- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:45.31-47.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德关于“对反驳的无知”(167a21)的论述,亚历山大借助具体例证阐释了矛盾成立所必须具备的“在同一时间”、“在同一方面”与“相对于同一事物”等条件,并最终探讨了将这种因反驳无知而生的谬误归结为基于词表达的谬误(歧义)的可能性。
ὁ δὲ λέγων πάντα ἄνθρωπον ἐπὶ τοῦ παρ’ Ἡσιόδῳ χρυσοῦ γένους ἀγαθὸν εἶναι καὶ οὐδένα ἄνθρωπον ἐπὶ τοῦ σιδηροῦ ἀγαθόν, εἶτα συνάγων πάντα ἄνθρωπον καὶ μηδένα ἄνθρωπον ἀγαθὸν εἶναι οὐκ ἐλέγχει τὸν μὴ τοῦτο λέγοντα· οὐ γὰρ ἔδειξεν ἐν τῷ αὐτῷ χρόνῳ ἀγαθοὺς εἶναι καὶ μὴ ἀγαθοὺς πάντας ἀνθρώπους, οὗ δειχθέντος ἀληθὴς ἂν ἦν ἔλεγχος,1 ἀλλ’ ἐν ἄλλῳ καὶ ἄλλῳ χρόνῳ. ἀλλὰ καὶ ὁ λέγων, ὅτι τὸ σκυλάκιον ὁρᾷ, τὸ σκυλάκιον οὐχ ὁρᾷ, οὐκ ἐν τῷ αὐτῷ χρόνῳ συνάγει τὴν φαινομένην ἀντίφασιν ἀλλ’ ἐν ἄλλῳ καὶ ἄλλῳ. ταῦτα δὴ πάντα εἰδέναι χρεὼν τὸν μήτε ἀπατᾶσθαι ἐθέλοντα [μᾶλλον μὲν οὖν σπουδάζοντα] καὶ τὸν ἀπατῶντα ἐλέγχειν, ὡς εἰ μὴ εἰδείη, οὔτε ἐλέγχειν δυνήσεται καὶ αὐτὸς τοῖς ἀπατᾶν ἐσπουδακόσιν ἁλώσεται. Καὶ τοῦτό ἐστι τὸ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν. εἰπὼν δὲ τίς ἐστιν ὁ κυρίως ἔλεγχος, κἀντεῦθεν δείξας ὡς οἱ κατὰ τὸν διορισμὸν τοῦ ἐλέγχου τούτου ἐλεγχόμενοι κυρίως ἐλέγχονται, ἑξῆς φησι κατὰ τὸν αὐτὸν δὲ τρόπον γίνεσθαι καὶ τὸ ψεύσασθαι περί τινος. ὥσπερ γὰρ τὸ ἀληθῶς ἐλέγχεσθαι γίνεται, ὅταν τις εἰς ἀντίφασιν περιενεχθῇ τοῦ αὐτοῦ καὶ ἑνὸς ληφθέντος πράγματος, καὶ ὅταν μὴ συναριθμηθῇ τὸ ἐν ἀρχῇ, οὕτως καὶ τὸ ψευδῆ γενέσθαι τὸν παραλογισμὸν συμβαίνει, ὅταν ἢ ὁμώνυμον ληφθῇ ἢ τὸ ἐν ἀρχῇ συναριθμηθῇ. καὶ διὰ τοῦ ἐπαγομένου μάλιστα τοῦτο σαφηνίζει. ἔνιοι γάρ, φησίν, ἀπολείποντές τι τῶν λεχθέντων φαίνονται ἐλέγχειν, οὐκ ἐλέγχουσι δέ. θέμενος δὲ τὸν ὁρισμὸν τοῦ ἐλέγχου τοῦ πρὸς ταὐτὸ καὶ τοῦ κατὰ ταὐτὸ τίθησι παραδείγματα· φησὶ γὰρ ὅτι φαίνονταί τινες ἐλέγχοντες, ὅταν λέγωσιν τὰ δύο διπλάσια, τὰ δύο οὐ διπλάσια· τοῦ μὲν γὰρ ἑνὸς διπλάσια, τῶν δὲ τριῶν οὐ διπλάσια. καὶ τοῦτο μὲν ἔφησεν ἐνδεικνύμενος τὸ πρὸς ταὐτό· εἰ γάρ τις τὰ δύο διπλάσια τοῦ ἑνὸς ἀποδείξειε καὶ τοῦ αὐτοῦ πάλιν οὐ διπλάσια, τότε καὶ κυρίως ἐποιήσατο ἔλεγχον. τὸ δὲ παράδειγμα δεύτερον τιθέμενον εἰς ἔνδειξιν τοῦ κατὰ ταὐτὸ τέθεικεν. οὐ γὰρ οὐδὲ ὁ τόδε τὸ μέγεθος ἑτέρου λέγων εἶναι διπλάσιον2 καὶ οὐ διπλάσιον, κατ’ ἄλλο δὲ καὶ ἄλλο, οἷον κατὰ μὲν τὸ μῆκος διπλάσιον, κατὰ δὲ τὸ πλάτος οὐ διπλάσιον, οὐδὲ οὗτος ἔλεγχον ἐποίησε· τότε γὰρ ἔσται ἂν ἀληθὴς ὁ ἔλεγχος, εἴπερ τὸ μέγεθος τόδε κατὰ τὸ μῆκος μόνον ἐδείκνυτο διπλάσιον καὶ οὐ διπλάσιον. τὸ δὲ ἑξῆς τούτων τίθησι δεικτικὸν τοῦ μὴ μόνον καὶ κατὰ ταὐτὸ καὶ πρὸς ταὐτὸ καὶ ὡσαύτως ὀφείλειν ἔχειν, εἴπερ ἀληθὴς ἔλεγχος μέλλει ἔσεσθαι ὁ τὴν ἀντίφασιν τοῦ αὐτοῦ καὶ ἑνὸς συνάξων, ἀλλὰ καὶ τὸ ἐν τῷ αὐτῷ χρόνῳ ὀφείλειν κατασκοπεῖσθαι.3 εἰ γὰρ τὸ αὐτὸ μὲν καὶ ἕν ἐστι τὸ πρᾶγμα, μὴ λαμβανομένου τοῦ ἐξ ἀρχῆς, μήτε κατ’ ἄλλο καὶ ἄλλο μέρος λέγοιτο, οὐ λαμβάνοιτο δὲ καὶ ἅμα, τουτέστιν ἐν τῷ αὐτῷ καὶ ἑνὶ χρόνῳ, φαινόμενος ἔλεγχος γενήσεται. Ταῦτα εἰπὼν καὶ τὸν ἔλεγχον τὸν ἀληθῶς ὅστις ἐστὶν ἀκριβῶς διορισάμενος ἐπάγει· ἕλκοι δ’ ἄν τις τὸν τρόπον τοῦτον τὸν σοφιστικὸν τὸν παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν καὶ εἰς τοὺς παρὰ τὴν λέξιν· ὁ γὰρ παρὰ τὴν ὁμωνυμίαν καὶ ὁ παρὰ τὴν ἀμφιβολίαν τῶν παρὰ τὴν λέξιν ἦσαν τρόπων· τὸ δὲ ‘ὁ κοιμώμενος ὄψιν ἔχει’ ἀμφίβολον· ἢ γὰρ ὅτι ἐνεργεῖ τῇ ὄψει, δύναταί τις ὑπονοεῖν, ἢ ὅτι ἐνεργήσειεν ἄν.
另一方面,声称在赫西俄德所说的黄金时代中每个人都是善的、而在黑铁时代中没有一个人是善的,随后得出推论说每个人既是善的而又没有一个人是善的人,并没有反驳那个不这样主张的人;因为他并未在同一时间表明所有的人既是善的又不是善的——若这得以表明,那本会是真正的反驳——,而是在不同且各异的时间表明的。此外,声称“小狗在看,小狗不在看”的人,也不是在同一时间得出那表面的矛盾,而是在不同且各异的时间得出的。凡不愿受骗[或者更确切地说,是热切避免受骗]且希望反驳欺骗者的人,确实应当知晓所有这些事;因为如果他不知晓,他就既不能进行反驳,他自己也会被那些热切于欺骗的人所俘获。而这就是由于对反驳的无知而产生的谬误。 在说明了真正意义上的反驳是什么,并由此表明按照这一反驳的界定而被反驳的人才是真正被反驳之后,他接着说,关于某事犯下虚假也是以同样的方式产生的。因为正如真正被反驳发生在当某人就所假定的同一且单一的事物被引向矛盾、并且最初的争论之点未被计入之时,虚假推论的产生同样也是发生在当或者使用了同名异义词、或者计入了最初的争论之点之时。他通过接下来的文句尤其阐明了这一点。因为他说,“有些人略去了上述各项中的某一点,显出反驳的样子,却并未进行反驳”。在确立了反驳的定义之后,他给出了“相对于同一事物”和“在同一方面”的例子;因为他说,当有些人说“二是倍数,二不是倍数”时,他们显得是在进行反驳;因为对一而言它是倍数,对三而言它不是倍数。他说这话是为了指明“相对于同一事物”;因为如果有人证明二是一的倍数,又证明它相对于那同一的一而言不是倍数,那么他才是在真正意义上进行了反驳。而他给出的第二个例子,则是为了指明“在同一方面”而设立的。因为声称这个量度就不同且各异的方面而言是另一量度的倍数又不是倍数的人——例如就长度而言是倍数,而就宽度而言不是倍数——,这样的人也没有进行反驳;因为只有当这个量度仅仅就长度而言被证明既是倍数又不是倍数时,反驳才会是真实的。而在这些之后的内容,他是为了表明:如果那将要推导出同一且单一事物的矛盾的反驳要是真实的反驳,它不仅必须“在同一方面”、“相对于同一事物”并且“以同样的方式”,而且还必须在“同一时间”中被考察。因为即使事物是同一且单一的,未取最初的论点,也未就不同且各异的部分而言述,但若不同时、即不在同一且单一的时间中被取定,就会产生表面的反驳。 在讲了这些并且精确地界定了真正的反驳是什么之后,他补充道:“人们也可以把这种由于对反驳的无知而产生的诡辩方式归入基于词表达的方式之中”;因为基于同名异义和歧义的方式本来就属于基于词表达的方式;而“睡眠者拥有视力”是具有歧义的;因为人们既可以理解为他正在行使视力,也可以理解为他能够行使视力。
- 1.25οὗ δειχθέντος ἀληθὴς ἂν ἦν ἔλεγχος
独立属格 οὗ δειχθέντος 作为表示与过去事实相反的条件从句(相当于 εἰ τοῦτο ἐδείχθη),与主句 ἀληθὴς ἂν ἦν ἔλεγχος(未完成过去直陈式加 ἄν)相呼应,构成与过去相反的虚拟语气(反事实条件句)。
- 1.25τότε γὰρ ἔσται ἂν ἀληθὴς ὁ ἔλεγχος, εἴπερ τὸ μέγεθος τόδε κατὰ τὸ μῆκος μόνον ἐδείκνυτο διπλάσιον καὶ οὐ διπλάσιον
条件从句 εἴπερ ... ἐδείκνυτο 使用未完成过去直陈式构成反事实条件,而主句则使用了 τότε ἔσται ἄν(将来直陈式加 ἄν,为后世希腊语中表示潜在或反事实的结构)。在含义上相当于表示“在那时反驳才会是真的”。
- 1.25τὸ δὲ ἑξῆς τούτων τίθησι δεικτικὸν τοῦ μὴ μόνον καὶ κατὰ ταὐτὸ καὶ πρὸς ταὐτὸ καὶ ὡσαύτως ὀφείλειν ἔχειν ... ἀλλὰ καὶ τὸ ἐν τῷ αὐτῷ χρόνῳ ὀφείλειν κατασκοπεῖσθαι
全句骨干为“他把这些之后的内容(τὸ δὲ ἑξῆς τούτων,宾语)置为表明……的(δεικτικόν,宾补)”。在附属于 δεικτικόν 的内容中,前半部分采用属格定语不定词(τοῦ ... ὀφείλειν ἔχειν),而在 ἀλλὰ καί 之后则转为宾格定语不定词(τὸ ... ὀφείλειν κατασκοπεῖσθαι),属于并列结构的语法转换(破格语法)。
