- 底本
- Ps-Alexander, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Commentaria in Aristotelem Graeca II.3, ed. M. Wallies, Berlin: Reimer 1898, pp. 1-198. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:44.26-45.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者结合具体事例,依次阐释了亚里士多德关于反驳定义中的各项要求(由所给前提必然得出、不乞求论题、在同一方面、相对于同一事物、以同样的方式并在同一时间内构成矛盾)。
ἔστιν ὅμοιον τοῦτο τῷ ἐν τῷ ὁρισμῷ τοῦ ἁπλῶς συλλογισμοῦ λεγομένῳ τῷ “ἐκ τῶν κειμένων ἐξ ἀνάγκης”· εἰ γάρ τις πειρᾶται ἐλέγχειν τὸν προσδιαλεγόμενον μὴ ἐξ ὧν αὐτὸς ὁ προσδιαλεγόμενος δίδωσιν, οὐ λεχθήσεται οὗτος ἐλέγχειν. μὴ συναριθμουμένου δέ, φησίν, τοῦ ἐν ἀρχῇ,1 τουτέστι μὴ λαμβανομένου τοῦ ζητουμένου εἰς τὸν λόγον τῆς ἀποδείξεως· οὐ γὰρ δι’ ἑαυτοῦ χρὴ δείκνυσθαι τὸ μὴ δι’ ἑαυτοῦ δῆλον, ὅτι μηδὲ ἔλεγχος τὸ τοιοῦτον.2 ἔστι δὲ τὸ τοιοῦτον, ὅταν ὁ μέσος ὅρος ὁ αὐτός τινι τῶν ἄκρων ληφθῇ, μετωνομασμένος μέντοι καὶ ἄλλως κατὰ τὴν προφορὰν ἐκφερόμενος· ζητουμένου γὰρ τοῦ εἰ ἀθάνατος ἡ ψυχή, τὸ οὕτως εἰπεῖν, ὅτι ἡ ψυχὴ ἀθάνατος, καὶ ἑτέραν σὺν ταύτῃ ἐπαγαγεῖν πρότασιν κομιδῇ ἠλίθιόν ἐστιν. ὁ γοῦν τὸ ἐν ἀρχῇ βουλόμενος παραλαμβάνειν μεταλαμβάνει εἰς ἕτερον ἰσοδύναμον ὄνομα τῷ ζητουμένῳ καὶ οὕτως ποιεῖται τὸν παραλογισμόν· οἷον εἴ τις ἔροιτο πότερον ἡ ψυχὴ ἀθάνατος ἢ οὔ, τοῦ δὲ ἀποκρινομένου ἀπαρνησαμένου τὸ εἶναι αὐτὴν ἀθάνατον, αὐτὸς οὑτωσὶ συλλογίζεται· ἡ ψυχὴ ἄφθαρτος, τὸ ἄφθαρτον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος· ἀλλὰ μὴν καὶ οὐκ ἀθάνατος κατὰ σέ. οὐκ ἐλέγχει ὁ οὕτως συλλογιζόμενος τὸν λέγοντα αὐτὴν μὴ ἀθάνατον· τὸ γὰρ ἐν ἀρχῇ ᾐτήσατο· ὃ γὰρ ἔμελλε δεῖξαι, ἔλαβε· τὸ γὰρ ‘ἡ ψυχὴ ἄφθαρτος’ ταὐτόν ἐστι τῷ ‘ἡ ψυχὴ ἀθάνατος’. εἴρηται δὲ τῷ Ἀριστοτέλει περὶ τοῦ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι καὶ λαμβάνειν τοῦτο, τί ποτέ ἐστι καὶ πῶς γίνεται, ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν. δεῖ δὲ τὸν ἔλεγχον καὶ κατὰ τὸ αὐτὸ εἶναι. εἰ γὰρ ἓν καὶ τὸ αὐτὸ εἴη τὸ ἠρωτημένον, μήτε ὁμώνυμον μήτε συνώνυμον, μήτε τὸ ἐν ἀρχῇ ληφθῇ, κατ’ ἄλλο δὲ καὶ ἄλλο μέρος λέγοιμέν τι τῷ αὐτῷ ὑπάρχειν, ἀληθεύειν συμβήσεται· οἷον ὁ Αἰθίοψ λευκός, ὁ Αἰθίοψ οὐ λευκός, κατὰ μὲν τὴν ἐπιφάνειαν οὐ λευκός, κατὰ δὲ τοὺς ὀδόντας λευκός. δεῖ οὖν καὶ κατὰ τὸ αὐτό, ἵνα μὴ κατ’ ἄλλο καὶ ἄλλο μέρος λέγωμέν τι ὑπάρχειν. οὐ μὴν ἀλλὰ καὶ πρὸς τὸ αὐτό φησιν, ἀλλ’ οὐ πρὸς ἄλλο καὶ ἄλλο, ἀλλὰ πρὸς τὸ αὐτὸ δεικνύναι καταφάσκοντα καὶ ἀποφάσκοντα τὸν προσδιαλεγόμενον,3 εἰ μέλλοιμεν αὐτὸν ἐλέγχειν ἑαυτῷ ἀντιφάσκοντα. ὁ γὰρ συλλογιζόμενος τὸν δύο διπλάσιόν τε καὶ οὐ διπλάσιον οὐκ ἐλέγχει τὸν λέγοντα αὐτὸν μὴ διπλάσιον εἶναι· οὐ γὰρ πρὸς τὸν αὐτὸν καὶ ἕνα ἀριθμὸν δείκνυσιν αὐτὸν διπλάσιόν τε καὶ οὐ διπλάσιον ἀλλὰ πρὸς ἄλλον καὶ ἄλλον, πρὸς μὲν τὸ ἓν διπλάσιον, πρὸς δὲ τὰ δ’ οὐ διπλάσιον. ἀλλὰ καὶ ὡσαύτως φησίν, ἤγουν μὴ τὸν μὲν τὸ δυνάμει λαμβάνειν, τὸν δὲ τὸ ἐνεργείᾳ διδόναι· οὐδὲ γὰρ οὐδὲ οὕτως ἔσται ἀντίφασις. ὁ γὰρ λέγων, ὅτι ὁ κοιμώμενος ὄψιν ἔχει, ὁ ἔχων ὄψιν ὁρᾷ, ὁ κοιμώμενος ἄρα ὁρᾷ, οὐκ ἐλέγχει τὸν λέγοντα μὴ ὁρᾶν τὸν κοιμώμενον· τὸ γὰρ ‘ὁ ὄψιν ἔχων ὁρᾷ’ δύο σημαίνει, τὸν ἔχοντα καὶ μὴ ἐνεργοῦντα δυνάμενον δὲ ἐνεργεῖν καὶ τὸν ἤδη ἐνεργοῦντα. καὶ ἐν τῷ αὐτῷ δὲ, φησί, χρόνῳ· τὸ γὰρ κατ’ ἄλλον καὶ ἄλλον χρόνον φαῦλόν τε καὶ οὐ φαῦλον λέγειν τὸν αὐτὸν οὐκ ἀδύνατον.
这与在无条件推论的定义中所说的“从既定前提必然产生”相似;因为如果有人试图并非根据对话者自己所给予的前提来反驳对话者,他就不能被称为在进行反驳。而且“不计入最初的争论之点”,他说,即不把所探求之事纳入证明之言述中;因为非凭自身自明之事不应当凭自身来证明,因为这样的事情根本就不是反驳。而这种情况发生在当中间项被取为与某个端项同一、却在名称上被改换而在发音表述上有所不同时;因为在探求灵魂是否不朽之时,若这样说“灵魂是不朽的”,并随之加上另一前提,那是极其愚蠢的。无论如何,那企图取用最初争论之点的人,会将所探求之事改换为另一个具有等同效力的名称,并以这种方式制造出谬误推论;例如若有人询问灵魂是不朽的还是不是,而在回答者否认它是不朽的时,他自己这样进行推论:“灵魂是不可朽坏的,不可朽坏的是不朽的,所以灵魂是不朽的;然而按你的说法却不是不朽的”。这样进行推论的人并没有反驳那个声称灵魂并非不朽的人;因为他乞求了最初的争论之点;因为他本要证明的事,他却先行拿来作为前提了;因为“灵魂是不可朽坏的”与“灵魂是不朽的”是同一回事。关于乞求并取用最初争论之点究竟是什么以及如何发生,亚里士多德在《前分析篇》第二卷中已有论述。而且反驳还必须“在同一方面”。因为即使所问之事是单一且同一的,既非同名异义亦非同名同义,最初争论之点也未被取用,但若我们就同一事物就不同部分而言述说某物属于它,就会出现两方皆说出真理的情况;例如“埃塞俄比亚人是白的”,“埃塞俄比亚人不是白的”,就皮肤表面而言不是白的,就牙齿而言却是白的。因此也需要“在同一方面”,以免我们就不同部分而言述说某物属于它。不仅如此,他还说“相对于同一事物”,而非相对于互不相同的事物,如果我们想要反驳对话者使之自我矛盾,就必须指明他是相对于同一事物既肯定又否定。因为推导出二“既是倍数又不是倍数”的人,并没有反驳那个声称它不是倍数的人;因为他并未相对于同一个单一的数证明它是倍数又不是倍数,而是相对于互不相同的数,相对于一它是倍数,相对于四它不是倍数。而且他说“以同样的方式”,即并非一方取潜在者,而另一方给予现实者;因为即便这样也不会产生矛盾。因为说“睡眠者拥有视力,拥有视力者在看,因此睡眠者在看”的人,并没有反驳那个声称睡眠者不在看的人;因为“拥有视力者在看”具有两层含义:既指拥有视力并未行使却有能力行使的人,也指已经在行使视力的人。而且他说“在同一时间”;因为在不同时间谈论同一个人既是卑劣的又不是卑劣的,并非不可能之事。
- 1.25μὴ συναριθμουμένου δέ, φησίν, τοῦ ἐν ἀρχῇ
属格独立结构,由带否定词 μή 的现在被动分词 συναριθμουμένου 与名词化短语 τοῦ ἐν ἀρχῇ 构成。注解者插入的 φησίν(“他说”)置于引自亚里士多德的词句之间。随后的 τουτέστι 起引出解释性替换的作用,指明此处即论题先取。
- 1.25οὐ γὰρ δι’ ἑαυτοῦ χρὴ δείκνυσθαι τὸ μὴ δι’ ἑαυτοῦ δῆλον, ὅτι μηδὲ ἔλεγχος τὸ τοιοῦτον
主句以无人称动词 χρή 为核心,统辖被动不定词 δείκνυσθαι 及其宾格主语 τὸ μὴ δι’ ἑαυτοῦ δῆλον。句末的 ὅτι 从句为原因从句,说明为何凭自身证明自身必须被排除(“因为这样的事情根本就不是反驳”),其中的否定词 μηδέ 具有强调意味(“甚至不/根本不”)。
- 1.25ἀλλὰ πρὸς τὸ αὐτὸ δεικνύναι καταφάσκοντα καὶ ἀποφάσκοντα τὸν προσδιαλεγόμενον
不定词 δεικνύναι 依赖于由上下文承前省去的 δεῖ,其逻辑主语(我们)被省略。宾格短语 τὸν προσδιαλεγόμενον 充当 δεικνύναι 的宾语,同时作为分词 καταφάσκοντα καὶ ἀποφάσκοντα 的逻辑主语,构成补充说明(“指明对话者在肯定和否定”)。
