- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:47.5-49.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《诡辩篇驳》第5章167a36–167b1,通过灵魂不朽与处所存在的具体例子解释“乞求最初论点”(乞题)的谬误,进而分析“因后件而产生的反驳”,阐明其与偶性谬误的区别、在感官错觉与修辞学符号推论中的运作机制及其解法。
" Οἱ δὲ παρὰ τὸ ἐν ἀρχῇ λαμβάνειν γίνονται μὲν οὕτως." Ὁ τὸ ἐν ἀρχῇ λαμβάνων παραλογισμὸς τέταρτός ἐστι τρόπος τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων, καὶ εἴρηται περὶ τούτου πρὸ βραχέος ὅπως γίνεται· προκειμένου γὰρ τοῦ προβλήματος τοῦ ὅτι ἡ ψυχὴ ἀθάνατος, λαβών τις τὸ ‘ἄφθαρτος’ καὶ ‘ἀΐδιος’ ὡς ἕτερα ὄντα καὶ μὴ ταὐτὰ τῷ ‘ἀθάνατος’ συνεπεράνατο τὴν ψυχὴν ἀθάνατον. εἴρηται δὲ τελεώτερον ἐν τοῖς δευτέροις τῶν Προτέρων ἀναλυτικῶν· οὐ μὴν ἀλλὰ καὶ ἐν τῷ ὀγδόῳ τῶν Τοπικῶν σαφέστατα εἴρηται ὡς πενταχῶς αἰτεῖται. παραλογίζονται δὲ οἱ μὴ δυνάμενοι συνορᾶν ὅτι ταὐτόν ἐστι τὸ ἄφθαρτον καὶ τὸ ἀθάνατον καὶ ἀπατῶνται ὑπὸ τῶν σοφιστῶν μηδὲν ἀποδεικνυόντων ἀλλὰ δι’ ἑαυτοῦ δεικνυόντων τὸ μὴ δι’ ἑαυτοῦ δῆλον καὶ πρότασιν ποιουμένων τὸ πρόβλημα· ὅταν γὰρ ζητουμένου τοῦ εἰ ἡ ψυχὴ ἀθάνατος λέγῃ ὁ σοφιστὴς ‘ἡ ψυχὴ ἄφθαρτος, τὸ ἄφθαρτον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος’, οὐδὲν ἀποδείκνυσιν, ἀλλὰ τὸ ἐξ ἀρχῆς αἰτεῖται. ἀλλὰ κἄν τινος λέγοντος ὅτι οὐκ ἔστι τόπος συνάγῃ τις τὸ εἶναι τόπον1 οὕτω πως λέγων ‘εἰ ἔστιν ἄνω καὶ κάτω καὶ πρόσθεν καὶ ὄπισθεν καὶ δεξιὸν καὶ ἀριστερόν, ἔστι τόπος· ἀλλὰ μὴν ἔστιν ἄνω καὶ κάτω καὶ τὰ λοιπά· ἔστιν ἄρα τόπος’, τὸ ἐν ἀρχῇ καὶ οὗτος αἰτεῖται, ἤτοι ὃ ἔδει δεῖξαι, ἔλαβεν ἀναποδείκτως· εἰ γὰρ τὸ ὅλον οὐδὲν ἄλλο ἐστὶν ἢ τὰ ἑαυτοῦ μέρη, ὁ λέγων ‘εἰ ἔστι τὰ μέρη τοῦ τόπου, ἔστιν ὁ τόπος’ οὐδὲν ἄλλο φησὶν ἢ ‘εἰ ἔστιν ὁ τόπος, ἔστιν ὁ τόπος’.
“因乞求最初论点而产生的[反驳]是如下这样产生的。” 乞求最初论点的虚假推论是词表达之外的诡辩方式中的第四种,关于它是如何产生的,不久前已经谈过;因为当提出的论题是“灵魂是不朽的”时,有人取“不灭的”和“永恒的”,把它们当作不同于、且不等同于“不朽的”之物,从而推论出灵魂是不朽的。而在《前分析篇》第二卷中对此有更完备的论述;不仅如此,在《论题篇》第八卷中也极其明白地指出,它是以五种方式被乞求的。那些不能洞见不灭与不朽是同一事物的人便陷入了虚假推论,并被诡辩者们所欺骗;这些诡辩者什么也没有证明,而是通过自身来表明并非凭自身而显明的事物,并把问题本身当作前提;因为当所探究的是灵魂是否不朽时,如果诡辩者说“灵魂是不灭的,不灭的是不朽的,所以灵魂是不朽的”,他便什么也没有证明,而是在乞求最初的论点。此外,即使在有人声称处所并不存在时,某人这样说来推论出处所存在:“如果上与下、前与后、右与左存在,那么处所存在;但是上与下以及其余的确实存在;所以处所存在”,这个人同样是在乞求最初的论点,即未加证明地取了那本该加以证明的东西;因为如果整体无非就是其自身的部分,那么声称“如果处所的部分存在,那么处所存在”的人,所说的就丝毫不异于“如果处所存在,那么处所存在”。
"Ὁ δὲ παρὰ τὸ ἑπόμενον ἔλεγχος διὰ τὸ οἴεσθαι ἀντιστρέφειν τὴν ἀκολούθησιν.2" Ὁ παρὰ τὸ ἑπόμενον ἔλεγχος πέμπτος ἐστὶ τρόπος τῶν ἐκτὸς τῆς λέξεως φαινομένων ἐλέγχων. μέρος δέ ἐστι τοῦ παρὰ τὸ συμβεβηκὸς παραλογισμοῦ, ὃς πρῶτός ἐστι τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων· τοῦτο δὲ καὶ αὐτὸς ὁ Ἀριστοτέλης προϊὼν ἐρεῖ· ἀμφότεροι γὰρ οὗτοι οἱ σοφισμοὶ ἀπὸ συμβεβηκότος ὥρμηνται. διαφέρουσι δέ, ὅτι ὁ μὲν παρὰ τὸ συμβεβηκὸς οὐκ ἀντιστρέφει τοὺς ὅρους, ἀλλ’ οὑτωσὶ συλλογίζεται· ὁ Σωκράτης ζῷον, τὸ ζῷον γένος, ὁ Σωκράτης ἄρα γένος· ὁ δὲ παρὰ τὸ ἑπόμενον ὡς ἀντιστρέφοντας λαμβάνει τοὺς ὅρους καὶ γίνεται, ὅταν καὶ τὰ μὴ ἀντιστρέφοντα ὡς ἀντιστρέφοντα λαμβάνηται. ἐπειδὴ γὰρ ἕπεται τῷ κλέπτῃ τὸ νύκτωρ πλανᾶσθαι, ἀντιστρέφοντες οἱ σοφισταὶ λέγουσι καὶ ‘ὁ νύκτωρ πλανώμενος κλέπτης ἐστί’·3 καὶ ἐπειδὴ τὸ μέλι ξανθόν ἐστι, καὶ τὸ ξανθὸν μέλι εἶναί φασι. καὶ κατὰ τοῦτο τὸν κατασοφισμὸν συμβαίνει γίνεσθαι. οὐκ ἀνάγκη δέ, εἰ ὁ μοιχὸς καλλωπίζεται, καὶ τὸν καλλωπιζόμενον μοιχὸν εἶναι· πολλοῖς γὰρ ταῦτα ὑπάρχει, λέγω δὲ καὶ τὸ νύκτωρ πλανᾶσθαι καὶ τὸ καλλωπίζεσθαι· τὸ δὲ κατηγορούμενον οὐχ ὑπάρχει. ἀλλὰ τοιαύτη μὲν ἡ τῶν λεγομένων διάνοια. τὰ δὲ κατὰ τὴν λέξιν οὕτως ἔχει· ὅταν γὰρ μέλιτος ὄντος ἐξ ἀνάγκης ἕπεται καὶ τὸ ξανθόν, καὶ τινὸς ξανθοῦ ὄντος οἴονται εἶναι μέλι· καὶ γίνεται ὁ παραλογισμὸς ἐντεῦθεν· συμβαίνει γὰρ εἶναι χολήν, ἥτις ἐστὶ ξανθή, πλὴν οὐχὶ καὶ μέλι. ὁ δὲ παραλογιζόμενος οὕτως ἀπατᾷ· οὐχὶ τὸ μέλι ξανθόν ἐστί; ναί· ὥστε καὶ τὸ ξανθὸν μέλι· ἡ δὲ χολὴ ξανθή· ἡ χολὴ ἄρα μέλι. καὶ αἱ περὶ τὴν δόξαν ἀπάται ἐντεῦθεν τίκτονται· ἡ μὲν γὰρ γεῦσις ἀντιλαμβάνεται τοῦ μέλιτος ὡς γλυκέος, ἡ δὲ ὄψις ὡς ξανθοῦ· ἀφ’ ὧν ἡ δόξα τὰ πάθη συνθεῖσα καὶ ὡς ἓν δοξάζουσα, ὁπηνίκα ἐνεργεῖ ἡ ὄψις περί τι ξανθὸν καὶ ὁρᾷ τι χολοβαφές, εὐθὺς καὶ μέλι τοῦτο εἶναι δοξάζει. πάλιν ἐπειδὴ ἐξ ἀνάγκης ὄμβρου κατενηνεγμένου ἡ γῆ διάβροχος γίνεται, καὶ ὁπηνίκα ὕδατος ἔκχυσις γένηται, ὑετοῦ καταφορὰν γενέσθαι νομίζομεν. ἐντεῦθεν καὶ τὸν ἥλιον πολλάκις ποδιαῖον ἡ ὄψις εἶναι δοξάζει διὰ τὸ ἕπεσθαι ταῖς τῆς ὄψεως φαντασίαις. οὐ μὴν ἀλλὰ καὶ ἐν τοῖς ῥητορικοῖς συλλογισμοῖς αἱ σημειώδεις ἀποδείξεις ἐκ τῶν ἑπομένων γίνονται. ἐπειδὴ γὰρ σημεῖον τοῦ μοιχοῦ τὸ καλλωπίζεσθαί ἐστι καὶ τοῦ κλέπτου τὸ νυκτὸς πλανᾶσθαι (ἕπεται γὰρ καὶ τῷ μοιχῷ τὸ καλλωπίζεσθαι καὶ τῷ κλέπτῃ τὸ νυκτοπορεῖν), διὰ τοῦτο αἱ ῥητορικαὶ ἀποδείξεις ἐκ τῶν ἑπομένων γίνονται· ὁ γὰρ βουλόμενος δεῖξαι ὅτι μοιχός ἐστι, τὸ ἑπόμενον ἔλαβεν, ὅτι καλλωπιστής, καὶ ὁ τὸν κλέπτην ἐλέγξαι βουλόμενος ὅτι νύκτωρ πλανᾶται. τὸ δὲ πολλοῖς μὲν ταῦτα ὑπάρχει, τὸ δὲ κατηγορούμενον οὐχ ὑπάρχει λύσις ἐστί. κατηγορούμενον δὲ λέγει τὴν μὲν μοιχείαν κατηγορίαν τοῦ καλλωπίζεσθαι, τοῦ δὲ νυκτὸς βαδίζειν τὸ κλέπτειν, οὐχ ὡς ἀληθῶς κατηγορουμένων (εἴρηται γὰρ ὡς οὐκ ἀνάγκη ἀντιστρέφειν), ἀλλ’ ὡς ὑπὸ τῶν σοφιστῶν ὡς κατηγορουμένων λαμβανομένων.
“因后件而产生的反驳是由于认为推论关系可以换位。” 因后件而产生的反驳是词表达之外的表面反驳中的第五种方式。它是因偶性而产生的虚假推论的一部分,而后者是词表达之外的诡辩方式中的第一种;亚里士多德本人在后文中也会谈到这一点;因为这两种诡辩都是从偶性出发的。但二者的区别在于,因偶性而产生的并不换位词项,而是如此推论:“苏格拉底是动物,动物是属,所以苏格拉底是属”;而因后件而产生的则把词项当作可以换位的来取,产生于甚至把不可换位的事物当作可以换位来取之时。因为既然夜间游荡伴随着盗贼,诡辩者们就进行换位并声称“夜间游荡者是盗贼”;又因为蜂蜜是黄色的,他们便声称黄色的东西也就是蜂蜜。诡辩的产生正是基于这一点。但是,如果通奸者打扮修饰,并不必然意味着打扮修饰的人也就是通奸者;因为这些属性属于许多人——我指的是夜间游荡和打扮修饰两者——,然而被述谓的事物却并不属于[他们]。所言之事的意图就是如此。而依字面的文句则是这样的:因为每当蜂蜜存在时必然伴随着它是黄色的,人们在某物是黄色时便认为它也是蜂蜜;而虚假推论正是由此产生的;因为可能存在胆汁,它是黄色的,但却不是蜂蜜。进行虚假推论者是这样欺骗的:“蜂蜜不是黄色的吗?”“是的。”“所以黄色的也就是蜂蜜;但胆汁是黄色的;所以胆汁是蜂蜜。”关于意见的欺骗也是由此产生的;因为味觉将蜂蜜知觉为甜的,而视觉将其知觉为黄色的;意见由这些出发将诸感受结合起来并将其作为单一事物来看待,因此每当视觉针对某种黄色事物发挥作用并看见某种胆汁色的东西时,便立刻认为这也就是蜂蜜。再次,既然大雨倾盆之后大地必然湿透,在有水泼出时,我们也会认为下过一场雨。由此,视觉也常常因为顺从视觉的表象而认为太阳只有一英尺大。不仅如此,在修辞学推论中,基于符号的证明也是从后件产生的。因为既然打扮修饰是通奸者的符号,夜间游荡是盗贼的符号(因为打扮修饰伴随着通奸者,夜行伴随着盗贼),为此缘故,修辞学的证明是从后件产生的;因为想要表明某人是通奸者的人取了后件,即他是注重打扮修饰的,而想要反驳盗贼的人则取了他夜间游荡。而“这些属于许多人,但被述谓的事物却并不属于”则是解决方案。他所说的“被述谓的事物”,是指把通奸作为打扮修饰的述词,把盗窃作为夜间行走的[述词],并不是把它们当作真实被述谓的(因为已经说过它们没有必然性进行换位),而是把它们当作被诡辩者们作为被述谓者而取的。
- 1.26κἄν τινος λέγοντος ὅτι οὐκ ἔστι τόπος συνάγῃ τις τὸ εἶναι τόπον
κἄν(= καὶ ἐάν)统领虚拟式 συνάγῃ,在条件从句内部嵌套了独立属格 τινος λέγοντος,构成“即使在某人声称……时,某人推论出……”的假定结构。
- 1.27διὰ τὸ οἴεσθαι ἀντιστρέφειν τὴν ἀκολούθησιν
在介词短语 διὰ τὸ οἴεσθαι(“由于认为……”)中,不定式 ἀντιστρέφειν 用作不及物动词(“换位”),宾格 τὴν ἀκολούθησιν 充当其逻辑主语(“推论关系/后随关系换位”)。
- 1.27τὸ δὲ πολλοῖς μὲν ταῦτα ὑπάρχει, τὸ δὲ κατηγορούμενον οὐχ ὑπάρχει λύσις ἐστί
中性单数定冠词 τὸ 将亚里士多德原文中的整个引用句(πολλοῖς μὲν ταῦτα ὑπάρχει, τὸ δὲ κατηγορούμενον οὐχ ὑπάρχει)名词化作为全句的主语,λύσις 则充当表语名词。
