← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《辩谬篇》注解

§4.6-5.27

争辩推论与智者推论的同一性及分类

注疏者对亚里士多德《辩谬篇》开篇(164a20)的标目与引言展开评注,阐释了争辩推论与智者推论的同一性、依形式与质料划分的推论分类、十三种谬误的划分以及对本论著标题的理解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1#1

" Περὶ δὲ τῶν σοφιστικῶν ἐλέγχων." Πλάτων μὲν ἐν τῷ Εὐθυδήμῳ καὶ Ἀριστοτέλης ἐν προοιμίοις εὐθὺς τῆς διαλεκτικῆς πραγματείας τὸν αὐτὸν εἶναι λέγουσιν ἐριστικὸν καὶ σοφιστικὸν συλλογισμόν. τούτους δὲ τοὺς συλλογισμοὺς ποτὲ μὲν κατὰ τὴν ὕλην διημαρτῆσθαι λέγουσι τῆς συλλογιστικῆς συζυγίας οὐκ ἐκπίπτοντας, οὓς καὶ συλλογισμοὺς ὀνομάζουσι, ποτὲ δὲ τὸ συλλογιστικὸν εἶδος μὴ ἔχοντας ἀληθῆ φέρειν τὴν ὕλην, οὓς οὐδὲ συλλογισμοὺς ἀξιοῦσι καλεῖν ἀλλὰ φαινομένους συλλογισμούς. οἷον τί φημι; ὅταν τις συλλογίσηταί τι ἐν συλλογιστικῇ συζυγίᾳ διὰ προτάσεων παρὰ τὴν ὕλην1 ληφθεισῶν, ἐριστικὸν μὲν ποιεῖ συλλογισμόν, πλὴν καὶ σοφιστικόν, ὡς ὅτε λέγει ‘πᾶς ὁ ἀνδρεῖος ἀνδρείαν ἔχει· ἔστι δὲ ὁ χιτὼν ἀνδρεῖος· ὁ χιτὼν ἄρα ἀνδρείαν ἔχει’· οὗτος γὰρ ὁ συλλογισμὸς ἐριστικὸς καὶ σοφιστικὸς οὐ παρ’ ἄλλο τι ἢ παρὰ τὸ ληφθῆναι2 ὡς ἔνδοξον τὸ πάντα τὸν ἀνδρεῖον ἀνδρείαν ἔχειν, ἐπειδὴ ἐν συλλογιστικῇ συζυγίᾳ ἐν πρώτῳ οὔσῃ σχήματι ἐκ δύο καταφατικῶν, τῆς μὲν ἐπὶ μέρους τῆς δὲ καθόλου τῆς μείζονος. ὅταν δὲ πάλιν συλλογίσηταί τίς τι ἐξ ἀληθῶν μὲν προτάσεων μὴ συλλογιστικῶς δὲ μηδὲ φυλάξας τὸ τοῦ σχήματος ἴδιον, συλλογισμὸν καὶ οὗτος ἐποίησε, πλὴν οὗτος φαινόμενος συλλογισμὸς λέγεται, οἷοί εἰσιν οἱ ἐν ἀσυλλογίστῳ συζυγίᾳ ἐρωτώμενοι λόγοι. οἷον εἰ συνάγει τις τὸ ὅτι πᾶς ἄνθρωπος ἵππος ἐστὶ διὰ τοῦ λαβεῖν πάντα ἄνθρωπον ζῷον εἶναι καὶ πάντα ἵππον ζῷον· ἀσυλλόγιστος γὰρ ἡ τοιαύτη πλοκὴ τοῦ συλλογισμοῦ καίτοι ἐξ ἀληθῶν οὖσα προτάσεων· αἴτιον δὲ τὸ εἶναι δύο καταφάσεις ἐν δευτέρῳ σχήματι. καὶ πολλὰ τούτων τὰ παραδείγματα ἐν ταῖς πονηθείσαις ἡμῖν εἰς τὴν Διαλεκτικὴν ἐξηγήσεσιν. ἄλλοι δέ τινες σοφιστικοῦ καὶ ἐριστικοῦ συλλογισμοῦ διαφορὰν ταύτην παραδεδώκασιν, ἐριστικὸν μὲν εἰπόντες εἶναι τὸν κατὰ τὸ συλλογιστικὸν εἶδος μὴ ὑγιῶς ἔχοντα, σοφιστικὸν δὲ τὸν τὴν ὕλην ἔχοντα διημαρτημένην ὑγιὲς δὲ τὸ συλλογιστικὸν εἶδος. ἀλλ’ ἐλέγχονται οὗτοι παρ’ αὐτοῦ τοῦ Ἀριστοτέλους ψευδόμενοι· προϊὼν γὰρ ἐν οἷς τὸν ἀποδεικτικὸν λόγον τοῦ διαλεκτικοῦ διίστησι καὶ τοῦτον τοῦ σοφιστικοῦ, φησὶν ὅτι “ὁ μὲν οὖν κατὰ τὸ πρᾶγμα θεωρῶν τὰ κοινὰ διαλεκτικός, ὁ δὲ τοῦτο φαινομένως ποιῶν σοφιστικὸς καὶ συλλογισμὸς ἐριστικός”. ἐπειδὴ τοίνυν ὁ ἐριστικὸς συλλογισμὸς ὁ αὐτός ἐστι τῷ σοφιστικῷ ἐλέγχῳ, εἰπὼν περὶ τῶν σοφιστικῶν ἐλέγχων ἐπήγαγε καὶ τῶν φαινομένων ἐλέγχων ὄντων δὲ παραλογισμῶν, ἐκ παραλλήλου τὸ αὐτὸ θείς· κοινὸν γὰρ πάντων τῶν σοφιστικῶν ἐλέγχων τὸ φαίνεσθαι. καὶ τούτων τὴν διαίρεσιν ποιεῖται εὐθὺς ἐν τοῖς ἑξῆς λέγων· οἱ μὲν γὰρ τούτων τῶν σοφιστικῶν ἐλέγχων εἰσὶ συλλογισμοί, οἱ αὐτοὶ ὄντες τοῖς ἐριστικοῖς συλλογισμοῖς3 τοῖς ἐκ φαινομένων ἐνδόξων μὴ ὄντων δὲ συντιθεμένοις· οἱ δὲ δοκοῦσιν εἶναι, οἱ αὐτοὶ καὶ οὗτοι ὄντες τοῖς ἐριστικοῖς λόγοις τοῖς ἢ ἐξ ἐνδόξων ἢ φαινομένων ἐνδόξων φαινομένοις, οἳ καὶ ἐριστικοὶ μὲν λέγονται συλλογισμοί, συλλογισμοὶ δ’ οὔ. συλλογισμοὶ μὲν οὖν εἰσι σοφιστικοὶ οἱ τὸ σχῆμα μὲν ἔχοντες ὑγιὲς τὰς δὲ προτάσεις ἢ ἄμφω ἢ τὴν ἑτέραν ψευδεῖς· φαινόμενοι δὲ οἱ τὸ σχῆμα μὲν μὴ ὑγιὲς ἔχοντες τὰς δὲ προτάσεις ὁτὲ μὲν ἀληθεῖς ὁτὲ δὲ ψευδεῖς. ἁπλῶς δὲ πάντες οἱ φαινόμενοι ἔλεγχοι ἢ συλλελογισμένοι εἰσὶν ἢ ἀσυλλόγιστοι· κἂν γὰρ καὶ τὸ εἶδος ὑγιὲς ἔχῃ, φαινόμενός ἐστιν ἔλεγχος καὶ οὐ κυρίως ἔλεγχος. τοῦ δὲ ἐλέγχου μέρη εἰσὶ δεκατρία· ἓξ μὲν τὰ “παρὰ τὴν λέξιν”, ἑπτὰ δὲ τὰ παρὰ τὴν διάνοιαν, οὓς ὁ Ἀριστοτέλης “ἔξω τῆς λέξεως” καλεῖ. καὶ ταῦτα τὰ δεκατρία δὶς παραδίδωσι, πρῶτον μὲν λέγων πῶς ἀπατῶσιν οἱ σοφισταί, ὕστερον δὲ λύων αὐτά. Σοφιστικοὶ οὖν ἔλεγχοι ἐπιγέγραπται ἡ παροῦσα πραγματεία καλῶς· καὶ διχῶς ἂν νοηθείη ἡ ἐπιγραφή, καὶ ὅτι ἐλέγχουσιν οἱ σοφισταὶ καὶ ὅτι ἐλέγχονται. ἢ τὸ φαινομένων ἐλέγχων ἐπήνεγκεν ὡς ἐξηγητικόν(· ἐξηγητικὸν) γὰρ τὸ πρότερον τοῦ δευτέρου.4 καὶ εἴη ἂν ὁ νοῦς τοῦ λεγομένου τοιοῦτος, ὡς ἤδη λέγωμεν περὶ τῶν μὴ κυρίως ἐλέγχων ἀλλὰ τῶν φαινομένων ἐλέγχων, οἵτινές εἰσιν οἱ σοφιστικοὶ ἔλεγχοι.

“论智者的反驳。” 柏拉图在《欧绪德谟篇》中,以及亚里士多德在辩证法论著开篇伊始,皆言争辩推论与智者推论是同一的。他们称这些推论有时在质料上有误,但并未脱离推论的组合,这些他们亦称之为推论;但有时缺乏推论形式,却承载着真实的质料,这些他们甚至认为不配被称为推论,而是表象的推论。我这指的是什么呢?当某人在推论的组合中,通过有悖于质料而假定的前提来推论出某事时,他便做出了一个争辩推论,但也是一个智者推论,正如他说:“凡勇敢者皆具有勇敢;然而这件长袍是勇敢[男式]的;因此这件长袍具有勇敢”。因为这个推论之所以是争辩的和智者的,并非因由其他,正是因为“凡勇敢者皆具有勇敢”被当作通行见解而采纳,既然它处于第一格中由两个肯定命题构成的推论组合中,其中大前提是全称的,小前提是特称的。另一方面,当某人再次从真实的前提推论出某事,却并非以推论方式,亦未遵循该格式特有的规定时,此人同样做出了推论,但这被称为表象的推论,正如那些在无推论组合中被质询的论辩那样。例如,若某人通过假定凡人皆是动物且凡马皆是动物,从而得出凡人皆是马的结论;因为尽管来自真实的前提,推论的这般编结乃是无推论效力的;其原因就在于第二格中出现了两个肯定命题。在我们为《辩证法[论题篇]》所倾力撰写的注疏中,关于这些有着许多例证。但另有一些人传述了智者推论与争辩推论之间的这一区别:他们称争辩推论乃是在推论形式上不健全的推论,而智者推论乃是在质料上有误但推论形式健全的推论。然而这些人被亚里士多德本人揭穿为言说不实;因为他在后文区分证明性论辩与辩证性论辩,并将后者与智者论辩区分开的地方说道:“依循事理来考察共通原则的人是辩证家,而表面上这般行事的人则是智者,其推论则是争辩性的”。既然争辩推论与智者的反驳是同一的,那么在说了“论智者的反驳”之后,他又补充了“以及论表象的反驳——实为谬误推论”,将同一事物并列置之;因为具有表象性乃是所有智者反驳的共同之处。他随即在后文中对此进行划分,说道:因为在这些智者的反驳中,有些是推论,它们等同于由表象的通行见解(实则不然)所构成的争辩推论;另一些则只是看似推论,它们亦等同于由通行见解或表象的通行见解而看似成立的争辩性论辩,这些论辩虽被称为争辩推论,但并非推论。因此,智者推论乃是格式健全、但其前提无论是两者还是其中之一为假的推论;而表象的推论则是格式不健全、但其前提时而为真、时而为假的推论。简言之,一切表象的反驳要么是推论出来的,要么是未经推论的;因为即使形式健全,它也是表象的反驳,而非严格意义上的反驳。反驳的部分共有十三种:六种是“取决于词句的”,七种是取决于思想的,亚里士多德将后者称为“词句之外的”。他将这十三种两度加以传授:首先说明智者们如何蒙骗,随后对它们进行解答。因而,本论著被题名为《智者的反驳》是恰如其分的;这一题名可以从双重意义上来理解:既指智者们进行反驳,亦指智者们受到反驳。或者说,他补充“表象的反驳”是出于诠释之意,因为前者是对后者的诠释。所言的意涵当如下述:即我们现在所谈论的,并非严格意义上的反驳,而是表象的反驳,这也就是智者的反驳。

语法注4 条
  1. 1.1παρὰ τὴν ὕλην

    介词 παρά 与宾格连用,此处表示“违背”(contrary to),指前提的内容(质料)违背了事实或真理而被设定。

  2. 1.1οὐ παρ’ ἄλλο τι ἢ παρὰ τὸ ληφθῆναι

    惯用表达 οὐ παρ' ἄλλο τι ἤ 意为“并非因由其他,正是因为……”。与前文表示“违背”的 παρά 不同,此处的 παρά 表示原因(“由于……”)。

  3. 1.1οἳ αὐτοὶ ὄντες τοῖς ἐριστικοῖς συλλογισμοῖς

    οἱ αὐτοί(词条中 οἳ 为定冠词 οἱ 之误印)与分词 ὄντες 构成短语并支配与格 τοῖς ἐριστικοῖς συλλογισμοῖς,构成 ὁ αὐτός 搭配与格(“与……同一”)的句式,起同位语式的说明作用。

  4. 1.1ἐξηγητικὸν γὰρ τὸ πρότερον τοῦ δευτέρου

    沃利斯(Wallies)校勘本中所订正补充的短句。承接前文的 ὡς ἐξηγητικόν,主语 τὸ πρότερον(前者,即“智者的反驳”)充当属格 τοῦ δευτέρου(后者,即“表象的反驳”)的解释性述语(ἐξηγητικόν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:4.6-5.27