχ ἕψεταί τι τῇ ὑποθέσει ἀδύνατον· ἀλλὰ μὴν ἕψεται, ὡς δειχθήσεται· οὐκ ἄρα ἡ ψυχὴ καὶ ἡ ζωὴ ταὐτὸν τῷ αἰτίῳ. εἶτα πειρᾶται δεικνύναι ἀδύνατόν τι τοῦτον τὸν τρόπον, εἰ γὰρ ἡ φθορὰ λέγων καὶ ἡ γένεσις ἐναντία,2 καὶ τῇ τινὶ φθορᾷ ἔσται τις γένεσις ἐναντία· τὶς δὲ φθορὰ ὁ θάνατός ἐστιν· ὥστε ἔσται τῷ θανάτῳ τινὶ ὄντι φθορᾷ ἐναντία τὶς γένεσις· οὐδὲν δὲ ἄλλο τῷ θανάτῳ ἐναντίον ἢ ἡ ζωή· ἡ ζωὴ ἄρα γένεσις· εἰ δὲ ἡ ζωὴ γένεσις, καὶ τὸ ζῆν γίνεσθαι· ὥστε καὶ τὸ ζῷον, ᾗ ζῇ, γίνεται· ἀδύνατον δὲ τῷ ζῴῳ, ᾗ ζῇ, γίνεσθαι· εἰ δὲ τοῦτο ἀδύνατον, ἀδύνατος καὶ ἡ ὑπόθεσις παρ’ ἣν τοῦτο γίνεται· ἦν δὲ ἡ λέγουσα ὅτι ἡ ψυχὴ καὶ ἡ ζωὴ ταὐτὸν τῷ αἰτίῳ. οὐκ ἔστιν ἄρα ἡ ψυχὴ καὶ ἡ ζωὴ ταὐτόν.
“因把非原因当作原因而产生的[谬误],是在无关之物被额外假定时发生的。” 这种方式是言辞之外的谬误推理中的第六种。他在此处称作“把非原因当作原因”的,在《前分析篇》第二卷中称作“不由于此”。这发生在归谬推论中,即当即使没有该假设,不可能之结论也同样被推得,而诡辩家们推导出这种不可能的结论,并声称这一不可能之事的发生是由于同他们辩论的我们的假设,然而我们的假设绝非所产生的不可能之事的起因;因为那时正最可以说“不由于此”。所言之事将通过如下方式变得清楚:如果有人说“动物属于每一个白色的事物”,而在我们说这不是真的时(因为并非每个白色的事物都是动物),他试图反驳我们,说“因为如果‘属于每一个’是假的,其矛盾对立面‘动物不属于每一个白色的事物’就将是真的”,接着,通过表明从这一断言“动物不属于每一个白色的事物”的主张中会后随某种不可能之事,他便说“动物不属于每一个白色的事物”是假的,并作为真理引入了他自己所说的事情,即“每一个白色的事物都是动物”。他通过如下推论来表明这一点:“照你们看来,动物不属于每一个白色的事物,白色属于每一只鸟,鸟属于每一只乌鸦,因此白色属于每一只乌鸦。但这确实是假的;因此,不可能之事所后随的、以及从中产生出虚假的那个假设也是假的;而它正是声称动物不属于每一个白色的事物的那个假设;因此‘属于每一个’是真的。”对此必须回答说:“不由于此”;因为得出白色属于每一只乌鸦,并不是由于声称动物不属于每一个白色的事物的那个假设,而是由于声称白色属于每一只鸟的你那条假设;因为即便去除了被你说成是荒谬起因的我们的假设,虚假之结论依然被推得。并且他自己也通过某个例子表明,虚假的产生并非由于我们的假设,而是由于诡辩家们的假设。所言之事是这样的。有人正确地说,灵魂与生命在原因上是同一的。于是诡辩家试图表明这是假的,并说:“如果灵魂与生命在原因上是同一的,便不会有任何不可能之事后随于这一假设;但是正如将要表明的那样,确实会后随;因此灵魂与生命在原因上不是同一的。”然后他试图以这种方式表明某种不可能之事:“因为如果,”他说,“消灭与生成是相反的,那么对于某一特定的消灭也将有某种生成与之相反;而死亡是某一特定的消灭;以至于对于作为某一特定消灭的死亡,将有某种生成与之相反;但除了生命之外,没有任何别的东西与死亡相反;因此生命是生成;而如果生命是生成,活着也就是生成;以至于动物只要活着,就在生成;但动物只要活着就在生成,这是不可能的;如果这是不可能的,由于它而产生此事的假设也是不可能的;而它正是声称灵魂与生命在原因上是同一的那个假设。因此灵魂与生命并不是同一的。”
- 1.28εἴ τις λέγει τὸ ζῷον παντὶ λευκῷ καὶ ἡμῶν λεγόντων μὴ εἶναι ἀληθές (...) πειρᾶται ἐλέγχειν ἡμᾶς
整个句子的骨架在于:条件从句中 καί 并列连接两个限定动词 λέγει 与 πειρᾶται ἐλέγχειν ἡμᾶς(试图反驳我们),中间插入属格绝对结构 ἡμῶν λεγόντων 表示伴随情况,进而引出后文 ἔπειτα 以下的动词(λέγει ... εἰσάγει)。此外,τὸ ζῷον παντὶ λευκῷ 是省略了谓语动词 ὑπάρχει 的规范表达。
- 1.28εἰ γὰρ ἡ φθορὰ λέγων καὶ ἡ γένεσις ἐναντία
分词 λέγων(说着/声称)插入在条件句 εἰ γὰρ ἡ φθορὰ καὶ ἡ γένεσις ἐναντία 内部,构成了倒装(hyperbaton)。在意义上它依附于主句主语(诡辩家),理解为 λέγων· εἰ γὰρ ἡ φθορὰ καὶ ἡ γένεσις ἐναντία...(声称:因为如果消灭与生成是相反的……)。
