- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:49.3-50.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注释者讨论了亚里士多德作为后件谬误实例引用的梅利梭斯论证(证明存在是无限的),解释了该论证犯了否定前件而非正当的换质换位(否定后件)的错误,并揭示了其背后前提的谬误。
ὁμοίως δέ, φησί, καὶ ἐν τοῖς συλλογιστικοῖς, ἤτοι τοῖς κατὰ συλλογισμὸν δοκοῦσι προβαίνειν λόγοις, οἷος δοκεῖ καὶ ὁ τοῦ Μελίσσου εἶναι. οὗτος γάρ, δεῖξαι θέλων ὅτι ἕν ἐστι τὸ ὂν καὶ ἄπειρον, κατεσκεύαζε τοῦτο διὰ τῆς σὺν ἀντιθέσει τάχα ἀντιστροφῆς λέγων ὡς εἰ τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ γενόμενον λοιπὸν οὐχ ἕξει ἀρχήν· εἶτα προσετίθει καὶ τὴν ἑτέραν πρότασιν, ὅτι τὸ μὴ ἀρχὴν ἔχον ἄπειρον, ὡς εἶναι τοιοῦτον τὸ συλλογιζόμενον· τὸ ὂν οὐ γέγονε, τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει, τὸ μὴ ἔχον ἀρχὴν ἄπειρον, τὸ ὂν ἄπειρον. τούτου γοῦν τοῦ λόγου πολλὰ μὲν καὶ ἄλλ’ ἄττα αἰτιάματα ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως εἴρηται τῷ Ἀριστοτέλει· ἀπεδείχθη δὲ καὶ τὸ ἡμαρτημένον, ἡ σὺν ἀντιθέσει ἀντιστροφή· ταύτης γὰρ τῇ ἀναιρέσει τοῦ ἑπομένου καὶ τὸ ἡγούμενον ἀναιρούσης οὐχ οὕτως ἔχει καὶ ἡ παρὰ τοῦ Μελίσσου.1 εἰ μὲν γὰρ ἄνθρωπός ἐστιν, ἕπεται καὶ ζῷον εἶναι ἐξ ἀνάγκης· ζῴου δὲ μὴ ὄντος εὔδηλον ὡς οὐδὲ ἄνθρωπος. ἐχρῆν οὖν καὶ τὸν Μέλισσον οὕτως ἀντιστρέψαι2 καὶ εἰπεῖν, ὡς εἰ τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ ἀρχὴν ἔχον οὐ γέγονεν· ὁ δ’ οὐχ οὕτω πεποίηκεν, ἀλλὰ τῇ ἀναιρέσει τοῦ ἡγουμένου συνανεῖλε καὶ τὸ ἑπόμενον. ἀλλ’ ἐπισκεπτέον αὖθις τὰ ῥητὰ κατὰ λέξιν. οἷον ὁ Μελίσσου λόγος ὅτι ἄπειρον τὸ ἅπαν. ἐδείκνυε, φησίν, ὁ Μέλισσος ὅτι ἄπειρον τὸ ἅπαν, τουτέστι τὸ ὄν· τὸ γὰρ ἅπαν ἀντὶ τοῦ ὄντος εἴληφεν. ἐδείκνυε δὲ τοῦτο λαμβάνων ὅτι τὸ ὂν ἀγένητον, ἤτοι τὸ ὂν οὐ γέγονε. καὶ τίθησι τὴν τούτου κατασκευήν· εἰ γὰρ τὸ ὂν λέγει τις γενέσθαι, ἢ ἐξ ὄντος ἂν γένοιτο ἢ ἐκ μὴ ὄντος· ἀλλ’ ἐξ ὄντος μὲν γενέσθαι οὐκ ἐνδέχεται· τὰ αὐτὰ γὰρ καὶ περὶ ἐκείνου ζητήσομεν· ὁμοίως δὲ ἀδύνατον καὶ ἐκ μὴ ὄντος εἰπεῖν γενέσθαι τὸ ὄν, διὰ τὸ κοινὸν ἀξίωμα εἶναι τῶν φιλοσόφων μηδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι· συνάγεται λοιπὸν τὸ ὂν ἀγένητον εἶναι. εἰ γοῦν τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ γενόμενον ἀρχὴν οὐχ ἕξει· τὸ δὲ μὴ ἔχον ἀρχὴν ἄπειρον. πρὸς τοῦτο οὖν φησιν ὁ Ἀριστοτέλης ὡς οὐκ ἀνάγκη, εἰ τὸ γενόμενον ἅπαν ἀρχὴν ἔχει, καὶ τὸ ἀρχὴν ἔχον γεγονέναι. τοιοῦτον δέ τινα νοῦν ἔχει τὸ λεγόμενον. ὁ Μέλισσος τὸ μὴ γεγονέναι καὶ τὸ ἀρχὴν μὴ ἔχειν ταὐτὸν ἐνόμιζεν εἶναι καὶ ἐξισάζειν καὶ ἀντιστρέφειν. ὑπήχθη δὲ εἰς ταύτην τὴν ἔννοιαν ἀπὸ τοῦ καὶ τὸ γενόμενον καὶ τὸ ἀρχὴν ἔχον ταὐτὰ οἴεσθαι καὶ ἀντιστρέφοντα,3 ὥστε καὶ πᾶν τὸ γενόμενον ἀρχὴν ἔχειν καὶ πᾶν τὸ ἀρχὴν ἔχον γεγονέναι, ὃ ψεῦδος ἐστιν· εἰσὶ γάρ τινα ἀρχὴν μὲν ἔχοντα μὴ γεγονότα δέ, ὡς τὰ οὐράνια καὶ θεῖα σώματα. εἰ γοῦν τοῦτο ψεῦδος, δῆλον ὡς οὐδὲ τὸ μὴ γενόμενον καὶ τὸ μὴ ἀρχὴν ἔχον ταὐτά εἰσιν.
他说,在推论性的论证中,即在那些看似依照推论推进的论证中也是同样如此,梅利梭斯的论证似乎也就是这种情形。因为此人想要表明存在是一且无限的,便大概通过带有对立的换位[换质换位]来确立这一点,声称如果生成之物具有开端,那么未曾生成之物接下来便不具有开端;随后他又添加了另一前提,即不具有开端之物是无限的,以至于推论所得的内容是这样的:“存在未曾生成,未曾生成之物不具有开端,不具有开端之物是无限的,[因此]存在是无限的。”总之,针对这一论证,亚里士多德在《物理学》第一卷中提出了许多别的责难;而其错误之处,即带有对立的换位,也被证明了;因为这种换位通过否定后件而连同否定前件,梅利梭斯所作的却并非如此。因为如果某物是人,必然伴随着它也是动物;而当动物不存在时,显然人也不存在。因此梅利梭斯本应当这样进行换位并声称:如果生成之物具有开端,那么不具有开端之物便未曾生成;但他却没有这样做,而是通过否定前件而连带否定了后件。但必须再次依字面考察文句。“例如梅利梭斯关于全体是无限的论证”。他说,梅利梭斯试图表明全体——也就是存在——是无限的;因为他取了“全体”来代替“存在”。他是通过假定存在是未生成的——即存在未曾生成——来表明这一点的。并且他陈述了对此的论证:因为如果有人声称存在生成了,它或者由存在者生成,或者由非存在者生成;但由存在者生成是不可能的,因为关于那一个我们也将探究同样的事情;同样,声称存在由非存在者生成也是不可能的,因为哲学家们的公理是:无物产生于在任何方面、以任何方式都不存在之物;于是接下来推得存在是未生成的。“总之,如果生成之物具有开端,未曾生成之物便不具有开端;而不具有开端之物是无限的。”因此亚里士多德针对这一点指出,即使一切生成之物都具有开端,也并不必然意味着具有开端之物也生成了。所言之事具有大致如下的含义:梅利梭斯认为未曾生成与不具有开端是同一的、相等的并且可以换位的。他由于认为生成之物与具有开端之物也是同一且可以换位的,因而被引入了这一想法,以致于一切生成之物都具有开端,且一切具有开端之物都生成了,而这是虚假的;因为存在着某些虽然具有开端但未曾生成的事物,比如天体和神圣的物体。总之,如果这是虚假的,显然未曾生成之物与不具有开端之物也不是同一的。
- 1.27ταύτης γὰρ τῇ ἀναιρέσει τοῦ ἑπομένου καὶ τὸ ἡγούμενον ἀναιρούσης οὐχ οὕτως ἔχει καὶ ἡ παρὰ τοῦ Μελίσσου
ταύτης ... ἀναιρούσης 是带转折或让步意味的独立属格(“尽管/而这种换位……否定……”)。ταύτης 指代前文合法的“带有对立的换位(换质换位)”。主句 οὐχ οὕτως ἔχει 的主语是省去了 ἀντιστροφή 的 ἡ παρὰ τοῦ Μελίσσου。
- 1.27ἐχρῆν οὖν καὶ τὸν Μέλισσον οὕτως ἀντιστρέψαι
无人称动词未完成过去时 ἐχρῆν 加上不定式,表示过去未实现的义务(“梅利梭斯本应当如此换位[但实际上并未如此]”)。
- 1.27ἀπὸ τοῦ καὶ τὸ γενόμενον καὶ τὸ ἀρχὴν ἔχον ταὐτὰ οἴεσθαι καὶ ἀντιστρέφοντα
介词 ἀπό 支配带冠词的不定式 τοῦ ... οἴεσθαι,表原因(“由于认为……”)。在不定式短语内部构成双重宾格结构,καὶ τὸ γενόμενον καὶ τὸ ἀρχὴν ἔχον 为宾语,ταὐτὰ ... καὶ ἀντιστρέφοντα 作宾语补足语(述语宾格)。
